οὕτως Ἀντώνιον οἱ φίλοι τῆς Αἰγυπτίας ἐρῶντα καὶ καόμενον ἀνέπειθον ὡς ὑπʼ ἐκείνης ἐρῷτο, καὶ λοιδοροῦντες ἐκάλουν ἀπαθῆ καὶ ὑπερήφανον. “ἡ μὲν γὰρ γυνὴ καταλιποῦσα βασιλείαν τοσαύτην καὶ [61b] διατριβὰς εὐδαίμονας φθείρεται μετὰ σοῦ στρατευομένη, σχῆμα παλλακίδος ἔχουσα·
σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστί
καὶ περιορᾷς αὐτὴν ἀνιωμένην” ὁ δʼ ἡδέως ἐλεγχόμενος ὡς ἀδικῶν καὶ τοῖς κατηγοροῦσι χαίρων ὡς οὐδὲ τοῖς ἐπαινοῦσιν ἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι προσδιαστρεφόμενος. ἔοικε γὰρ ἡ τοιαύτη παρρησία τοῖς τῶν ἀκολάστων δήγμασι γυναικῶν, ἐγείρουσα καὶ γαργαλίζουσα τῷ δοκοῦντι λυπεῖν τὸ ἡδόμενον. καὶ καθάπερ τὸν ἄκρατον ἄλλως βοηθοῦντα πρὸς τὸ κώνειον ἂν ἐμμίξωσι προσεμβαλόντες [61c] αὐτῷ, κομιδῇ ποιοῦσι τὴν τοῦ φαρμάκου δύναμιν ἀβοήθητον, ὀξέως ἀναφερομένην ἐπὶ τὴν καρδίαν ὑπὸ θερμότητος, οὕτω τὴν παρρησίαν ἐπιστάμενοι μέγα βοήθημα πρὸς τὴν κολακείαν οὖσαν οἱ πονηροὶ διʼ αὐτῆς κολακεύουσι τῆς παρρησίας. ὅθεν οὐδʼ ὁ Βίας ἀπεκρίνατο καλῶς τῷ πυθομένῳ τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀποκρινάμενος ὅτι τῶν μὲν ἀγρίων ὁ τύραννος, τῶν δʼ ἡμέρων ὁ κόλαξ. ἀληθέστερον γὰρ ἦν εἰπεῖν ὅτι τῶν κολάκων ἥμεροι μέν εἰσιν οἱ περὶ τὸ βαλανεῖον καὶ περὶ τὴν τράπεζαν [61d], ὁ δʼ εἰς τὰ δωμάτια καὶ τὴν γυναικωνῖτιν ἐκτείνων ὥσπερ πλεκτάνας τὸ πολύπραγμον καὶ διάβολον καὶ κακόηθες ἄγριος καὶ θηριώδης καὶ δυσμεταχείριστος.