Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 19

[19] καὶ ταυτὶ μὲν ἐλάττονά ἐστιν. ἐκεῖνα δʼ ἤδη χαλεπὰ καὶ λυμαινόμενα τοὺς ἀνοήτους, ὅταν εἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν ὥσπερ Ἱμέριος ὁ κόλαξ τῶν πλουσίων τινὰ τὸν[61] ἀνελευθερώτατον καὶ φιλαργυρώτατον Ἀθήνησιν ὡς ἄσωτον ἐλοιδόρει καὶ ἀμελῆ καὶ πεινήσοντα κακῶς μετὰ τῶν [60e] τέκνων ἢ τοὺς ἀσώτους αὖ πάλιν καὶ πολυτελεῖς εἰς μικρολογίαν καὶ ῥυπαρίαν ὀνειδίζωσιν ὥσπερ Νέρωνα Τίτος Πετρώνιος ἢ τοὺς ὠμῶς καὶ ἀγρίως προσφερομένους ἄρχοντας ὑπηκόοις ἀποθέσθαι κελεύωσι τὴν πολλὴν ἐπιείκειαν καὶ τὸν ἄκαιρον ἔλεον καὶ ἀσύμφορον. ὅμοιος δὲ τούτοις καὶ ὁ τὸν εὐήθη καὶ βλᾶκα καὶ ἀβέλτερον ὡς δεινὸν τινα καὶ πανοῦργον καὶ φυλάττεσθαι καὶ δεδιέναι προσποιούμενος, καὶ ὁ τοῦ βασκάνου δὲ καὶ τῷ κακολογεῖν ἀεὶ καὶ ψέγειν χαίροντος, ἄν ποτε προαχθεὶς ἐπαινέσῃ τινὰ τῶν ἐνδόξων, καθαπτόμενος καὶ ἀντιλέγων [60f] ὡς νόσημα τοῦτʼ ἔχοντος, ἀνθρώπους ἐπαινεῖν καὶ μηδενὸς ἀξίους. “τίς γὰρ οὗτός ἐστιν ἢ τί λαμπρὸν εἴρηκεν ἢ πεποίηκε;” μάλιστα δὲ περὶ τοὺς ἔρωτας τοῖς κολακευομένοις ἐπιτίθενται καὶ προσεκκάουσιν. ἀδελφοῖς μὲν γὰρ ὁρῶντες διαφερομένους γονέων ὑπερφρονοῦντας[62] ἢ πρὸς γυναῖκας αὐτῶν ὑπεροπτικῶς ἔχοντας οὔτε νουθετοῦσιν οὔτʼ ἐγκαλοῦσιν, ἀλλὰ καὶ προσεπιτείνουσι τὰς ὀργάς. “οὐ γὰρ αἰσθάνῃ σαυτοῦ” καὶ “σὺ τούτων αἴτιος, ἀεὶ θεραπευτικῶς προσφερόμενος καὶ ταπεινῶς.” ἂν [61a] δὲ πρὸς ἑταίραν ἢ μοιχεύτριαν ἐρωμένην κνησμός τις ἐξ ὀργῆς καὶ ζηλοτυπίας ἐγγένηται, πάρεστιν εὐθὺς μετὰ παρρησίας λαμπρᾶς ἡ κολακεία, πῦρ ἐπὶ πῦρ εἰσφέρουσα καὶ δικαιολογουμένη καὶ κατηγοροῦσα τοῦ ἐρῶντος ὡς ἀνέραστα πολλὰ καὶ σκληρὰ καὶ νεμεσητὰ ποιοῦντος·

ὦ δυσχάριστε, τῶν πυκνῶν φιλημάτων.