Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 6

[6] εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ [51e] μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δʼ αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφʼ ἧς καὶ ταῦτʼ εἴρηται

γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει,[11]
παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή,
νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ
ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ