ὃ δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον, αἰσθανόμενος τὴν παρρησίαν καὶ λεγομένην καὶ δοκοῦσαν ἰδίαν εἶναι φωνὴν ὥσπερ τινὸς ζῴου τῆς φιλίας, τὸ δʼ ἀπαρρησίαστον ἄφιλον καὶ ἀγεννές, οὐδὲ ταύτην ἀμίμητον ἀπολέλοιπεν, ἀλλʼ ὥσπερ οἱ δεινοὶ τῶν ὀψοποιῶν τοῖς πικροῖς χυμοῖς καὶ αὐστηροῖς ἡδύσμασι χρῶνται, τῶν γλυκέων ἀφαιροῦντες τὸ πλήσμιον, [51d] οὕτως οἱ κόλακες οὐκ ἀληθινὴν οὐδʼ ὠφέλιμον ἀλλʼ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα δυσφώρατος ὁ ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν χρόαν τρέπεσθαι συναφομοιοῦται τοῖς ὑποκειμένοις χρώμασι καὶ χωρίοις· ἐπεὶ δʼ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ ἀπογυμνοῦν αὐτὸν “ἀλλοτρίοις χρώμασι καὶ σχήμασιν,” φησιν ὁ Πλάτων,[10] “χήτει οἰκείων κοσμούμενον”