Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 55

καὶ τὸ οὐδέ κεν ἄλλο[24] ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε [55a] τοῦ δὲ κόλακος τοῦτʼ ἔργον ἐστὶ καὶ τέλος, ἀεί τινα παιδιὰν ἢ πρᾶξιν ἢ λόγον ἐφʼ ἡδονῇ καὶ πρὸς ἡδονὴν ὀψοποιεῖν καὶ καρυκεύειν. συνελόντι δʼ εἰπεῖν ὁ μὲν ἵνʼ ἡδὺς πάντα δεῖν οἴεται ποιεῖν, ὁ δʼ ἀεὶ ποιῶν ἃ δεῖ πολλάκις μὲν ἡδὺς πολλάκις δʼ ἀηδής ἐστιν, οὐ τοῦτο βουλόμενος, εἰ δὲ βέλτιον εἴη, μηδὲ τοῦτο φεύγων. ὥσπερ γὰρ ἰατρός, ἂν συμφέρῃ, κρόκον ἢ[25] νάρδον ἐπέβαλε καὶ νὴ Δία πολλάκις ἔλουσε προσηνῶς καὶ ἔθρεψε φιλανθρώπως, ἔστι δʼ ὅπου ταῦτʼ ἐάσας καστόριον ἐνέσεισεν

ἢ πόλιον βαρύοσμον ὃ δὴ ῥίγιστον ὄδωδεν

[55b] ἤ τινα ἐλλέβορον ἐκπιεῖν τρίψας ἠνάγκασεν, οὔτʼ ἐνταῦθα τὸ ἀηδὲς οὔτʼ ἐκεῖ τὸ ἡδὺ ποιούμενος τέλος ἀλλʼ ἐφʼ ἓν διʼ ἀμφοτέρων ἐπὶ τὸ συμφέρον ἄγων τὸν θεραπευόμενον, οὕτως ὁ φίλος ἔστι μὲν ὅτε σὺν ἐπαίνῳ καὶ χάριτι μεγαλύνων[26] καὶ εὐφραίνων ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος “Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλʼ οὕτωʼ”[27]

πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;

ὅπου δʼ αὖ πάλιν ἐπιστροφῆς δεῖται, λόγῳ δήκτῃ καὶ παρρησίᾳ κηδεμονικῇ καθαπτόμενος [55c]

ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδὲ τί σε χρὴ
ταύτης ἀφροσύνης

ἔστι δʼ ὅπου καὶ τὸ ἔργον ἅμα τῷ λόγῳ συνῆψεν, ὡς Μενέδημος Ἀσκληπιάδου τοῦ φίλου τὸν υἱὸν ἄσωτον ὄντα καὶ ἄτακτον ἀποκλείων καὶ μὴ προσαγορεύων ἐσωφρόνισε, καὶ Βάτωνι[28] τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου διηλλάγη. δεῖ γὰρ ὠφελοῦντα λυπεῖν τὸν φίλον, οὐ δεῖ δὲ λυποῦντα τὴν φιλίαν ἀναιρεῖν, ἀλλʼ ὡς φαρμάκῳ τῷ δάκνοντι χρῆσθαι, [55d] σῴζοντι καὶ φυλάττοντι τὸ θεραπευόμενον. ὅθεν ὥσπερ ἁρμονικὸς ὁ φίλος τῇ πρὸς τὸ καλὸν καὶ συμφέρον μεταβολῇ τὰ μὲν ἐνδιδοὺς ἃ δʼ ἐπιτείνων πολλάκις μὲν ἡδὺς ἀεὶ δʼ ὠφέλιμός ἐστι. ὁ δὲ κόλαξ ἀφʼ ἑνὸς διαγράμματος ἀεὶ τὸ ἡδὺ καὶ τὸ πρὸς χάριν εἰωθὼς ὑποκρέκειν οὔτʼ ἔργον οἶδεν ἀντιτεῖνον οὔτε ῥῆμα λυποῦν, ἀλλὰ μόνῳ παρέπεται τῷ βουλομένῳ, συνᾴδων ἀεὶ καὶ συμφθεγγόμενος ὥσπερ οὖν τὸν Ἀγησίλαον ὁ Ξενοφῶν ἡδέως ἐπαινεῖσθαί φησιν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων, οὕτω δεῖ τὸ εὐφραῖνον καὶ χαριζόμενον ἡγεῖσθαι φιλικόν, ἂν καὶ λυπεῖν ποτε δύνηται καὶ ἀντιτείνειν, τὴν δὲ [55e] συνεχῆ ταῖς ἡδοναῖς καὶ τὸ πρὸς χάριν ἔχουσαν ἄκρατον ἀεὶ καὶ ἄδηκτον ὁμιλίαν ὑπονοεῖν, καὶ νὴ Δία τὸ τοῦ Λάκωνος ἔχειν πρόχειρον, ὃς ἐπαινουμένου Χαρίλλου τοῦ βασιλέως “πῶς οὗτος” ἔφη “χρηστός, ὃς οὐδὲ τοῖς πονηροῖς πικρός ἐστι;”