Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 11

[11] ἐπεὶ δʼ ὥσπερ εἴρηται καὶ τὸ τῆς ἡδονῆς κοινόν ἐστι (χαίρει γὰρ οὐχ ἧττον τοῖς φίλοις ὁ χρηστὸς ἢ τοῖς κόλαξιν ὁ φαῦλος) φέρε καὶ τοῦτο διορίσωμεν. ἔστι δὲ διορισμὸς ἡ πρὸς τὸ τέλος ἀναφορὰ [54e] τῆς ἡδονῆς. σκόπει δʼ οὕτως. ἔνεστι μέν που τῷ μύρῳ τὸ εὐῶδες, ἔνεστι δʼ ἐν ἀντιδότῳ. διαφέρει δʼ ὅτι τοῦτο μὲν πρὸς ἡδονὴν καὶ πρὸς οὐδὲν ἕτερον γέγονεν, ἐκεῖ δὲ τὸ καθαῖρον ἢ τὸ θερμαῖνον ἢ τὸ σαρκοῦν τῆς δυνάμεως ἄλλως εὐῶδές ἐστι. πάλιν οἱ γραφεῖς ἀνθηρὰ. χρώματα καὶ βάμματα μιγνύουσιν, ἔστι δὲ καὶ τῶν ἰατρικῶν φαρμάκων ἔνια τὴν ὄψιν ἀνθηρὰ καὶ τὴν χρόαν οὐκ ἀπάνθρωπον ἔχοντα. τί τοίνυν διαφέρει; ἦ[23] δῆλον ὅτι τῷ τέλει τῆς χρείας διακρινοῦμεν. οὐκοῦν ὁμοίως [54f] αἱ μὲν τῶν φίλων χάριτες ἐπὶ καλῷ τινι καὶ ὠφελίμῳ τὸ εὐφραῖνον ὥσπερ ἐπανθοῦν ἔχουσιν, ἔστι δʼ ὅτε καὶ παιδιᾷ καὶ τραπέζῃ καὶ οἴνῳ καὶ νὴ Δία γέλωτι καὶ φλυάρῳ πρὸς ἀλλήλους οἷον ἡδύσμασιν ἐχρήσαντο τῶν καλῶν καὶ σπουδαίων. πρὸς ὃ δὴ καὶ λέλεκται τὸ

μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες