Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 17

[17] ταῦτα μὲν οὖν ἀπόχρη περὶ τούτων· ἐφεξῆς δὲ τὸ τῆς παρρησίας ἴδωμεν. ἔδει μὲν γάρ, ὡς ὁ [59b] Πάτροκλος τοῦ Ἀχιλλέως τὰ ὅπλα περιβαλλόμενος καὶ τοὺς ἵππους ἐξελαύνων ἐπὶ τὴν μάχην μόνης οὐκ ἐτόλμησε τῆς Πηλιάδος θιγεῖν ἀλλʼ ἀφῆκεν, οὕτω τὸν κόλακα τοῖς τοῦ φίλου σκευοποιούμενον καὶ ἀναπλαττόμενον ἐπισήμοις καὶ συμβόλοις μόνην τὴν παρρησίαν ὥσπερ ἐξαίρετον βάσταγμα φιλίας

βριθὺ μέγα στιβαρὸν