Pular para o conteúdo

Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου

Plutarch · Parte 16

[16] εἶτα τῶν μὲν Στωϊκῶν οὐδʼ ἀκούειν ἔνιοι ὑπομένουσι τὸν σοφὸν ὁμοῦ πλούσιον καλὸν εὐγενῆ βασιλέα προσαγορευόντων, οἱ δὲ κόλακες τὸν πλούσιον ὁμοῦ καὶ ῥήτορα καὶ ποιητήν, ἂν δὲ βούληται, [58f] καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων,[48] ὥσπερ Κρίσων ὁ Ἱμεραῖος ἀπελείφθη διαθέων πρὸς Ἀλέξανδρον, ὁ δʼ αἰσθόμενος ἠγανάκτησε. Καρνεάδης δʼ ἔλεγε ὅτι πλουσίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δʼ οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι; κολακεύει γὰρ αὐτοὺς ἐν ταῖς διατριβαῖς ὁ διδάσκαλος ἐπαινῶν καὶ ὁ προσπαλαίων ὑποκατακλινόμενος, ὁ δʼ ἵππος, οὐκ εἰδὼς οὐδὲ φροντίζων ὅστις ἰδιώτης ἢ ἄρχων ἢ πλούσιος ἢ πένης, ἐκτραχηλίζει τοὺς μὴ δυναμένους [59a] ὀχεῖσθαι. εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνος “εἰ[49] τὸν ἀγρὸν ἔμελλεν[50] ἐγκωμιάζων εὔφορον ποιεῖν καὶ εὔκαρπον, εἶτʼ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον ἢ σκάπτων καὶ πράγματα ἔχων; οὐ τοίνυν οὐδʼ ἄνθρωπος[51] ἄτοπος ἂν ἐπαίνων[52] εἴη, εἰ τοῖς ἐπαινουμένοις ὠφέλιμός ἐστι καὶ πάμφορος”.[53] ὁ μὲν γὰρ ἀγρὸς οὐ γίγνεται χείρων ἐπαινούμενος, ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρʼ ἀξίαν ἐπαινοῦντες.