Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 23

τῷ μὲν γὰρ “αἰνεῖν” σημαίνεται τὸ ἐπαινεῖν, αὐτῷ δὲ τῷ ἐπαινεῖν ἀντὶ τοῦ παραιτεῖσθαι νῦν κέχρηται, καθάπερ ἐν τῇ συνηθείᾳ “καλῶς” φαμὲν “ἔχειν” καὶ [23a] “χαίρειν” κελεύομεν, ὅταν μὴ δεώμεθα μηδὲ λαμβάνωμεν. οὕτω δὲ καὶ τὴν “ἐπαινὴν Περσεφόνειαν” ἔνιοί φασιν ὡς παραιτητὴν εἰρῆσθαι. ταύτην δὴ τὴν διαίρεσιν καὶ διάκρισιν τῶν ὀνομάτων ἐν τοῖς μείζοσι καὶ σπουδαιοτέροις παραφυλάττοντες ἀπὸ τῶν θεῶν ἀρχώμεθα διδάσκειν τοὺς νέους ὅτι χρῶνται τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ ποτὲ μὲν αὐτῶν ἐκείνων ἐφαπτόμενοι τῇ ἐννοίᾳ, ποτὲ δὲ δυνάμεις τινὰς ὧν οἱ θεοὶ δοτῆρές εἰσι καὶ καθηγεμόνες ὁμωνύμως προσαγορεύοντες οἷον εὐθὺς ὁ Ἀρχίλοχος, ὅταν μὲν εὐχόμενος λέγῃ [23b]

κλῦθʼ ἄναξ Ἥφαιστε καί μοι σύμμαχος γουνουμένῳ[51]
ἵλαος γενοῦ, χαρίζευ δʼ οἷάπερ χαρίζεαι

, αὐτὸν τὸν θεὸν ἐπικαλούμενος δῆλός ἐστιν· ὅταν δὲ τὸν ἄνδρα τῆς ἀδελφῆς ἠφανισμένον ἐν θαλάττῃ καὶ μὴ τυχόντα νομίμου ταφῆς θρηνῶν λέγῃ μετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν

εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα[52]
Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη

τὸ πῦρ οὕτως, οὐ τὸν θεὸν προσηγόρευσε. πάλιν δʼ ὁ μὲν Εὐριπίδης[53] εἰπὼν ἐν ὅρκῳ

μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον

αὐτοὺς τοὺς θεοὺς ὠνόμασε· τοῦ δὲ Σοφοκλέους λέγοντος [23c]

τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης
συὸς προσώπῳ πάντα τυρβάζει κακὰ

τὸν πόλεμον ἔστιν ὑπακοῦσαι, καθάπερ αὖ τὸν χαλκὸν Ὁμήρου[54] λέγοντος

τῶν νῦν αἷμα κελαινὸν ἐύρροον ἀμφὶ Σκάμανδρον
ἐσκέδασʼ ὀξὺς Ἄρης

πολλῶν οὖν οὕτω λεγομένων εἰδέναι δεῖ καὶ μνημονεύειν ὅτι καὶ τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι [23d] ποτὲ μὲν τὸν θεὸν ποτὲ δὲ τὴν τύχην πολλάκις δὲ τὴν εἱμαρμένην προσαγορεύουσιν. ὅταν μὲν γὰρ λέγωσι

Ζεῦ πάτερ, Ἴδηθεν μεδέων

καὶ

ὦ Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος;

τὸν θεὸν αὐτὸν λέγουσιν· ὅταν δὲ ταῖς αἰτίαις[55] πάντων τῶν γιγνομένων ἐπονομάζωσι τὸν Δία καὶ λέγωσι

πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν -
Διὸς δʼ ἐτελείετο βουλή

, τὴν εἱμαρμένην. οὐ γὰρ τὸν θεὸν ὁ ποιητὴς οἴεται κακὰ μηχανᾶσθαι τοῖς ἀνθρώποις, ἀλλὰ τὴν τῶν [23e] πραγμάτων ἀνάγκην ὀρθῶς ὑποδείκνυσιν, ὅτι καὶ πόλεσι καὶ στρατοπέδοις καὶ ἡγεμόσιν, ἂν μὲν σωφρονῶσιν, εὖ πράττειν πέπρωται καὶ κρατεῖν τῶν πολεμίων, ἂν δʼ εἰς πάθη καὶ ἁμαρτίας ἐμπεσόντες ὥσπερ οὗτοι διαφέρωνται πρὸς ἀλλήλους καὶ στασιάζωσιν, ἀσχημονεῖν καὶ ταράττεσθαι καὶ κακῶς ἀπαλλάττειν.

εἱμαρμένον γὰρ τῶν κακῶν βουλευμάτων[56]
κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.

καὶ μὴν ὁ Ἡσίοδος τὸν Προμηθέα ποιῶν τῷ Ἐπιμηθεῖ παρακελευόμενον

μή ποτε δῶρα
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν

[23f] ἐπὶ τῇ τῆς τύχης δυνάμει τῷ τοῦ Διὸς ὀνόματι κέχρηται· τὰ γὰρ τυχηρὰ τῶν ἀγαθῶν Διὸς δῶρα κέκληκε, πλούτους καὶ γάμους καὶ ἀρχὰς καὶ πάνθʼ ὅλως τὰ ἐκτός, ὧν ἡ κτῆσις ἀνόνητός ἐστι τοῖς χρῆσθαι καλῶς μὴ δυναμένοις. διὸ καὶ τὸν Ἐπιμηθέα ὄντα καὶ ἀνόητον οἴεται δεῖν φυλάττεσθαι καὶ δεδιέναι τὰς εὐτυχίας, ὡς βλαβησόμενον καὶ διαφθαρησόμενον ὑπʼ αὐτῶν. καὶ πάλιν ὅταν λέγῃ

μηδὲ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων