Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 22-3

[22e] ποτὲ δὲ τὴν οὐσίαν

ἐσθίεταί μοι οἶκος

, καὶ[48] “βίοτον”[49] ποτὲ μὲν τὸ ζῆν[50]

ἀμενήνωσεν δέ οἱ αἰχμὴν
κυανοχαῖτα Ποσειδάων, βιότοιο μεγήρας

ποτὲ δὲ τὰ χρήματα

βίοτον δέ μοι ἄλλοι ἔδουσι

, καὶ τῷ “ἀλύειν” ποτὲ μὲν ἀντὶ τοῦ δάκνεσθαι καὶ ἀπορεῖσθαι κέχρηται

ὣς ἔφαθʼ , ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς

ποτὲ δʼ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν

ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;

καὶ τῷ “θοάζειν” ἢ τὸ κινεῖσθαι σημαίνουσιν, ὡς Εὐριπίδης

κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός,

ἢ τὸ καθέζεσθαι καὶ θαάσσειν, ὡς Σοφοκλῆς [22f]

τίνας πόθʼ ἕδρας τάσδε μοι θοάζετε
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;

χάριεν δὲ καὶ τὸ τὴν χρείαν τῶν ὀνομάτων συνοικειοῦν τοῖς ὑποκειμένοις πράγμασιν, ὡς οἱ γραμματικοὶ διδάσκουσιν, ἄλλο πρὸς ἄλλην δύναμιν λαμβάνοντες,· οἷόν ἐστι

νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι