Pular para o conteúdo

Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν.

Plutarch · Parte 17

καὶ γὰρ τοῦτο χαριέντως Ὅμηρος εἰς τὴν νέκυιαν εἶπεν, ὡς γυναικὸς ἀκρόασιν οὖσαν διὰ τὸ μυθῶδες. Τοιαῦτα γάρ ἐστιν ἃ πλάττουσιν ἑκόντες οἱ ποιηταί· πλείονα δʼ ἃ μὴ πλάττοντες ἀλλʼ οἰόμενοι καὶ δοξάζοντες αὐτοὶ προσαναχρώννυνται τὸ ψεῦδος ἡμῖν οἷον ἐπὶ τοῦ Διὸς εἰρηκότος Ὁμήρου[14] [17a]

ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
τὴν μὲν Ἀχιλλῆος τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
ἕλκε δὲ μέσσα λαβών ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
ᾤχετο δʼ εἰς Ἀίδαο, λίπεν δʼ ἑ Φοῖβος Ἀπόλλων

τραγῳδίαν ὁ Αἰσχύλος[15] ὅλην τῷ μύθῳ περιέθηκεν, ἐπιγράψας Ψυχοστασίαν καὶ παραστήσας ταῖς πλάστιγξι τοῦ Διὸς ἔνθεν μὲν τὴν Θέτιν ἔνθεν δὲ τὴν Ἠῶ, δεομένας ὑπὲρ τῶν υἱέων μαχομένων. τοῦτο δὲ παντὶ δῆλον, ὅτι μυθοποίημα καὶ πλάσμα πρὸς ἡδονὴν ἢ ἔκπληξιν ἀκροατοῦ γέγονε. τὸ δὲ [17b]

Ζεύς, ὃς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται

καὶ τὸ

θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ,

ταῦτα δʼ ἤδη κατὰ δόξαν εἴρηται καὶ πίστιν αὐτῶν, ἣν ἔχουσιν ἀπάτην περὶ θεῶν καὶ ἄγνοιαν εἰς ἡμᾶς ἐκφερόντων καὶ μεταδιδόντων. πάλιν αἱ περὶ τὰς νεκυίας τερατουργίαι καὶ διαθέσεις ὀνόμασι φοβεροῖς ἐνδημιουργοῦσαι φάσματα καὶ εἴδωλα ποταμῶν φλεγομένων καὶ τόπων ἀγρίων καὶ κολασμάτων σκυθρωπῶν οὐ πάνυ πολλοὺς διαλανθάνουσιν ὅτι τὸ [17c] μυθῶδες αὐτοῖς πολὺ καὶ τὸ ψεῦδος ὥσπερ τροφαῖς τὸ φαρμακῶδες ἐγκέκραται. καὶ οὔθʼ Ὅμηρος οὔτε Πίνδαρος οὔτε Σοφοκλῆς πεπεισμένοι ταῦτʼ ἔχειν οὕτως ἔγραψαν

ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον
βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοὶ

καὶ

πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην

καί

στενωπὸς ᾍδου καὶ παλιρροία βυθοῦ

ὅσοι μέντοι τὸν θάνατον ὡς οἰκτρὸν ἢ τὴν ἀταφίαν ὡς δεινὸν ὀλοφυρόμενοι καὶ δεδιότες φωνὰς ἐξενηνόχασι καὶ

μή μʼ ἄκλαυστον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν

ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει,[16] [17d]
ὃν πότμον γοόωσα, λιποῦσʼ ἁδρότητα καὶ ἥβην

καί

μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς
λεύσσειν· τὰ δʼ ὑπὸ γῆν μὴ μʼ ἰδεῖν ἀναγκάσῃς,

αὗται πεπονθότων εἰσὶ καὶ προεαλωκότων ὑπὸ δόξης καὶ ἀπάτης. διὸ μᾶλλον ἅπτονται καὶ διαταράττουσιν ἡμᾶς, ἀναπιμπλαμένους τοῦ πάθους καὶ τῆς ἀσθενείας ἀφʼ ἧς λέγονται. πρὸς ταῦτα δὴ πάλιν παρασκευάζωμεν εὐθὺς ἐξ ἀρχῆς ἔχειν ἔναυλον ὅτι ποιητικῇ μὲν οὐ πάνυ μέλον ἐστὶ τῆς ἀληθείας, ἡ δὲ περὶ ταῦτʼ ἀλήθεια καὶ τοῖς μηδὲν ἄλλο πεποιημένοις [17e] ἔργον ἢ γνῶσιν καὶ μάθησιν τοῦ ὄντος εὖ μάλα δυσθήρατός ἐστι καὶ δύσληπτος, ὡς ὁμολογοῦσιν αὐτοί. καὶ τὰ Ἐμπεδοκλέους[17] ἔστω πρόχειρα ταυτί

οὕτως οὔτʼ[18] ἐπιδερκτὰ τάδʼ ἀνδράσιν οὔτʼ ἐπακουστά
οὔτε νόῳ περιληπτά

καὶ τὰ Ξενοφάνους[19]

καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ γένετʼ οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων

καὶ νὴ Δία τὰ Σωκράτους ἐξομνυμένου παρὰ Πλάτωνι[20] [17f] τὴν περὶ τούτων γνῶσιν. ἧττον γὰρ ὡς εἰδόσι τι περὶ τούτων προσέξουσι τοῖς ποιηταῖς ἐν οἷς τοὺς φιλοσόφους ἰλιγγιῶντας ὁρῶσιν.