τί παίζουσα τὰς ὀφρῦς συνάγεις, τί δʼ ἐξαπατῶσα [16e] προσποιῇ διδάσκειν; οὐδὲν πείσεται δεινὸν οὐδὲ πιστεύσει φαῦλον, ἀλλʼ ἐπιλήψεται μὲν τοῦ[11] φοβουμένου τὸν Ποσειδῶνα καὶ ταρβοῦντος μὴ τὴν γῆν ἀναρρήξῃ καὶ ἀπογυμνώσῃ τὸν ᾍδην, ἐπιλήψεται δὲ τοῦ[12] Ἀπόλλωνι χαλεπαίνοντος ὑπὲρ τοῦ πρώτου τῶν Ἀχαιῶν,
ὃν αὐτὸς ὑμνῶν αὐτὸς ἐν δαίτῃ παρὼν
αὐτὸς τάδʼ εἰπὼν αὐτός ἐστιν ὁ κτανών
παύσεται δὲ τὸν φθιτὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα τὸν καθʼ ᾍδου δακρύων, ἀδυνάτους καὶ ἀσθενεῖς χεῖρας ἐπιθυμίᾳ τοῦ ζῆν ὀρέγοντας. ἂν δέ που συνταράττηται τοῖς πάθεσι καὶ κρατῆται φαρμασσόμενος, οὐκ ὀκνήσει πρὸς ἑαυτὸν εἰπεῖν
ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα[13] [16f]
ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικὶ