Pular para o conteúdo

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Plutarch · Parte 945

αὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν οὐδὲ φόβος οὐδʼ ἐπιθυμία, καθάπερ οὐδὲ σάρκες οὐδʼ [945a] ὑγρότητες, ἀλλʼ ᾧ διανοούμεθα καὶ φρονοῦμεν· ἥ τε ψυχὴ τυπουμένη μὲν· ὑπὸ τοῦ νοῦ τυποῦσα δὲ τὸ σῶμα καὶ περιπτύσσουσα πανταχόθεν ἐκμάττεται τὸ εἶδος· ὥστε κἂν πολὺν χρόνον χωρὶς ἑκατέρου γένηται, διατηροῦσα τὴν ὁμοιότητα καὶ τὸν τύπον, εἴδωλον ὀρθῶς ὀνομάζεται. τούτων δʼ ἡ σελήνη, καθάπερ εἴρηται, στοιχεῖόν ἐστιν· ἀναλύονται γὰρ εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα τῶν νεκρῶν, ταχὺ μὲν αἱ σώφρονες, μετὰ σχολῆς ἀπράγμονα καὶ φιλόσοφον στέρξασαι βίον· ἀφεθεῖσαι γὰρ ὑπὸ τοῦ νοῦ καὶ πρὸς οὐδὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπομαραίνονται· τῶν δὲ φιλοτίμων καὶ [945b] πρακτικῶν ἐρωτικῶν τε περὶ σώματα καὶ θυμοειδῶν αἱ μὲν οἷον ἐν ὕπνῳ ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρονται, καθάπερ ἡ τοῦ Ἐνδυμίωνος· ἐπεὶ δʼ αὐτὰς τὸ ἄστατον καὶ τὸ εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς ἄλλην γένεσιν, οὐκ ἐᾷ […] ἀλλʼ ἀνακαλεῖται καὶ καταθέλγει. μικρὸν γὰρ οὐδὲν οὐδʼ ἥσυχον οὐδʼ ὁμολογούμενον ἔργον ἐστίν, ὅταν ἄνευ νοῦ τῷ παθητικῷ σώματος ἐπιλάβωνται. Τιτυοὶ δὲ καὶ Τυφῶνες ὅ τε Δελφοὺς κατασχὼν καὶ συνταράξας τὸ χρηστήριον ὕβρει καὶ βίᾳ Τυφὼν ἐξ ἐκείνων ἄρα τῶν ψυχῶν ἦσαν, ἐρημίᾳ λόγου καὶ τύφῳ πλανηθέντι [945c] τῷ παθητικῷ χρησαμένων. χρόνῳ δὲ κἀκείνας κατεδέξατο εἰς αὑτὴν ἡ σελήνη καὶ κατεκόσμησεν, εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς· ἡ δὲ γῆ τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσι μετὰ θάνατον, ἢ ὅσα λαμβάνει πρὸς γένεσιν ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι καὶ συντίθησι καὶ διαιρεῖ κατʼ ἄλλην καὶ ἄλλην δύναμιν, ὧν Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις δʼ ἣ διαιρεῖ, καλεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν Ἄτροπος περὶ τὸν ἣλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν· ἐσχάτη δὲ συνεφάπτεται περὶ γῆν ἡ Λάχεσις, ᾗ πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν ὑπʼ ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ [945d] μικτὸν δὲ καὶ μέσον ἡ ψυχὴ καθάπερ ἡ σελήνη τῶν ἄνω καὶ κάτω σύμμιγμα καὶ μετακέρασμα ὑπὸ τοῦ θεοῦ γέγονε, τοῦτον ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον, ὃν. ἔχει γῆ πρὸς σελήνην.”

15. “ταῦτʼ” εἶπεν ὁ Σύλλας “ἐγὼ μὲν ἤκουσα τοῦ ξένου διεξιόντος ἐκείνῳ δʼ οἱ τοῦ Κρόνου κατευνασταὶ καὶ θεράποντες, ὡς ἔλεγεν αὐτός, ἐξήγγειλαν· ὑμῖν δʼ, ὦ Λαμπρία, χρῆσθαι τῷ λόγῳ πάρεστιν βούλεσθε.”