Pular para o conteúdo

Περὶ τοῦ ἐμφαινομένου προσώπου τῷ κύκλῳ τῆς σελήνης

Plutarch · Parte 30

[30] “οὐκ ἀεὶ δὲ διατρίβουσιν ἐπʼ αὐτῆς οἱ δαίμονες, ἀλλὰ χρηστηρίων δεῦρο κατίασιν ἐπιμελησόμενοι, [944d] καὶ ταῖς ἀνωτάτω συμπάρεισι καὶ συνοργιάζουσι τῶν τελετῶν κολασταί τε γίνονται καὶ φύλακες ἀδικημάτων καὶ σωτῆρες ἔν τε πολέμοις καὶ κατὰ θάλατταν ἐπιλάμπουσιν. ὅ τι δʼ ἂν μὴ καλῶς περὶ ταῦτα πράξωσιν ἀλλʼ ὑπʼ ὀργῆς ἢ πρὸς ἄδικον χάριν ἢ φθόνῳ, δἰκην τίνουσιν· ὠθοῦνται γὰρ αὖθις ἐπὶ γῆν συνειργνύμενοι σώμασιν ἀνθρωπίνοις. ἐκ δὲ τῶν βελτιόνων ἐκείνων οἵ τε περὶ τὸν Κρόνον ὄντες ἔφασαν αὐτοὺς εἶναι· καὶ πρότερον ἐν τῇ Κρήτῃ τοὺς Ἰδαίους Δακτύλους, ἔν τε [944e] Φρυγίᾳ τοὺς Κορύβαντας γενέσθαι καὶ τοὺς περὶ Βοιωτίαν ἐν Οὐδώρα Τροφωνιάδας καὶ μυρίους ἄλλους πολλαχόθι τῆς οἰκουμένης· ὧν ἱερὰ καὶ τιμαὶ καὶ προσηγορίαι διαμένουσιν ἔτι· ἀπολείπουσι δʼ αἱ δυνάμεις ἐνίων, εἰς ἕτερον τόπον τῆς ἀρίστης ἐξαλλαγῆς τυγχανόντων. τυγχάνουσι δʼ οἱ μὲν πρότερον οἱ δʼ ὕστερον, ὅταν ὁ νοῦς ἀποκριθῇ τῆς ψυχῆς· ἀποκρίνεται δʼ ἔρωτι τῆς περὶ τὸν ἥλιον εἰκόνος, διʼ ἧς ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δʼ ἄλλως, ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου περιπολεῖν ἀεὶ καὶ συγγίγνεσθαι ὀρεγομένην [944f] ἀπʼ αὐτοῦ τὸ γονιμώτατον. λείπεται δʼ ἡ τῆς ψυχῆς φύσις ἐπὶ τὴν σελήνην, οἷον ἴχνη τινὰ βίου καὶ ὀνείρατα διαφυλάττουσα· καὶ περὶ ταύτης ὀρθῶς ἡγοῦ λελέχθαι τὸ “ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται·” οὐδὲ γὰρ εὐθὺς οὐδὲ τοῦ σώματος ἀπαλλαγεῖσα τοῦτο πέπονθεν, ἀλλʼ ὕστερον, ὅταν ἔρημος καὶ μόνη τοῦ νοῦ ἀπαλλαττομένη γένηται. καὶ Ὅμηρος ὧν εἶπε πάντων μάλιστα δὴ κατὰ θεὸν εἰπεῖν ἔοικε περὶ τῶν καθʼ Ἅιδου

τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,
εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσιν.