ἀλλʼ ἐὰν μὲν ἐκ φαύλου γένηται χρηστός, ὥσπερ εὐεκτικὸς ἐκ νοσώδους, ἀφεῖται τῆς τοῦ γένους ποινῆς, οἷον ἐκποίητος[131] τῆς κακίας γενόμενος. νέῳ δʼ εἰς ὁμοιότητα μοχθηροῦ γένους ἀναφερομένῳ προσήκει δήπουθεν ὡς χρέα κληρονομίας διαδέχεσθαι τῆς πονηρίας τὴν κόλασιν. οὐ γὰρ Ἀντίγονός γε διὰ Δημήτριον οὐδὲ τῶν ποθʼ ἡρώων[132] Φυλεὺς διʼ Αὐγέαν [563a] οὐδὲ Νέστωρ διὰ Νηλέα δίκας ἔδωκεν· ἐκ κακῶν μὲν γὰρ ἀγαθοὶ δʼ ἦσαν· ἀλλʼ ὅσων ἡ φύσις ἔστερξε καὶ προσήκατο τὸ συγγενές, τούτων ἡ δίκη διώκουσα τὴν ὁμοιότητα τῆς κακίας ἐπεξῆλθεν.[133] ὡς γὰρ ἀκροχορδόνες καὶ μελάσματα καὶ φακοὶ πατέρων ἐν παισὶν ἀφανισθέντες ἀνέκυψαν ὕστερον ἐν υἱωνοῖς καὶ θυγατριδοῖς· καὶ γυνή τις Ἑλληνὶς τεκοῦσα βρέφος μέλαν, εἶτα κρινομένη μοιχείας ἐξανεῦρεν αὑτὴν Αἰθίοπος οὖσαν γενεὰν τετάρτην· τῶν δὲ Πύθωνος τοῦ Νισίβεως; παίδων, ὃς ἔναγχος τέθνηκε, λεγομένου τοῖς Σπαρτοῖς προσήκειν, εἷς[134] ἐξανήνεγκε λόγχης τύπον ἐν τῷ σώματι, διὰ χρόνων τοσούτων [563b] ἀνασχούσης καὶ ἀναδύσης ὥσπερ ἐκ βυθοῦ τῆς πρὸς τὸ γένος ὁμοιότητος· οὕτω πολλάκις ἤθη καὶ πάθη ψυχῆς αἱ πρῶται κρύπτουσι γενέσεις καὶ καταδύουσιν ὕστερον δέ ποτε καὶ διʼ ἑτέρων ἐξήνθησε καὶ ἀπέδωκε τὸ οἰκεῖον εἰς κακίαν καὶ ἀρετὴν ἡ φύσις. ”