[21] “ἡμεῖς δʼ ἀρτίως μὲν ἠγανακτοῦμεν ὡς ὀψὲ [562e] καὶ βραδέως τῶν πονηρῶν δίκην διδόντων· νῦν δʼ ὅτι καὶ πρὶν ἀδικεῖν ἐνίους τὴν ἕξιν αὐτῶν κολούει καὶ τὴν διάθεσιν, ἐγκαλοῦμεν, ἀγνοοῦντες ὅτι τοῦ γενομένου πολλάκις τὸ μέλλον καὶ τὸ λανθάνον τοῦ προδήλου χεῖρόν ἐστι καὶ φοβερώτερον, οὐ δυνάμενοι δὲ συλλογίζεσθαι τὰς αἰτίας, διʼ ἃς ἐνίους μὲν καὶ ἀδικήσαντας ἐᾶν βέλτιόν ἐστιν ἐνίους δὲ καὶ· διανοουμένους προκαταλαμβάνειν· ὥσπερ ἀμέλει καὶ φάρμακα ἐνίοις μὲν οὐχ ἁρμόζει νοσοῦσιν, ἐνίοις δὲ λυσιτελεῖ καὶ μὴ νοσοῦσιν ἐπισφαλέστερον ἐκείνων [562f] ἔχουσιν. ὅθεν οὐδὲ πάντα
τὰ τῶν τεκόντων[130] σφάλματʼ εἰς τοὺς ἐκγόνους
οἱ θεοὶ τρέπουσιν