ὁ δὲ Πορηδόριξ[88] κατακοπεὶς ἄταφος ἐξεβέβλητο, καὶ τῶν φίλων οὐδεὶς ἐτόλμησε προσελθεῖν· γύναιον δὲ Περγαμηνόν, ἐγνωσμένον ἀφʼ ὥρας ζῶντι[89] τῷ Γαλάτῃ παρεκινδύνευσε θάψαι καὶ περιστεῖλαι [259d] τὸν νεκρόν· ᾔσθοντο δʼ οἱ φύλακες καὶ συλλαβόντες ἀνήγαγον πρὸς τὸν βασιλέα. λέγεται μὲν οὖν τι καὶ πρὸς τὴν ὄψιν αὐτῆς παθεῖν ὁ Μιθριδάτης, νέας παντάπασι καὶ ἀκάκου τῆς παιδίσκης φανείσης· ἔτι δὲ μᾶλλον ὡς ἔοικε τὴν αἰτίαν γνοὺς ἐρωτικὴν οὖσαν ἐπεκλάσθη καὶ συνεχώρησεν ἀνελέσθαι καὶ θάψαι τὸν νεκρὸν ἐσθῆτα καὶ κόσμον ἐκ τῶν ἐκείνου λαβοῦσαν.