Pular para o conteúdo

Γυναικῶν ἀρεταί

Plutarch · Parte 24

[24] Θεαγένης ὁ Θηβαῖος, Ἐπαμεινώνδᾳ καὶ Πελοπίδᾳ καὶ τοῖς ἀρίστοις ἀνδράσι τὴν αὐτὴν ὑπὲρ τῆς πόλεως λαβὼν διάνοιαν, ἔπταισε περὶ τὴν κοινὴν τύχην τῆς Ἑλλάδος ἐν Χαιρωνείᾳ, κρατῶν ἤδη καὶ διώκων τοὺς κατʼ αὐτὸν ἀντιτεταγμένους. ἐκεῖνος [259e] γὰρ ἦν ὁ πρὸς τὸν ἐμβοήσαντα, “μέχρι ποῦ διώκεις;” ἀποκρινάμενος, “μέχρι Μακεδονίας.”

ἀποθανόντι δʼ αὐτῷ περιῆν ἀδελφὴ μαρτυροῦσα κἀκεῖνον ἀρετῇ γένους καὶ φύσει μέγαν ἄνδρα καὶ λαμπρὸν γενέσθαι· πλὴν ταύτῃ γε καὶ χρηστὸν ἀπολαῦσαί τι τῆς ἀρετῆς ὑπῆρξεν, ὥστε κουφότερον, ὅσον τῶν κοινῶν ἀτυχημάτων εἰς αὐτὴν ἦλθεν, ἐνεγκεῖν.