[2] ἔναγχος οὖν ἀναγιγνωσκομένου τοῦ συγγράμματος, [1107f] εἷς τῶν ἑταίρων, Ἀριστόδημος ὁ Αἰγιεύς, οἶσθα γὰρ τὸν ἄνδρα τῶν ἐξ Ἀκαδημείας οὐ ναρθηκοφόρον ἀλλʼ ἐμμανέστατον ὀργιαστὴν Πλάτωνος, οὐκ οἶδʼ ὅπως παρὰ τὸ εἰωθὸς ἐγκαρτερήσας σιωπῇ καὶ παρασχὼν ἑαυτὸν ἀκροατὴν ἄχρι τέλους κόσμιον, ὡς τέλος ἔσχεν ἡ ἀνάγνωσις “εἶεν” ἔφη “τίνα τούτῳ μαχούμενον ἀνίσταμεν ὑπὲρ τῶν φιλοσόφων; οὐ γὰρ ἄγαμαι τὸ τοῦ Νέστορος, ἑλέσθαι δέον ἐκ τῶν ἐννέα τὸν ἄριστον, ἐπὶ τῇ τύχῃ ποιουμένου καὶ διακληροῦντος,” “ἀλλʼ ὁρᾷς, ἔφην, ὅτι κἀκεῖνος ἐπὶ τὸν κλῆρον ἑαυτὸν ἔταξεν, ὥστε τοῦ φρονιμωτάτου βραβεύοντος γενέσθαι τὸν κατάλογον· [1108a]
ἐκ δʼ ἔθορε κλῆρος κυνέης, ὃν ἄρʼ ἤθελον αὐτοί,
Αἴαντος.