Pular para o conteúdo

Πρὸς Κωλώτην

Plutarch · Parte 1108

οὐ μὴν ἀλλʼ εἰ σὺ προστάττεις ἑλέσθαι, “πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;” ὅρα δὴ καὶ σκόπει, πῶς ἀμυνῇ τὸν ἄνδρα” καὶ ὁ Ἀριστόδημος “ἀλλʼ οἶσθα” ἔφη “τὸ τοῦ Πλάτωνος, ὅτι τῷ παιδὶ χαλεπήνας οὐκ αὐτὸς ἐνέτεινε πληγὰς ἀλλὰ Σπεύσιππον ἐκέλευσεν, εἰπὼν αὐτὸς ὀργίζεσθαι καὶ σὺ τοίνυν παραλαβὼν κόλαζε τὸν ἄνθρωπον ὅπως βούλει· ἐγὼ γὰρ ὀργίζομαι.” [1108b] ταύτὰ δὴ καὶ τῶν ἄλλων παρακελευομένων “λεκτέον μέν” ἔφην “ἄρα, φοβοῦμαι δὲ μὴ δόξω καὶ αὐτὸς ἐσπουδακέναι μᾶλλον ἢ δεῖ πρὸς τὸ βιβλίον ὑπʼ ὀργῆς, διʼ ἀγροικίαν καὶ βωμολοχίαν καὶ ὕβριν τάνθρώπου χόρτον τινὰ προβάλλοντος […] ήσεως· Σωκράτει, καὶ πῶς εἰς τὸ στόμα τὸ σιτίον οὐκ. εἰς τὸ οὖς ἐντίθησιν, ἐρωτῶντος. ἀλλʼ ἴσως ἂν ἐπὶ τούτοις καὶ γελάσειέ τις ἐννοήσας τὴν Σωκράτους πραότητα καὶ χάριν, “ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ” τῶν ἄλλων φιλοσόφων, ἐν οἷς Δημόκριτὸς ἐστι καὶ Πλάτων καὶ Στίλπων καὶ Ἐμπεδοκλῆς καὶ Παρμενίδης καὶ Μέλισσος, οἱ κακῶς [1108c] ἀκηκοότες, οὐ μόνον “αἰσχρὸν σιωπᾶν” ἀλλʼ οὐδʼ ὅσιον ἐνδοῦναί τι καὶ ὑφελέσθαι τῆς ἄκρας ὑπὲρ αὐτῶν παρρησίας, εἰς τοῦτο δόξης φιλοσοφίαν προαγαγόντων. καίτοι τὸ μὲν ζῆν οἱ γονεῖς μετὰ τῶν θεῶν ἡμῖν ἔδωκαν, παρὰ δὲ τῶν φιλοσόφων δίκης καὶ νόμου συνεργὸν οἰόμεθα λόγον ἐπιθυμιῶν κολαστὴν λαβόντες εὖ ζῆν· τὸ δʼ εὖ ζῆν ἐστι κοινωνικῶς ζῆν καὶ φιλικῶς καὶ σωφρόνως καὶ δικαίως. ὧν οὐδὲν ἀπολείπουσιν οἱ περὶ γαστέρα τἀγαθὸν εἶναι βοῶντες οὐκ ἂν δὲ τὰς ἀρετὰς ὁμοῦ πάσας τετρημένου χαλκοῦ πριάμενοι δίχα τῆς ἡδονῆς πάσης πανταχόθεν ἐξελαθείσης· ἐνδεῖν δʼ αὐτοῖς τὸν περὶ θεῶν καὶ ψυχῆς λόγον, ὡς ἡ μὲν ἀπόλλυται διαλυθεῖσα, τοῖς δʼ οὐδενὸς μέλει τῶν καθʼ ἡμᾶς. τοῖς [1108d] μὲν γὰρ ἄλλοις φιλοσόφοις ἐγκαλοῦσιν οὗτοι διὰ τὸ σωφρόνως τὸ ζῆν ἀναιροῦσιν ἐκεῖνοι δὲ τούτοις, ὅτι ζῆν ἀγεννῶς καὶ θηριωδῶς διδάσκουσι.”