[12] “ἐμοὶ μέντοι δοκεῖ μὴ τοῦτο κινεῖν τὸ [1113c] ἐκφορικὸν ὁ Ἐμπεδοκλῆς ἀλλʼ, ὡς πρότερον εἴρηται, πραγματικῶς διαφέρεσθαι περὶ τῆς ἐξ οὐκ ὄντων γενέσεως, ἣν φύσιν τινὲς καλοῦσι δηλοῖ δὲ μάλιστα διὰ τούτων τῶν ἐπῶν
νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι,
οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν,
ἤ τι; καταθνήσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ.