Pular para o conteúdo

Πρὸς Κωλώτην

Plutarch · Parte 1113

οἱ δʼ ὅ τι κεν κατὰ φῶτα μιγὲν φῶς αἰθέρος ἵκῃ
ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων
ἠὲ κατʼ οἰωνῶν, τότε μὲν τὸν […] γενέσθαι· [1113b]
εὖτε δʼ ἀποκρινθῶσι, τὸ δʼ αὖ δυσδαίμονα πότμον
είκαίως καλέουσι νόμῳ δʼ ἐπίφημι καὶ αὐτός.

ἃ ὁ Κωλώτης παραθέμενος οὐ συνεῖδεν, ὅτι φῶτας μὲν καὶ θῆρας καὶ θάμνους καὶ οἰωνοὺς ὁ Ἐμπεδοκλῆς οὐκ ἀνῄρηκεν, ἅ γέ φησι μιγνυμένων τῶν στοιχείων ἀποτελεῖσθαι τοὺς δὲ τῇ συγκρίσει ταύτῃ καὶ διακρίσει “φύσιν” τινὰ καὶ “πότμον δυσδαίμονα” καὶ “θάνατον ἀλοίτην” ἐπικατηγοροῦντας, σφάλλονται διδάξας, οὐκ ἀφείλετο τὸ χρῆσθαι ταῖς εἰθισμέναις φωναῖς περὶ αὐτῶν.”