[21] “ἀλλʼ οὐ γὰρ ἤλπιζον” φησὶ “ταῦτα πείσεσθαι, [112d] οὐδὲ προσεδόκων” ἀλλʼ ἐχρῆν σε προσδοκᾶν καὶ προκατακεκρικέναι τῶν ἀνθρωπείων τὴν ἀδηλότητα καὶ οὐδένειαν, καὶ οὐκ ἂν νῦν ἀπαράσκευος ὥσπερ ὑπὸ πολεμίων ἐξαίφνης ἐπελθόντων ἐλήφθης καλῶς γὰρ ὁ παρὰ τῷ Εὐριπίδῃ[85] Θησεὺς παρεσκευάσθαι φαίνεται πρὸς τὰ τοιαῦτα· ἐκεῖνος γάρ φησιν