ἐγὼ δὲ τοῦτο παρὰ σοφοῦ τινος μαθὼν
εἰς φροντίδας νοῦν[86] συμφορὰς τʼ[87] ἐβαλλόμην,
φυγὰς τʼ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς
θανάτους τʼ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,
ἵνʼ εἴ τι πάσχοιμʼ ὧν ἐδόξαζον φρενί, [112e]
μή μοι νεῶρες[88] προσπεσὸν μᾶλλον δάκοι[89]
οἱ δʼ ἀγεννέστεροι καὶ ἀνασκήτως διακείμενοι οὐδʼ ἀναστροφὴν ἐνίοτε λαμβάνουσι πρὸς τὸ βουλεύσασθαί τι τῶν εὐσχημόνων καὶ συμφερόντων, ἀλλʼ ἐκτρέπονται πρὸς τὰς ἐσχάτας ταλαιπωρίας, τὸ μηδὲν αἴτιον σῶμα τιμωρούμενοι καὶ τὰ μὴ νοσοῦντα κατὰ τὸν Ἀχαιὸν[90] συναλγεῖν, ἀναγκάζοντες.