Pular para o conteúdo

Πραμυθητικὸς πρὸς Ἀπολλώνιον

Plutarch · Parte 17

[17] καθόλου γὰρ χρὴ διανοεῖσθαι πάντα τινὰ καὶ πρὸς αὑτὸν[82] καὶ πρὸς ἄλλον διεξιόντα μετὰ σπουδῆς; ὡς οὐχ ὁ μακρότατος βίος ἄριστος ἀλλʼ ὁ σπουδαιότατος οὐδὲ γὰρ ὁ πλεῖστα κιθαρῳδήσας ἢ [111b] ῥητορεύσας ἢ κυβερνήσας ἀλλʼ ὁ καλῶς ἐπαινεῖται. τὸ γὰρ καλὸν οὐκ ἐν μήκει χρόνου θετέον, ἀλλʼ ἐν ἀρετῇ καὶ τῇ καιρίῳ συμμετρίᾳ τοῦτο γὰρ εὔδαιμον καὶ θεοφιλὲς εἶναι νενόμισται. διὰ τοῦτο γοῦν τοὺς ὑπεροχωτάτους τῶν ἡρώων καὶ φύντας ἀπὸ θεῶν πρὸ γήρως ἐκλιπόντας τὸν βίον οἱ ποιηταὶ παρέδοσαν ἡμῖν, ὥσπερ κἀκεῖνον

ὃν περὶ κῆρι φίλει Ζεὺς τʼ αἰγίοχος καὶ Ἀπόλλων
παντοίην φιλότητʼ, οὐδʼ ἵκετο γήραος; οὐδόν