[15] εἴ γε μὴν ὁ θάνατος τελεία τίς ἐστι φθορὰ καὶ διάλυσις τοῦ τε σώματος καὶ τῆς ψυχῆς τὸ τρίτον γὰρ ἦν τοῦτο τῆς Σωκρατικῆς εἰκασίας, οὐδʼ οὕτω κακόν ἐστιν· ἀναισθησία γάρ τις κατʼ αὐτὸν γίγνεται καὶ πάσης ἀπαλλαγὴ λύπης καὶ φροντίδος. ὥσπερ γὰρ[65] οὔτʼ ἀγαθὸν ἡμῖν ἔπεστιν οὕτως οὐδὲ κακόν· περὶ γὰρ τὸ ὂν καὶ τὸ ὑφεστηκὸς καθάπερ τὸ ἀγαθὸν πέφυκε γίγνεσθαι, τὸν αὐτὸν τρόπον καὶ τὸ κακόν· περὶ δὲ τὸ μὴ ὂν ἀλλʼ ἠρμένον ἐκ τῶν ὄντων οὐδέτερον τούτων ὑπάρχει. εἰς τὴν αὐτὴν οὖν τάξιν οἱ τελευτήσαντες καθίστανται τῇ πρὸ τῆς [109f] γενέσεως. ὥσπερ οὖν οὐδὲν ἦν ἡμῖν πρὸ τῆς γενέσεως οὔτʼ ἀγαθὸν οὔτε κακόν, οὕτως οὐδὲ μετὰ τὴν τελευτήν. καὶ καθάπερ τὰ πρὸ ἡμῶν οὐδὲν ἦν πρὸς ἡμᾶς, οὕτως οὐδὲ τὰ μεθʼ ἡμᾶς οὐδὲν ἔσται πρὸς ἡμᾶς
ἄλγος[66] γὰρ ὄντως οὐδὲν ἅπτεται νεκροῦ.
τὸ[67] γὰρ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω.