ἡ γὰρ αὐτὴ κατάστασίς ἐστι τῇ πρὸ τῆς γενέσεως ἡ μετὰ τὴν τελευτήν. ἀλλʼ οἴει σὺ διαφορὰν εἶναι μὴ γενέσθαι[68] ἢ γενόμενον ἀπογενέσθαι; εἰ μὴ καὶ τῆς οἰκίας καὶ τῆς ἐσθῆτος ἡμῶν μετὰ τὴν φθορὰν ὑπολαμβάνεις τινὰ διαφορὰν εἶναι πρὸς τὸν ὃν οὐδέπω [110a] κατεσκευάσθη χρόνον. εἰ δʼ ἐπὶ τούτων οὐδὲν ἔστι, δῆλον ὡς οὐδʼ ἐπὶ τοῦ θανάτου πρὸς τὴν πρὸ τῆς γενέσεως; κατάστασιν ἔστι διαφορά. χάριεν γὰρ[69] τὸ τοῦ Ἀρκεσιλάου. “τοῦτο” φησὶ “τὸ λεγόμενον κακὸν ὁ θάνατος μόνον τῶν ἄλλων τῶν νενομισμένων κακῶν παρὸν μὲν οὐδένα πώποτʼ ἐλύπησεν, ἀπὸν δὲ καὶ προσδοκώμενον λυπεῖ.” τῷ γὰρ ὄντι πολλοὶ διὰ τὴν οὐδένειαν καὶ τὴν πρὸς τὸν θάνατον διαβολὴν ἀποθνῄσκουσιν, ἵνα μὴ ἀποθάνωσι καλῶς οὖν ὁ Ἐπίχαρμος[70] “συνεκρίθη” φησὶ “καὶ διεκρίθη [110b] καὶ ἀπῆνθεν ὅθεν ἦνθε[71] πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δʼ ἄνω. τί τῶνδε χαλεπόν; οὐδέ ἔν.” ὁ Κρεσφόντης δέ που ὁ παρὰ τῷ Εὐριπίδῃ[72] περὶ τοῦ Ἡρακλέους λέγων
εἰ μὲν γὰρ οἰκεῖ φησί νερτέρας ὑπὸ χθονός
ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν σθένοι
τοῦτο μεταποιήσας εἴποις ἄν
εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονός
ἐν τοῖσιν οὐκέτʼ οὖσιν, οὐδὲν ἂν πάθοι
γενναῖον δὲ καὶ τὸ Λακωνικὸν
νῦν ἄμμες, πρόσθʼ ἄλλοι ἐθάλεον,[73] αὐτίκα δʼ
ἄλλοι,
ὧν ἄμμες γενεὰν οὐκέτʼ ἐποψόμεθα
καὶ πάλιν [110c]
οἳ θάνον οὐ τὸ ζῆν θέμενοι καλὸν οὐδὲ τὸ
θνῄσκειν,
ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι
πάνυ δὲ καλῶς καὶ ὁ Εὐριπίδης[74] ἐπὶ τῶν τὰς μακρὰς νοσηλείας ὑπομενόντων φησὶ
μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν.
οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
[110d] ἡ δὲ Μερόπη λόγους ἀνδρώδεις προφερομένη κινεῖ τὰ θέατρα, λέγουσα τοιαῦτα
τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν,
οὐδʼ ἀνδρὸς ἐστερήμεθʼ ἀλλὰ μυρίαι
τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον
τούτοις γὰρ οἰκείως ἄν τις ταῦτα συνάψειε
ποῦ γὰρ τὰ σεμνὰ κεῖνα, ποῦ δὲ Λυδίας
μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαρὺν[75]
ζεύξας θαλάσσης αὐχένʼ Ἑλλησποντίας; [110e]
ἅπαντες ᾍδαν[76] ἦλθον[77] καὶ Λάθας δόμους,
τῶν χρημάτων ἅμα τοῖς σώμασι διαφθαρέντων.