Pular para o conteúdo

Ἀλκιβιάδης αʹ

Plato · Parte 108

[108a] ΣΩ. ἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον;

ΑΛ. τοσαῦτα.

ΣΩ. οὐκοῦν καὶ τότε ὅτε ἄμεινον;

ΑΛ. πάνυ γε.

ΣΩ. ἀλλὰ μὴν καὶ ᾁδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν;

ΑΛ. δεῖ γάρ.

ΣΩ. οὐκοῦν τότε ὁπότε βέλτιον;

ΑΛ. ναί.

ΣΩ. καὶ τοσαῦθʼ ὅσα βέλτιον;

ΑΛ. φημί.

ΣΩ. τί οὖν; ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπʼ ἀμφοτέροις, [108b] τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ παλαίειν καλῶ γυμναστικόν· σὺ δʼ ἐκεῖνο τί καλεῖς;

ΑΛ. οὐκ ἐννοῶ.

ΣΩ. ἀλλὰ πειρῶ ἐμὲ μιμεῖσθαι. ἐγὼ γάρ που ἀπεκρινάμην τὸ διὰ παντὸς ὀρθῶς ἔχον, ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γιγνόμενον· ἢ οὔ;

ΑΛ. ναί.

ΣΩ. ἡ δὲ τέχνη οὐ γυμναστικὴ ἦν;

ΑΛ. πῶς δʼ οὔ;

[108c] ΣΩ. ἐγὼ δʼ εἶπον τὸ ἐν τῷ παλαίειν βέλτιον γυμναστικόν.

ΑΛ. εἶπες γάρ.

ΣΩ. οὐκοῦν καλῶς;

ΑΛ. ἔμοιγε δοκεῖ.

ΣΩ. ἴθι δὴ καὶ σύ—πρέποι γὰρ ἄν που καὶ σοὶ τὸ καλῶς διαλέγεσθαι—εἰπὲ πρῶτον τίς ἡ τέχνη ἧς τὸ κιθαρίζειν καὶ τὸ ᾁδειν καὶ τὸ ἐμβαίνειν ὀρθῶς; συνάπασα τίς καλεῖται; οὔπω δύνασαι εἰπεῖν;

ΑΛ. οὐ δῆτα.

ΣΩ. ἀλλʼ ὧδε πειρῶ· τίνες αἱ θεαὶ ὧν ἡ τέχνη;

ΑΛ. τὰς μούσας, ὦ Σώκρατες, λέγεις;

[108d] ΣΩ. ἔγωγε. ὅρα δή· τίνα ἀπʼ αὐτῶν ἐπωνυμίαν ἡ τέχνη ἔχει;

ΑΛ. μουσικήν μοι δοκεῖς λέγειν.

ΣΩ. λέγω γάρ. τί οὖν τὸ κατὰ ταύτην ὀρθῶς γιγνόμενόν ἐστιν; ὥσπερ ἐκεῖ ἐγώ σοι τὸ κατὰ τὴν τέχνην ἔλεγον ὀρθῶς, τὴν γυμναστικήν, καὶ σὺ δὴ οὖν οὕτως ἐνταῦθα τί φῄς; πῶς γίγνεσθαι;

ΑΛ. μουσικῶς μοι δοκεῖ.

ΣΩ. εὖ λέγεις. ἴθι δή, καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον καὶ τὸ ἐν τῷ εἰρήνην ἄγειν, τοῦτο τὸ βέλτιον τί [108e] ὀνομάζεις; ὥσπερ ἐκεῖ ἐφʼ ἑκάστῳ ἔλεγες τὸ ἄμεινον, ὅτι μουσικώτερον καὶ ἐπὶ τῷ ἑτέρῳ, ὅτι γυμναστικώτερον· πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ βέλτιον.

ΑΛ. ἀλλʼ οὐ πάνυ τι ἔχω.