Pular para o conteúdo

Ἀλκιβιάδης αʹ

Plato · Parte 107

[107a] ΣΩ. πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων;

ΑΛ. μὰ Δίʼ οὐκ ἔγωγε.

ΣΩ. ἀλλʼ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ;

ΑΛ. οὐδαμῶς.

ΣΩ. οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ.

ΑΛ. οὐ μέντοι.

ΣΩ. ὅταν οὖν περὶ τίνος βουλεύωνται; οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας.

ΑΛ. οὐ δῆτα.

ΣΩ. οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει.

[107b] ΑΛ. ναί.

ΣΩ. οὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται;

ΑΛ. οὔ.

ΣΩ. μάντις γὰρ αὖ ταῦτα ἄμεινον ἢ σύ.

ΑΛ. ναί.

ΣΩ. ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ ἀγεννής.

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος.

ΑΛ. πῶς γὰρ οὔ;

ΣΩ. ἀλλʼ ἐάντε πένης ἐάντε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται, [107c] πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητήσουσιν ἰατρὸν εἶναι τὸν σύμβουλον.

ΑΛ. εἰκότως γε.

ΣΩ. ὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβουλεύσων ὀρθῶς ἀναστήσῃ;

ΑΛ. ὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων, ὦ Σώκρατες.

ΣΩ. τῶν περὶ ναυπηγίας λέγεις, ὁποίας τινὰς χρὴ αὐτοὺς τὰς ναῦς ναυπηγεῖσθαι;

ΑΛ. οὐκ ἔγωγε, ὦ Σώκρατες.

ΣΩ. ναυπηγεῖν γὰρ οἶμαι οὐκ ἐπίστασαι. τοῦτʼ αἴτιον ἢ ἄλλο τι;

ΑΛ. οὔκ, ἀλλὰ τοῦτο.

[107d] ΣΩ. ἀλλὰ περὶ ποίων τῶν ἑαυτῶν λέγεις πραγμάτων ὅταν βουλεύωνται;

ΑΛ. ὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως πραγμάτων.

ΣΩ. ἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι καὶ τίσιν πολεμεῖν καὶ τίνα τρόπον;

ΑΛ. ναί.

ΣΩ. χρὴ δʼ οὐχ οἷς βέλτιον;

ΑΛ. ναί.

[107e] ΣΩ. καὶ τόθʼ ὁπότε βέλτιον;

ΑΛ. πάνυ γε.

ΣΩ. καὶ τοσοῦτον χρόνον ὅσον ἄμεινον;

ΑΛ. ναί.

ΣΩ. εἰ οὖν βουλεύοιντο Ἀθηναῖοι τίσιν χρὴ προσπαλαίειν καὶ τίσιν ἀκροχειρίζεσθαι καὶ τίνα τρόπον, σὺ ἄμεινον ἂν συμβουλεύοις ἢ ὁ παιδοτρίβης;

ΑΛ. ὁ παιδοτρίβης δήπου.

ΣΩ. ἔχεις οὖν εἰπεῖν πρὸς τί ἂν βλέπων ὁ παιδοτρίβης συμβουλεύσειεν οἷς δεῖ προσπαλαίειν καὶ οἷς μή, καὶ ὁπότε καὶ ὅντινα τρόπον; λέγω δὲ τὸ τοιόνδε· ἆρα τούτοις δεῖ προσπαλαίειν οἷς βέλτιον, ἢ οὔ;

ΑΛ. ναί.