Pular para o conteúdo

Parmênides nos testemunhos de Sexto Empírico e Simplício

Parmênides · Parmênides nos testemunhos de Sexto Empírico e Simplício

Parmênides nos testemunhos de Sexto Empírico e Simplício

Do poema de Parmênides não sobreviveu nenhuma cópia. O que existe são versos citados dentro de obras alheias, e duas delas concentram quase tudo: o Contra os Matemáticos de Sexto Empírico, que preserva o proêmio inteiro, e os comentários de Simplício a Aristóteles, que preservam o grosso da via da verdade.

Aqui cada passagem aparece como o comentador a citou, com as variantes, truncamentos e repetições do testemunho, e com o contexto em prosa que a introduz. Uma passagem citada duas vezes aparece duas vezes. A numeração DK é orientação de leitura, não edição crítica: para o texto estabelecido, ver Diels–Kranz, Coxon ou Cordero. Cada passagem termina com o endereço dela na obra, que está inteira neste acervo.[pa1]

Sexto Empírico, Contra os Matemáticos

M. VII 111 — DK 28 B1.1–B7.2

Contexto: … ὁ δὲ γνώριμος αὐτοῦ Παρμενίδης τοῦ μὲν δοξαστοῦ λόγου κατέγνω, φημὶ δὲ τοῦ ἀσθενεῖς ἔχοντος ὑπολήψεις, τὸν δ’ ἐπιστημονικόν, τουτέστι τὸν ἀδιάπτωτον, ὑπέθετο κριτήριον, ἀποστὰς καὶ <αὐτὸς> τῆς τῶν αἰσθήσεων πίστεως. ἐναρχόμενος γοῦν τοῦ Περὶ φύσεως (B 1 Diels) γράφει τοῦτον τὸν τρόπον·

ἵπποι ταί με φέρουσιν, ὅσον τ’ ἐπὶ θυμὸς ἱκάνοι,
πέμπον, ἐπεί μ’ ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι
δαίμονος, ἣ κατὰ πάντ’ ἄστη φέρει εἰδότα φῶτα·
τῇ φερόμην· τῇ γάρ με πολύφραστοι φέρον ἵπποι
ἅρμα τιταίνουσαι, κοῦραι δ’ ὁδὸν ἡγεμόνευον.
ἄξων δ’ ἐν χνοίῃσιν ἵ<ει> σύριγγος
αἰθόμενος δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν
κύκλοις ἀμφοτέρωθεν), ὅτε σπερχοίατο πέμπειν
Ηλιάδες κοῦραι, προλιποῦσαι δώματα Νυκτός,
εἰς φάος, ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας.
ἔνθα πύλαι Νυκτός τε καὶ Ἥματός εἰσι κελεύθων,
καί σφας ὐπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός·
αὐταὶ δ’ αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις·
τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς.
τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν
πεῖσαν ἐπιφραδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα
ἀπτερέως ὤσειε πυλέων ἄπο. ταὶ δὲ θυρέτρων
χάσμ’ ἀχανὲς ποίησαν ἀναπτάμεναι, πολυχάλκους
ἄξονας ἐν σύριγξιν εἰλίξασαι, εἱλίξασαι,[1]
γόμφοις καὶ περόνῃσιν ἀρηρότε· τῇ ῥα δι’ αὐτέων
ἰθὺς ἔχον κοῦραι κατ’ ἀμαξιτὸν ἅρμα καὶ ἵππους.
καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρί
δεξιτερὴν ἕλεν, ὧδε δ’ ἔπος φάτο καί με προσηύδα·
ὦ κοῦρ’ ἀθανάτοισι συνάορος ἡνιόχοισιν,
ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ,
χαῖρ’, ἐπεὶ οὔτι σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι
τήνδ’ ὁδόν ἦ γὰρ ἀπ’ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν),
ἀλλὰ θέμις τε δίκη τε. χρεὼ δέ σε πάντα πυθέσθαι
ἠμὲν Ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ
ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.
ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα,
μηδέ σ’ ἔθος πολύπειρον ὁδὸν κάτα τήνδε βιάσθω
νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν
καὶ γλῶσσαν, κρῖναι δὲ λόγῳ πολύπειρον ἔλεγχον
ἐξ ἐμέθεν ῥηθέντα. μόνος δ’ ἔτι θυμὸς ὁδοῖο
λείπεται.

Segue: ἐν τούτοις γὰρ ὁ Παρμενίδης ἵππους μέν φησιν αὐτὸν φέρειν τἀς ἀλόγους τῆς ψυχῆς ὁρμάς τε καὶ ὀρέξεις, κατὰ δὲ τὴν πολύφημον ὁδὸν τοῦ δαίμονος πορεύεσθαι τὴν κατὰ τὸν φιλόσοφον λόγον θεωρίαν, ὃς λόγος προπομποῦ δαίμονος τρόπον ἐπὶ τὴν ἁπάντων ὁδηγεῖ γνῶσιν. κούρας δ’ αὐτοῦ προάγειν τὰς αἰσθήσεις, ὧν …

Na obra: Sexto Empírico, Adversus Mathematicos (Mutschmann–Mau), urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1:7.111

M. IX 9 — DK 28 B13

Contexto: … ὁ δὲ Παρμενίδης (B 13 Diels) ῥητῶς ἀποφηνάμενος

πρώτιστον μὲν ἔρωτα θεῶν μητίσατο πάντων.

Segue: δόξαι δ’ ἄν, ὡς προεῖπον, καὶ ὁ ᾿Εμπεδοκλῆς τοιοῦτος εἷναι· …

Na obra: Sexto Empírico, Adversus Mathematicos (Mutschmann–Mau), urn:cts:greekLit:tlg0544.tlg002.1st1K-grc1:9.9

Simplício, Comentário à Física de Aristóteles

In Phys. 38,30 — DK 28 B8.50–51

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … πῦρ καὶ γῆν, τὴν μὲν γῆν ὡς ὕλην ὑποτιθεὶς τὸ δὲ πῦρ ὡς ποιητικὸν αἴτιον· καὶ ὀνομάζει, φησί, τὸ μὲν πῦρ φῶς, τὴν δὲ γῆν σκότος’’. καὶ εἰ μὲν κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ τὰ φαινόμενα οὕτως ὁ Ἀλέξανδρος ἐξεδέξατο, ὡς ὁ Παρμενίδης βούλεται δοξαστὸν τὸ αἰσθητὸν καλῶν, εὖ ἄν ἔχοι· εἰ δὲ ψευδεῖς πάντη τοὺς λόγους οἴεται ἐκείνους καὶ εἰ ποιητικὸν αἴτιον τὸ φῶς ἢ τὸ πῦρ νομίζει λέγεσθαι, οὐ καλῶς οἴεται. συμπληρώσας γὰρ τὸν περὶ τοῦ νοητοῦ λόγον ὁ Παρμενίδης ἐπάγει ταυτί, ἅπερ καὶ πρότερον παρεθέμην·

[38.30] ἐν τῷ σοι παύσω πιστὸν λόγον ἠδὲ νόημα
ἀμφὶς ἀληθείης, δόξας δ’ ἀπὸ τοῦδε βροτείους
μάνθανε, κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων.[2]
[39.1] μορφὰς γὰρ κατέθεντο δό γνώμας ὀνομάξειν.
τῶν μίαν οὐ χρεών ἐστιν, ἐν ᾧ πεπλανημένοι εἰσίν.
ἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο
χωρὶς ἀπ’ ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ
[39.5] ἤπιον † ἀραιὸν ἐλαφρὸν ἑωυτῷ πάντοσε
τῷ δ’ ἑτέρῳ μὴ τὠυτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτὸ
τἀντία νύκτ’ ἀδαῆ πυκινὸν δέμας ἐμβριθές τε.
τόν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω,
ὡς οὐ μή ποτέ τις σε βροτῶν γνώμη παρελάσσῃ.

Segue: δοξαστὸν οὖν καὶ ἀπατηλὸν τοῦτον καλεῖ τὸν λόγον οὐχ ὡς ψευδῆ ἁπλῶς, ἀλλ’ ὡς ἀπὸ τῆς νοητῆς ἀληθείας εἰς τὸ φαινόμενον καὶ δοκοῦν τὸ αἰσθητὸν ἐκπεπτωκότα. μετ’ ὀλίγα δὲ πάλιν περὶ τῶν δυεῖν στοιχείων εἰπὼν ἐπάγει καὶ τὸ ποιητικὸν λέγων οὕτως …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:38.30

In Phys. 39,15 — DK 28 B12.1–B13

Contexto: … δοξαστὸν οὖν καὶ ἀπατηλὸν τοῦτον καλεῖ τὸν λόγον οὐχ ὡς ψευδῆ ἁπλῶς, ἀλλ’ ὡς ἀπὸ τῆς νοητῆς ἀληθείας εἰς τὸ φαινόμενον καὶ δοκοῦν τὸ αἰσθητὸν ἐκπεπτωκότα. μετ’ ὀλίγα δὲ πάλιν περὶ τῶν δυεῖν στοιχείων εἰπὼν ἐπάγει καὶ τὸ ποιητικὸν λέγων οὕτως

αἱ γὰρ στεινότεραι πλῆντο πυρὸς ἀκρήτοιο,
[39.15] αἱ δ’ ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα.
ἐν δὲ μέσῳ τούτων δαίμων ἣ πάντα κυβερνᾷ.
ταύτην καὶ θεῶν αἰτίαν εἶναί φησι λέγων
πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσσατο πάντων

Segue: καὶ τὰ ἑξῆς. καὶ τὰς ψυχὰς πέμπειν ποτὲ μὲν ἐκ τοῦ ἐμφανοῦς εἰς τὸ ἀειδές, ποτὲ δὲ ἀνάπαλίν φησιν. ἀλλὰ ταῦτα μὲν διὰ τὴν πολλὴν νῦν ἄγνοιαν τῶν παλαιῶν γραμμάτων μηκύνειν ἀναγκάζομαι. εἰκότως δὲ ἓν λέγοντες τὸ ὃν καὶ ἀκίνητον ἔλεγον, εἴπερ περὶ φυσικῶν διελέγοντο. συνεισήγετο γὰρ τῇ κινήσει καὶ τὸ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:39.10

In Phys. 40,1 — DK 28 B8.26–28

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … τὰ ἑξῆς. καὶ τὰς ψυχὰς πέμπειν ποτὲ μὲν ἐκ τοῦ ἐμφανοῦς εἰς τὸ ἀειδές, ποτὲ δὲ ἀνάπαλίν φησιν. ἀλλὰ ταῦτα μὲν διὰ τὴν πολλὴν νῦν ἄγνοιαν τῶν παλαιῶν γραμμάτων μηκύνειν ἀναγκάζομαι. εἰκότως δὲ ἓν λέγοντες τὸ ὃν καὶ ἀκίνητον ἔλεγον, εἴπερ περὶ φυσικῶν διελέγοντο. συνεισήγετο γὰρ τῇ κινήσει καὶ τὸ καθ’ ὃ ἡ κίνησις, εἴτε κατὰ ποιότητα εἴτε κατὰ ποσότητα ἢ κατ’ ἄλλο τι, συνεισήγετο δὲ καὶ ὁ τόπος, εἴπερ ἦν φυσικὴ κίνησις, ἄλλος ὢν παρὰ τὸ κινούμενον. ἀλλ’ ὁ μὲν Παρμενίδης περὶ τοῦ νοητοῦ λέγων ὄντος·

αὐτὰρ ἀκίνητον, φησί, μεγάλων ἐν πείρασι δεσμῶν
ἐστὶν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος[3]
[40.1] τῇδε μάλ’ ἐπλάγχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής.

Segue: καὶ τὴν αἰτίαν δὲ τῆς ἀκινησίας ἐπάγει …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:39.25

In Phys. 40,5 — DK 28 B8.30–33

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … καὶ τὴν αἰτίαν δὲ τῆς ἀκινησίας ἐπάγει

οὕτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη
πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει,
[40.5] οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι·
ἔστι γὰρ οὐκ ἐπιδευές, † μὴ ἐὸν δὲ ἂν παντὸς

Segue: ὡς γὰρ τὸ μὴ ὄν, φησίν, ἐνδεὲς πάντων ἐστίν, οὕτως τὸ ὃν ἀνενδεὲς καὶ τέλειον. τὸ δὲ κινούμενον ἐνδεὲς ἐκείνου δι’ ὃ κινεῖται· τὸ ἄρα ὃν οὐ κινεῖται. καὶ Μέλισσος δὲ ἀκίνητον αὐτὸ ἀπέδειξε κατὰ τὴν αὐτὴν πάλιν ἔν. νοιαν διὰ τοῦ δεῖν, εἰ κινοῖτο τὸ ὂν, εἶναί τι κενὸν τοῦ ὄντος εἰς ὃ ὑποχωρήσει τὸ ὄν· …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:40.1

In Phys. 41,5 — DK 28 B8.50–51

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … ς δὲ τοὺς περὶ Θαλῆν καὶ Ἀναξίμανδρον καὶ Ἀναξιμένην καὶ Ἀναξαγόραν καὶ Δημόκριτον καὶ τοὺς τοιούτους’. παραιτοῦμαι δὲ κἀν- ταῦθα τὸν Ἀλέξανδρον πρότερον μὲν εἰπόντα ὅτι τοὺς φυσικοὺς ἀντιδιέστειλε πρὸς τοὺς ἓν καὶ ἀκίνητον λέγοντας, ὕστερον δὲ ὅτι ἔθος Ἀριστοτέλει φυσικοὺς καλεῖν τοὺς περὶ τῆς ἀληθείας φιλοσοφοῦντας, ἐπεὶ καὶ τῆς φυσικῆς τὸ τέλος οὐ πρᾶξις ἀλλὰ γνῶσίς ἐστι. τίς γὰρ ἠγνόει ὅτι καὶ Παρμενίδης, ἅ) πρὸς ὃν ἀντιδιεστάλθαι λέγει τοὺς φυσικούς, περὶ τῆς ἀληθείας ἐφιλοσόφει λέγων σαφῶς

ἐν τῷ σοι παύσω πιστὸν λόγον ἠδὲ νόημα
ἀμφὶς ἀληθείης;

Segue: οὔσης δὲ καὶ ἄλλης διαιρέσεως ἐπὶ τῶν μίαν τὴν ἀρχὴν λεγόντων εἴτε ἀκίνητον εἴτε κινουμένην τῆς εἰς τὸ ἄπειρον καὶ τὸ πεπερασμένον διαιρούσης καὶ γὰρ τῶν μίαν καὶ ἀκίνητον λεγόντων ἄπειρον αὐτὴν ὁ Μέλισσός φησιν ἐστὶν] ἐν τούτοις “ὅτε τοίνυν οὐκ ἐγένετο ἔστι δέ, ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ ἀρ|χὴν οὐκ ἔ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:41.5

In Phys. 52,20 — DK 28 B8.43

Contexto: … δάκνων τε καὶ ἀπορεῖν ποιῶν, ὡς ἐν Σοφιστικοῖς ἐλέγχοις εἴρηται. ἀλλ’ ἑνός, φησίν, ἀτόπου δοθέντος, τὰ ἄλλα συμβαίνει. καὶ γὰρ καὶ ἀκίνητον ἀνάγκη εἶναι, εἰ ἕν ἐστι καὶ οὕτως ἓν ὡς αὐτὸ μόνον εἶναι· κινούμενον γὰρ καὶ κίνησιν καὶ μεταβολὴν ἕξει καὶ τὸ πόθεν ποῖ, εἴτε ἀπὸ διαθέσεως εἰς διάθεσιν εἴτε ἀπὸ τόπου εἰς τόπον εἴτε ὁπωσοῦν· καὶ ἄπειρον δὲ ἀνάγκη εἶναι· πέρας γὰρ ἔχον ἕξει τό τε πέρας καὶ τὸ περατούμενον. τοιγαροῦν καὶ ὁ Πλάτων’ ἐκ τοῦ ὅλον καὶ σφαίρᾳ ὅμοιον εἰπεῖν τὸ ὂν τὸν Παρμενίδην |

πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,

Segue: δείκνυσιν ὅτι οὐκ ἔστιν ἕν, ἔχον μέσον καὶ ἔσχατα καὶ μέρη. γέγραπται δὲ ἐν Σοφιστῇ τάδε “εἰ τοίνυν ὅλον ἐστὶν ὥσπερ καὶ Παρμενίδης λέγει …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:52.20

In Phys. 52,25 — DK 28 B8.43

Contexto: … δείκνυσιν ὅτι οὐκ ἔστιν ἕν, ἔχον μέσον καὶ ἔσχατα καὶ μέρη. γέγραπται δὲ ἐν Σοφιστῇ τάδε “εἰ τοίνυν ὅλον ἐστὶν ὥσπερ καὶ Παρμενίδης λέγει

πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,
μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὗτε τι μεῖζον
οὕτε τι βαιότερον πελέναι χρεών ἐστι τῇ ἢ τῇ,

Segue: τοιοῦτον γε ὃν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν· ἢ πῶς; οὕτως. Ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ πᾶν τε ὂν καὶ ὅλον < ἓν> εἶναι. Τί δὲ οὔ; To δὲ πεπονθὸς ταῦτ’ ἆρα οὐκ αὐτό γε τὸ ἓν αὐτὸ εἶναι; …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:52.25

In Phys. 78,1 — DK 28 B6.4

Contexto: … μηδέποτε ἱέν ταὐτῷ μένον’, οὐδὲ τότε ὂν ἄν λέγοιτο κυρίως, ἀλλὰ γινόμενον καὶ φθειρόμενον διὰ τὴν συνεχῆ ῥοὴν τὴν πάντα ἐναλλάσσουσαν• ἣν ὁ Ἡράκλειτος ᾐνίξατο διὰ τοῦ ἱείς τὸν αὐτὸν ποταμὸν δὶς μὴ ἄν ἐμβὴναι’ τῇ ἐνδελεχεῖ τοῦ ποταμοῦ ῥοῇ τὴν γένεσιν ἀπεικάζων πλέον τὸ μὴ ὂν ἔχουσαν τοῦ ὄντος· τὸ γὰρ ὄν, ὥς φησιν ὁ Παρμενίδης, ἄλλα ἔχει σημεῖα. κάλλιον δὲ αὐτῶν ἀκούειν τῶν περὶ τοῦ κυρίως ὄντος ὑπ’ αὐτοῦ λεγομένων καὶ ἀποδεικνυμένων. μεμψάμενος γὰρ τοῖς τὸ ὂν καὶ τὸ μὴ ὂν συμφέρουσιν ἐν τῷ νοητῷ

οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται κοὐ ταὐτὸν,

Segue: καὶ ἀποστρέψας τῆς ὁδοῦ τῆς τὸ μὴ ὂν ζητούσης …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:78.1

In Phys. 78,5 — DK 28 B7.2

Contexto: … καὶ ἀποστρέψας τῆς ὁδοῦ τῆς τὸ μὴ ὂν ζητούσης

ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα,
ἐπάγει
μοῦνος δ’ ἔτι μῦθος ὁδοῖο
λείπεται, ὡς ἔστι. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι
πολλὰ μάλα·

Segue: καὶ παραδίδωσι λοιπὸν τὰ τοῦ κυρίως ὄντος σημεῖα· …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:78.5

In Phys. 78,15 — DK 28 B8.4

Contexto: … καὶ παραδίδωσι λοιπὸν τὰ τοῦ κυρίως ὄντος σημεῖα·

ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν,
οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον,
οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἐστιν ὁμοῦ πᾶν
[78.15] ἓν συνεχές· τίνα γὰρ γέννην διζήσεαι αὐτοῦ;
τῆ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ἐόντος ἐάσω
φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν
ἐστὶν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν
ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φῦν;
[78.20] οὕτως ἢ πάμπαν πέλεναι χρεών ἐστιν ἢ οὐχί,
οὐδέ ποτ’ ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχὺς
γίνεσθαί τι παρ’ αὐτό. τοῦ εἵνεκεν οὔτε γενέσθαι
οὔτ’ ὄλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδησιν.

Segue: ταῦτα δὴ περὶ τοῦ κυρίως ὄντος λέγων ἐναργῶς ἀποδείκνυσιν, ὅτι ἀγένῆτον τοῦτο τὸ ὄν· οὔτε γὰρ ἐξ ὄντος, οὐ γὰρ προὐπῆρχεν ἄλλο ὄν· οὔτε ἐκ τοῦ μὴ ὄντος, οὐδὲ γὰρ ἔστι τὸ μὴ ὄν. καὶ διὰ τί δὴ τότε, ἀλλὰ μὴ καὶ πρότερον ἢ ὕστερον ἐγένετο; ἀλλ’ οὐδὲ ἐκ τοῦ πῇ μὲν ὄντος πῇ δὲ μὴ ὄντος, ὡς τὸ γενητὸν γίν …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:78.5

In Phys. 80,1 — DK 28 B8.26

Contexto: … μὴ ὂν ἄν οἴχοιτο, μέμφεται τοῖς λέγουσιν, εἰ μεταβάλλοι τὸ ἁπλῶς ὂν καὶ κυρίως ὄν, φθείρεσθαι. εἰ μὲν γὰρ τοιόνδε ὃν ἦν, ἐξιστάμενον τοῦ τοιοῦδε οὐδὲν ἐκώλυε τὸ 003E; ἄλλο τοιόνδε• ἐπεὶ δὲ ἁπλῶς ὄν, ἐξιστάμενον τούτου τί ἄν γένοιτο; πῶς < δ᾿> ἄν ἐκεῖνο τὸ ὂν ἀλλοιοῖτο ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον, τὸ μήτε αὐτὸ συμβεβηκὸς ἄλλῳ μήτε ἄλλο τι συμβεβηκὸς ἔχον, ἀλλ’ αὐτὸ τοῦτο ὃν ὅπερ ἐστί; καλῶς οὖν ὁ Παρμενίδης προδείξας διὰ τῶν πρότερον εἰρημένων ὅτι ἀγένητον καὶ ἄφθαρτόν ἐστι τὸ ὄν, ἐπήγαγεν

αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν[4]
[80.1] ἐστὶν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος

Segue: ἐξ οὗ καὶ δῆλον, ὅτι ἄλλο τὸ αἰσθητὸν οἶδεν, ἐν ᾧ γένεσις καὶ ὄλεθρος, καὶ ἄλλο τὸ νοητὸν ὄν. καὶ Μέλισσος δὲ τὸ ἀκίνητον δείκνυσι προανελὼν τὸ κενὸν τοῦ ὄντος, τουτέστι τὸ μὴ ὄν. εἰ γὰρ ἐκινεῖτο, φησί, τὸ ὄν, ἦν ἄν τι κενὸν τοῦ ὄντος εἰς ὃ ἐκινεῖτο τὸ ὄν. ἀλλ’ οὐκ ἔστι· πλῆρες γάρ ἐστι τὸ ὄν. γράφε …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:79.30

In Phys. 86,20 — DK 28 B8.25

Contexto: … Θαυμάζω δὲ ἔγωγε τοῦ Ἀριστοτέλους πρὸς ἐκεῖνα τοῦ ἑνὸς τὰ σημαινόμενα ἀντειρηκότος, ἃ καὶ ὁ Παρμενίδης τῷ ἑνὶ ὄντι προσεῖναί φησι· καὶ γὰρ συνεχὲς αὐτὸ ἀνυμνεῖ

τῷ ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει,

Segue: καὶ ἀδιαίρετόν ἐστιν, …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:86.20

In Phys. 86,20 — DK 28 B8.22

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … καὶ ἀδιαίρετόν ἐστιν,

ἐπεὶ πᾶν ἐστιν ὁμοῖον.

Segue: ἀλλὰ καὶ τὸ πάντων ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον τὸν τοῦ ὄντος ὁ Παρμενίδης φησὶν ἐν τούτοις …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:86.20

In Phys. 86,25 — DK 28 B6.1

Contexto: … ἀλλὰ καὶ τὸ πάντων ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον τὸν τοῦ ὄντος ὁ Παρμενίδης φησὶν ἐν τούτοις

χρὴ τὸ λέγειν τε νοεῖν τ’ ἐὸν ἔμμεναι· ἔστι γὰρ εἶναι,
μηδὲν δ’ οὐκ ἔστιν.

Segue: εἰ οὖν ὅπερ ἄν τις ἢ εἴπῃ ἢ νοήσῃ τὸ ὄν ἐστι, πάντων εἷς ἔσται λόγος ὁ 30 τοῦ ὄντος, …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:86.25

In Phys. 86,25 — DK 28 B8.36–38

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … εἰ οὖν ὅπερ ἄν τις ἢ εἴπῃ ἢ νοήσῃ τὸ ὄν ἐστι, πάντων εἷς ἔσται λόγος ὁ 30 τοῦ ὄντος,

οὐδὲν γὰρ ἔστιν ἢ ἔσται πάρεξ]
ἄλλο πάρεξ τοὐ ἐόντος, ἐπεὶ τό γε μοῖρ’ ἐπέδησεν

Segue: οὖλον ἀκίνητόν τ’ ἔμεναι• τῷ πάντ’ ὄνομ’ ἔσται. καὶ τὰ ἐπαγόμενα δὲ ὑπὸ τοὐ Ἀριστοτέλους ὡς ἄτοπα ταύταις ταῖς ὑποθέσεσι δέξαιντο ἄν οἱ ἄνδρες ἐκεῖνοι, εἴ τις εὐγνωμόνως αὐτῶν ἀκούσειεν. ἀδιαίρετον γὰρ ὂν τὸ παρ’ αὐτοῖς ἓν ὂν οὔτε πεπερασμένον οὔτε ἄπειρον ὡς σῶμα ἔσται• καὶ γὰρ καὶ ὁ Παρμενίδης τὰ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:86.25

In Phys. 87,15 — DK 28 B8.34

Contexto: … καὶ ὁ Μέλισσος “ἔν ἐόν, φησί, δεῖ αὐτὸ σῶμα μὴ ἔχειν. εἰ δὲ ἔχοι πάχος, ἔχοι ἄν μόρια καὶ οὐκέτι ἕν εἴη.’’ καὶ τὸ ἀδιαίρετον οὖν τὸ πέῥᾶς οὐχ ὡς πέρας ἕξει σώματος, ἀλλ’ ὡς τέλος πάντων καὶ ἀρχὴν τῶν ὄντων, καὶ ἀπλῶς οὕτως ὡς καὶ Ἀριστοτέλης τὸν παρ’ αὐτῷ νοῦν ἤτοι τὸ πρῶτον αἴτιον ἕν τε εἶναί φησιν, “οὐκ ἀγαθὸν πολυκοιρανίη’’ βοῶν, καὶ ἀμέριστον δεικνὺς καὶ ἀκίνητον καὶ τέλος πάντων καὶ τὸ αὐτὸ νοῦν καὶ νοητὸν καὶ νόησιν, καὶ τοῦτο οὐ παρὰ Πλάτωνος μόνου ἀλλὰ καὶ παρὰ Παρμενίδου λαβὼν λέγοντος,

ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα.
[87.15] οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφατισμένον ἐστίν,
εὑρήσεις τὸ νοεῖν.

Segue: ἕνεκα γὰρ τοῦ νοητοῦ, ταὐτὸν δὲ εἰπεῖν τοῦ ὄντος, ἐστὶ τὸ νοεῖν τέλος ὂν αὐτοῦ. ἀλλὰ καὶ τὸ ὅλον καὶ τὰ μέρη καὶ τὸ συνεχὲς ὡς ἐπὶ σώματος λαμβάνων ὁ Ἀριστοτέλης τὰ ἄτοπα ἐπήγαγεν. εἰ δὲ κατὰ τὴν ἐκείνων ἔννοιαν λαμβάνοιντο, δέξαιντο ἂν ἐν τάξει τινὶ τοῦ ὄντος καὶ τὸ μέρη ἔχειν, εἴπερ ὅλον αὐτό φησι …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:87.10

In Phys. 87,20 — DK 28 B8.25

Contexto: … ἕνεκα γὰρ τοῦ νοητοῦ, ταὐτὸν δὲ εἰπεῖν τοῦ ὄντος, ἐστὶ τὸ νοεῖν τέλος ὂν αὐτοῦ. ἀλλὰ καὶ τὸ ὅλον καὶ τὰ μέρη καὶ τὸ συνεχὲς ὡς ἐπὶ σώματος λαμβάνων ὁ Ἀριστοτέλης τὰ ἄτοπα ἐπήγαγεν. εἰ δὲ κατὰ τὴν ἐκείνων ἔννοιαν λαμβάνοιντο, δέξαιντο ἂν ἐν τάξει τινὶ τοῦ ὄντος καὶ τὸ μέρη ἔχειν, εἴπερ ὅλον αὐτό φησιν “οὗλον μουνογενές τέ’ καὶ τὸ διὰ τὴν συνέχειαν ἐπ’ ἄπειρον εἶναι διαιρετόν,

τῷ ξυνεχὲς πᾶν ἐστιν• ἐὸν γὰρ ἐόντι πελάζει.

Segue: σαφέστερον δὲ τοῦτο τὸ ἄτοπον ὁ παρὰ τῷ Πλάτωνι Παρμενίδης ἐπὶ τοῦ ἑνὸς ὄντος προσήκατο κατὰ τὴν δευτέραν τῶν ὑποθέσεων εἰπών “Τί οὖν, τῶν μορίων ἑκάτερον τούτων τοὐ ἑνὸς ὄντος, τό τε ἓν καὶ τὸ ὄν, ἆρα ἀπολείπεσθον ἢ τὸ ἓν τοῦ εἶναι μόριον ἢ τὸ ὂν τοῦ ἑνὸς μορίου; οὐκ ἂν εἴη. πάλιν ἄρα καὶ τῶν μορίω …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:87.20

In Phys. 89,20 — DK 28 B8.43

Contexto: … λέγοντος, ὡς ἔστιν ὄνομά τι, λόγον οὐκ ἄν ἔχον. Πῇ; Τιθείς τε τοὔνομα τοῦ πράγματος ἕτερον δύο λέγει πού τινε. Ναί. Καὶ μὴν ἄν ταὐτόν γε αὐτῷ τιθῇ τοὔνομα ἢ μηδενὸς ὄνομα ἀναγκασθήσεται λέγειν· εἰ δέ τινος αὐτὸ φήσει, συμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλου δὲ οὐδενὸς ὄν. οὕτως. Καὶ τὸ ἕν γε ἑνὸς ἓν ὂν μόνον, καὶ τοῦ ὀνόματος αὗ τὸ ἓν ὄν. ’Ανάγκη. Τί δέ; τὸ ὅλον ἕτερον τοῦ ὄντος ἑνὸς ἢ ταὐτὸν φήσουσι τούτῳ; Πῶς γὰρ οὐ φήσουσί τε καὶ φασίν; Εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει

πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,
μεσσόθεν ίσοπαλὲς πάντῃ• τὸ γὰρ οὔτε τι μεῖζον
οὔτε τι βαιότερον πέλεναι χρεών ἐστι τῇ ἢ τῇ,

Segue: τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πάσα ἀνάγκη μέρη ἔχειν· ἢ πῶς; οὕτως. Ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ πᾶν τε ὂν καὶ ὅλον ἓν εἶναι. Τί δ’ οὔ; Τὸ δὲ πεπονθὸς ταῦτα, ἆρα οὐκ ἀδύνατον αὐτό γε τὸ ἓν αὐτὸ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:89.20

In Phys. 107,25 — DK 28 B8.44

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … ν τὸ γενόμενον ἀρχὴν ἔχει’, καὶ ἡ κατὰ τὴν ἀντιστροφὴν δὲ γινομένη πρότασις ἡ λέγουσα ‘ τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει οὐ μόνον κατὰ τὸ εἶδος τῆς ἀντιστροφῆς ἡμαρτῆσθαι δοκεῖ ἀπὸ τοῦ ἡγουμένου γινομένη, ἀλλὰ καὶ αὐτὴ ψευδὴς εἶναι, εἴ τις πάλιν τὴν ἀρχὴν κατὰ τὸ πρᾶγμα λάβοι ἀλλὰ μὴ κατὰ τὸν χρόνον. ἥλιος γὰρ καὶ σελήνη καὶ οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ καὶ αὐτὸς ὁ ὅλος κόσμος, ἀγένητα ὄντα κατὰ τὸν χρόνον, ἔχει ὅμως ἀρχὴν τὴν κατὰ τὸ πρᾶγμα πεπερασμένα ὄντα. καὶ Παρμενίδης δὲ ἀγένητον ἀποφαίνων τὸ ὂν

μεσσόθεν ἰσοπαλὲς πάντῃ

Segue: ποιεῖ· τὸ δὲ τοιοῦτον πεπερασμένον ὂν ἀρχὴν ἔχει τὴν κατὰ τὸ πρᾶγμα. ὥστε ἄμφω ψευδεῖς αἱ προτάσεις· δέδεικται δὲ καὶ τὸ σχῆμα ἀσυλλόγιστον. …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:107.25

In Phys. 116,30 — DK 28 B2.3–B2.5

Contexto: … Εἰ δέ τις ἐπιθυμεῖ καὶ αὐτοῦ τοῦ Παρμενίδου ταύτας λέγοντος ἀκοῦσαι τὰς προτάσεις, τὴν μὲν τὸ παρὰ τὸ ὂν οὐκ ὂν καὶ οὐδέν’ λέγουσαν, ἥτις ἡ αὐτή ἐστι τῇ τὸ ὂν μοναχῶς λέγεσθαι, εὑρήσει ἐν ἐκείνοις τοῖς ἔπεσιν·

ἡ μὲν ὅπως ἔστι τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι
πειθοῦς ἐστι κέλευθος ἄλη θείη γὰρ ὀπηδεῖ),
[116.30] ἡ δ’ ὡς οὐκ ἔστι τε καὶ ὡς χρεών ἐστι μὴ εἶναι
τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν.
οὔτε γὰρ ἄν γνοίης τό γε μὴ ἐόν οὐ γὰρ ἀνυστόν)[5]
[117.1] οὔτε φράσαις.

Segue: ὅτι δὲ ἡ ἀντίφασις οὐ συναληθεύει, δι’ ἐκείνων λέγει τῶν ἐπῶν, δι’ ὧν 5 μέμφεται τοῖς εἰς ταὐτὸ συνάγουσι τὰ ἀντικείμενα. εἰπὼν γάρ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:116.25

In Phys. 117,5 — DK 28 B6.4

Contexto: … ὅτι δὲ ἡ ἀντίφασις οὐ συναληθεύει, δι’ ἐκείνων λέγει τῶν ἐπῶν, δι’ ὧν 5 μέμφεται τοῖς εἰς ταὐτὸ συνάγουσι τὰ ἀντικείμενα. εἰπὼν γάρ

ἔστι γὰρ εἶναι,
[117.5] μηδὲν δ’ οὐκ ἔστι, τά γ’ ἐγὼ φράζεσθαι ἄνωγα,
πρώτης γάρ σ’ ἀφ’ ὁδοῦ ταύτης <εἴργω>,
<ἐπάγει>
αὐτὰρ ἔπειτ’ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδέν
πλάττονται δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν
[117.10] στήθεσιν ἰθύνει πλαγκτὸν νόον. οἱ δὲ φοροῦνται
κωφοὶ ὁμῶς τυφλοί τε τεθηπότες ἄκριτα φῦλα,
οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται
κοὐ ταὐτόν, πάν|των δὲ παλίντροπός ἐστι κέλευθος.

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:117.1

In Phys. 120,20 — DK 28 B8.4

Contexto: … τα ἕτερά ἐστι, καὶ ὅτι τὰ ἕτερα κεχώρισται ἀλλήλων, ἐδόκουν δεικνύναι αὐτὸν αὑτοῦ κεχωρ·ισμένον ἕκαστον. ἐπεὶ γὰρ ἄλλος μὲν λόγος Σωκράτους μουσικοῦ, ἄλλος δὲ Σωκράτους λευκοῦ, εἴη ἂν καὶ Σωκράτης αὐτὸς αὑτοῦ κεχωρισμένος. δῆλον δὲ ὅτι κατὰ μὲν τὸ ὑποκείμενον, καθ’ ὃ καὶ ἔστι Σωκράτης, ὁ αὐτός ἐστι, κατὰ δὲ τὰ συμβεβηκότα ἕτερος, ὥσπερ καὶ ἓν καὶ πολλὰ κατ’ ἄλλο καὶ ἄλλο. ὅτι μέντοι Παρμενίδης μάλιστα πάντων οὐκ ἠγνόει τὴν τοιαύτην διαφορὰν δῆλον, εἴπερ ἓν λέγων τοσαῦτα κατηγόρει αὐτοῦ. ἔστι γὰρ

οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον

Segue: καὶ ἀκίνητον καὶ ἀίδιον καὶ ἀδιαίρετον καὶ μυρία ἄλλα, ἅπερ διὰ τὴν ἀδιάκριτὸν τούτων ἐκεῖ ἕνωσιν τῶν κατηγορηθέντων αὐτοῦ ἓν πάντα ἦν ὡς πάντων ἑνὶ αἰτίῳ τῶν μετ’ αὐτὸ διακριθέντων, ἀφ’ ὧν ἐπ’ ἐκεῖνο τὰς διακεκριμένας κατηγορίας ἀναφέρομεν. τὸν μέντοι κανόνα αὐτὸν οὐδαμοῦ Παρμενίδης ἐξήνεγκεν· οὐδὲ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:120.20

In Phys. 126,20 — DK 28 B8.43

Contexto: … Ἐφεξῆς ὅτι οὐδὲ πεπερασμένον ἢ ἄπειρον δεῖ λέγειν τὸ ἓν ὂν δείκνυσιν, ἅμα πρὸς Παρμενίδην καὶ πρὸς Μέλισσον ὑπαντῶν. εἰ γὰρ ὅν ἐστι, φησί, τὸ ὄν, οὐδὲ μέγεθος ἕξει. μέγεθος δὲ μὴ ἔχον, δῆλον ὅτι οὐδὲ I πεπερασμένον οὐδὲ ἄπειρον ἔσται· ὁ δὲ Παρμενίδης καὶ μέ- γεθος αὐτοῦ κατηγορεῖν αὐτόθεν δοκεῖ καὶ τῷ ὅλον εἶναι καὶ μέρη ἔχειν λέγων

πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ
μεσσόθεν ἰσοπαλές.

Segue: ὅτι οὖν εἰ ἕν ἐστιν οὐχ ἕξει μέγεθος δῆλον, εἴπερ τὸ μὲν ἓν οὐκ ἔστι πολλὰ οὐδὲ ἔχει πολλά, τὸ δὲ μέγεθος ἔχον μέρη ἔχει· τὸ δὲ μέρη ἔχον πολλὰ ἔχει καὶ πολλά ἐστι, διότι τῶν μερῶν ἑκάστῳ τερον τὸ εἶναι· οἷς δὲ ἕτερον τὸ εἶναι, ταῦτα διαφέρουσι ἀλλήλων καὶ πολλά ἐστιν. ἀλλ’ οὕτως μὲν ὡς πρὸς τὸ ἕτερ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:126.20

In Phys. 127,30 — DK 28 B8.43 (citação livre)

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … τέστι κατὰ τὸν ὁρισμόν. δείξας οὖν κατὰ τὸ μέγεθος καὶ τὴν εἰς τὰ μέρη τούτου διάληψιν πλείω καὶ ἀνομοειδῆ γινόμενον τὸ ὄν, εἴπερ ἕτερος ἑκάστου τῶν μερῶν ὁ λόγος, ἐπήνεγκε λοιπὸν καὶ τὴν κατὰ τὸν ὁρισμόν’’ ἐν δὴ τούτοις ὡς ἀποδείξαντος τοῦ Ἀριστοτέλους μέγεθος ἔχειν τὸ ὅπερ ὂν οὕτως ὁ Ἀλέξανδρος ἐξηγήσατο, καίτοι τοὐναντίον οὐδὲ μέγεθος ἕξει, φησί, τὸ ὄν, εἴπερ ὅπερ ὄν ἐστι. μήποτε οὖν τὴν μὲν ἐκείνων ὑπόθεσιν ὑποθέμένος τὸ ἓν εἶναι τὸ ὄν, ἀναιρεῖ ἐκ ταύτης τὸ πεπερασμένον ἢ ἄπειρον "/> εἶναι ἢ

μεσσόθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,

Segue: ὡς ὁ Παρμενίδης φησί· τὰ γὰρ τοιαῦτα μέγεθος ὄντα καὶ διαιρεθέντα πολλά ἐστι καὶ οὐχ ἕν. διὰ δὲ τοῦ καὶ τοῦτο ὅπερ ὑποτίθενται ἓν ὃν τὸ ὅπερ ὂν διαιρεῖσθαι. κατὰ τὸν ὁρισμὸν εἰς ὅπερ ὄντα δείκνυσιν ὅτι οὐκ ἔστιν ὅν, ὡς ἄφυκτον αὐτοῖς πανταχόθεν τὸν ἔλεγχον ποιεῖν δυνάμει συλλογιζόμενον οὕτως κατὰ τὴ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:127.30

In Phys. 135,20 — DK 28 B7.1–B7.2

Contexto: … Ἀλλὰ πρὸς μὲν τὸν Ἀλέξανδρον ἀρκεῖ τὴν Πλάτωνος παραθέσθαι ῥῆσιν, ἧς αὐτὸς Ἀλέξανδρος ἐμνημόνευσε, δεικνῦσαν οἶμαι σαφῶς, ὡς Πλάτων’ οὐ τὸ ἁπλῶς μὴ ὄν, ἀλλὰ τὸ τὶ μὴ ὂν εἰσῆγεν. ἔχει δὲ ἡ ῥῆσις ὧδε· “Οἶσθα οὖν ὅτι Παρμενίδῃ μακροτέρως τῆς ἀπορρήσεως ἠπιστήκαμεν; Τίδή δή; Πλεῖον ἢ κεῖνος ἀπεῖπε σκοπεῖν ἡμεῖς εἰς τὸ πρόσθεν ἐπιζητήσαντες ἀπεδείξαμεν αὐτῷ. Πῶς; Ὅτι ὁ μέν πού φησιν

οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα,
ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα. 5

Segue: Λέγει γὰρ οὖν οὕτως. Ἡμεῖς δέ γε οὐ μόνον ὡς ἔστι τὰ μὴ ὄντα ἀπεδείξαμεν, ἀλλὰ καὶ τὸ εἶδος ὃ τυγχάνει ὂν τοῦ ὄντος ἀπεφηνάμεθα. τὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὖσάν τε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα, τὸ πρὸς τὸ ὂν ἑκάστου μόριον αὐτῆς ἀντιτιθέμενον ἐτολμήσαμεν εἰπεῖν ὡς α …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:135.20

In Phys. 137,15 — DK 28 B8.43

Contexto: … δὲ πρὸς τὸν Ἀλέξανδρον λέγω καὶ τὸν Πορφύριον, ὅτι οὐκ ἂν οὕτω σάφ’ ὡς τοῦ Πλάτωνος τὸ τὶ μὴ ὂν λέγοντος εἶναι τὸ ὑπ’ αὐτοῦ εἰσαγόμενον, ὡς τὸ ἁπλῶς μὴ ὂν εἰσάγοντι ὁ Ἀριστοτέλης ἐνεκάλει. καὶ ἔτι μέντοι οὐκ ἂν πρὸς Πλάτωνα ἐν τούτοις ἀποτείνοιτο ὡς μάτην δείσαντα. εἰ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, μὴ πάντα ἓν εἴη, καὶ διὰ τοῦτο τὸ μὴ ὂν εἰσάγοντα. οὐ γὰρ διὰ τοῦ τὸ μὴ ὂν εἰσαγαγεῖν πολλὰ τὰ ὄντα δείκνυσιν ὁ Πλάτων’, ἀλλὰ τοῦτο μὲν ἔδειξεν ἄλλο μὲν τὸ ἕν, ἄλλο δὲ τὸ ὂν ἀποδείξας καὶ ἐκ τοὐ ὁλομελὲς εἶναι

πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, 45
μεσσόθεν ἰσοπαλές.

Segue: τὸ δὲ μὴ ὂν ἐδεήθη † δὲ καὶ τὸν σοφιστὴν ‘εἰδωλοποιὸν’ εἰπών, τὸ δὲ εἴδωλον ψεῦδός τι ἔχειν, ψεῦδος δὲ μὴ εἶναι, εἰ μὴ τὸ μὴ ὂν ἔστιν. ὁ γὰρ " ψευδόμενος ἢ τὸ ὂν μὴ εἶναι λέγει ἢ τὸ μὴ ὂν εἶναι. …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:137.15

In Phys. 142,35 — DK 28 B8.1

Contexto: … Ἀλλ’ ἐπειδὴ πρὸς πέρας ἤδη τῶν πρὸς Παρμενίδην λόγων ἀφίγμεθα, καλῶς ἂν ἔχοι τήν τε Παρμενίδου δόξαν αὐτοῦ περὶ τοῦ ἑνὸς ὄντος ὡς σύμμετρον τοῖς προκειμένοις ἀνιχνεῦσαι καὶ τὰς ἀντιλογίας πρὸς τί γεγόνασιν ἐπισκέψασθαι. ὅτι μὲν οὖν οὐ τῶν γινομένων τι καὶ φθειρομένων ὁ Παρμενίδης τὸ ἓν ὂν τίθεται, δηλοῖ τὸ σημεῖον αὐτοῦ ἓν τὸ ἀγένητον ἄφθαρτον λέγον, ἐν οἷς φησι

μόνος δ’ ἔτι μῦθος ὁδοῖο
[142.35] λείπεται ὡς ἔστι. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι
πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν.

Segue: οὐ μὴν οὐδὲ σωματικὸν ὅλως τὸ ἓν ὃν εἶναι βούλεται, εἴπερ ἀδιαίρετον αὐτό " φησι λέγων …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:142.30

In Phys. 143,1 — DK 28 B8.22

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … οὐ μὴν οὐδὲ σωματικὸν ὅλως τὸ ἓν ὃν εἶναι βούλεται, εἴπερ ἀδιαίρετον αὐτό " φησι λέγων

οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον.

Segue: ὥστ’ οὐδὲ τῷ οὐρανῷ ἐφαρμόττει τὰ παρ’ αὐτοῦ λεγόμενα, ὥς τινας ὑπολαβεῖν ὁ Εὔδημός φησιν ἀκούσαντας τοῦ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:143.1

In Phys. 143,5 — DK 28 B8.43

Contexto: … ὥστ’ οὐδὲ τῷ οὐρανῷ ἐφαρμόττει τὰ παρ’ αὐτοῦ λεγόμενα, ὥς τινας ὑπολαβεῖν ὁ Εὔδημός φησιν ἀκούσαντας τοῦ

πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ.

Segue: οὐ γὰρ ἀδιαίρετος ὁ οὐρανός, ἀλλ’ οὐδὲ ὅμοιος σφαίρᾳ, ἀλλὰ σφαῖρά ἐστιν ἡ τῶν φυσικῶν ἀκριβεστάτη. ὅτι δὲ οὐδὲ ψυχικὸν τὸ ἓν ὂν ὁ Παρμενίδης λέγει, δηλοῖ τὸ ἀκίνητον αὐτὸ φάναι …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:143.5

In Phys. 143,10 — DK 28 B8.38

Contexto: … οὐ γὰρ ἀδιαίρετος ὁ οὐρανός, ἀλλ’ οὐδὲ ὅμοιος σφαίρᾳ, ἀλλὰ σφαῖρά ἐστιν ἡ τῶν φυσικῶν ἀκριβεστάτη. ὅτι δὲ οὐδὲ ψυχικὸν τὸ ἓν ὂν ὁ Παρμενίδης λέγει, δηλοῖ τὸ ἀκίνητον αὐτὸ φάναι

[143.10] οἶον. ἀκίνητον τελέθει· τῷ πάντ’ ὄνομα εἶναι,

Segue: τῆς ψυχικῆς οὐσίας καὶ κατὰ τοὺς ’Eλεατικοὺς κίνησιν ἐχούσης. λέγει δὲ καὶ ὁμοῦ πᾶν εἶναι τὸ ὄν …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:143.10

In Phys. 143,10 — DK 28 B8.5

Contexto: … τῆς ψυχικῆς οὐσίας καὶ κατὰ τοὺς ’Eλεατικοὺς κίνησιν ἐχούσης. λέγει δὲ καὶ ὁμοῦ πᾶν εἶναι τὸ ὄν

ἐπεὶ νῦν ἐστιν ὁμοῦ πᾶν,

Segue: καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:143.10

In Phys. 143,15 — DK 28 B8.29

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν

ταὐτὸν ὂν ἐν ταὐτῷ τε μένον καθ’ ἑαυτό τε κεῖται.

Segue: καὶ δηλονότι καὶ κατ’ οὐσίαν καὶ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν ἔχει τό τε ‘ὁμοῦ πᾶν’ καὶ τὸ ‘κατὰ ταὐτά’, ἅπερ ἐπέκεινα τῆς ψυχικῆς ὑποστάσεως. μήποτε δὲ οὐδὲ νοερὸν αὐτό φησι· τὸ μὲν γὰρ νοερὸν κατὰ τὴν ἀπὸ τοῦ νοητοῦ διάκρισιν καὶ τὴν πρὸς τὸ νοητὸν ἐπιστροφὴν ὑπέστη, τὸ δὲ ἓν ὂν ταὐτὸν εἶναί φη …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:143.15

In Phys. 143,20 — DK 28 B8.34

Contexto: … καὶ δηλονότι καὶ κατ’ οὐσίαν καὶ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν ἔχει τό τε ‘ὁμοῦ πᾶν’ καὶ τὸ ‘κατὰ ταὐτά’, ἅπερ ἐπέκεινα τῆς ψυχικῆς ὑποστάσεως. μήποτε δὲ οὐδὲ νοερὸν αὐτό φησι· τὸ μὲν γὰρ νοερὸν κατὰ τὴν ἀπὸ τοῦ νοητοῦ διάκρισιν καὶ τὴν πρὸς τὸ νοητὸν ἐπιστροφὴν ὑπέστη, τὸ δὲ ἓν ὂν ταὐτὸν εἶναί φησι νοεῖν τε καὶ νοητὸν καὶ νοῦν δηλονότι γράφων οὕτως,

ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα.
οὐ γὰρ ἄνευ τοῦ ἐόντος τουτέστι τοῦ νοητοῦ), ἐν ᾧ πεφατισμενον

Segue: εὑρήσεις τὸ νοεῖν. ἔτι δὲ τὸ νοερὸν διακεκριμένον ἐστὶν εἰς εἴδη, ὥσπερ τὸ νοητὸν τὴν τῶν εἰδῶν διάκρισιν προείληφεν. ὅπου δὲ διάκρισις, ἐκεῖ καὶ ἑτερότης· ταύτης δὲ οὔσης καὶ τὸ μὴ ὂν παραφαίνεται. τὸ γὰρ ἕτερον οὐκ ἔστιν ὅπερ τὸ ἕτερον, ὁ δὲ Παρμενίδης τὸ μὴ ὂν ἐκ τοῦ ἑνὸς ὄντος παντάπασιν ἐξορίζε …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:143.20

In Phys. 144,1 — DK 28 B7.1–B7.2

Contexto: … εὑρήσεις τὸ νοεῖν. ἔτι δὲ τὸ νοερὸν διακεκριμένον ἐστὶν εἰς εἴδη, ὥσπερ τὸ νοητὸν τὴν τῶν εἰδῶν διάκρισιν προείληφεν. ὅπου δὲ διάκρισις, ἐκεῖ καὶ ἑτερότης· ταύτης δὲ οὔσης καὶ τὸ μὴ ὂν παραφαίνεται. τὸ γὰρ ἕτερον οὐκ ἔστιν ὅπερ τὸ ἕτερον, ὁ δὲ Παρμενίδης τὸ μὴ ὂν ἐκ τοῦ ἑνὸς ὄντος παντάπασιν ἐξορίζει.

οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα,[6]
[144.1] ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα.

Segue: ἀλλ’ οὐδὲ κοινότητά τινα εἶναι βούλεται τὸ ἓν ὄν, οὕτε τὴν ὑστερογενῆ καὶ ἐξ ἀφαιρέσεως ἐν ταῖς ἡμετέραις ἐννοίαις ὑφισταμένην οὔτε γὰρ ἀγένητὸς οὔτε ἀνώλεθρός ἐστιν αὕτη), ἀλλ’ οὐδὲ ἡ ἐν τοῖς πράγμασίν ἐστι κοινότης· αἰσθητὴ γὰρ αὕτη καὶ τῶν δοξαστῶν καὶ ἀπατηλῶν, περὶ ὧν ὕστερον λέγει, καὶ ἄλλη πα …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:143.30

In Phys. 145,5 — DK 28 B8.4

Contexto: … καὶ πέρατι τῶν πάντων ἑστάναι. εἰ δὲ τοῦτό ἐστιν οὗ ἕνεκα τὸ νοεῖν, δῆλον ὅτι τὸ νοητόν ἐστι· τοῦ γὰρ νοητοῦ ἕνεκα καὶ τὸ νοεῖν καὶ ὁ νοῦς. εἰ δὲ ταὐτὸν ἐν ταὐτῶ καὶ τὸ νοεῖν καὶ τὸ νοητόν, ἄφατος ἂν εἴη ἡ τῆς ἑνώσεως ὑπερβολή. καὶ εἴ τῳ μὴ δοκῶ γλίσχρος, ἡδέως ἂν τὰ περὶ τοῦ ἑνὸς ὄντος ἔπη τοῦ Παρμενίδου μηδὲ πολλὰ ὄντα τοῖσδε τοῖς ὑπομνήμασι παραγράψαιμι διά τε τὴν πίστιν τῶν ὑπ’ ἐμοῦ λεγομένων καὶ διὰ τὴν σπάνιν τοῦ Παρμενιδείου συγγράμματος· ἔχει δὲ οὑτωσὶ τὰ μετὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν·

μοῦνος δ’ ἔτι μῦθος ὁδοῖο[7]
λείπεται, ὡς ἔστι. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι
πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν,
οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον.
[145.5] οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται, ἐπεὶ νῦν ἐστιν ὁμοῦ πᾶν
ἓν συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ;
πῇ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ὄντος ἐάσω
φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν
ἐστὶν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν
[145.10] ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φ.ῦν;
οὕτως ἢ πάμπαν πέλεναι χρεών ἐστιν ἢ οὐχί.
οὐδέ ποτ’ ἐκ μὴ ὄντος ἐφήσει πίστιος ἰσχὺς
γίγνεσθαί τι παρ’ αὐτό. τοῦ εἵνεκεν οὔτε γενέσθαι
οὔτ’ ὄλλυσθαι ἀνῆκε δίκη χαλάσασα πέδησιν,
[145.15] ἀλλ’ ἔχει.

Segue: ἡ δὲ κρίσις περὶ τούτων ἐν τῷδ’ ἔνεστιν· …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:145.1

In Phys. 145,20 — DK 28 B8.16–B8.43

Contexto: … ἡ δὲ κρίσις περὶ τούτων ἐν τῷδ’ ἔνεστιν·

ἔστιν ἢ οὐκ ἔστιν· κέκριται δ’ οὖν ὥσπερ ἀνάγκη,
τὴν μὲν ἐᾶν ἀνόητον, ἀνώνυμον οὐ γὰρ ἀληθὴς
ἐστὶν ὁδός), τὴν δ’ ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι.
[145.20] πῶς δ’ ἄν ἔπειτα πέλοι τὸ ἐόν, πῶς δ’ ἄν κε γένοιτο;
εἰ γὰρ ἔγεντ’ οὐκ ἔστ’ οὐδ’ εἴ ποτε μέλλει ἔσεσθαι.
τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος.
οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον·
οὐδέ τι τῇ μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι,
[145.25] οὐδέ τι χειρότερον, πᾶν δ’ ἔμπλεον ἐστιν ἐόντος.
τῷ ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει.
αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν
ἔστιν ἄναρχον, ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος[8]
[146.1] τῇδε μάλ’ ἐπλάγχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής.[9]
ταὐτόν τ’ ἐν ταὐτῷ τε μένον καθ’ ἑαυτό τε κεῖται.
χοὔτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη
πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει.
[146.5] οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι.
ἔστι γὰρ οὐκ ἐπιδευές, μὴ ὂν δ’ ἄν παντὸς ἐδεῖτο.
ταὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα.
οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφατισμένον ἐστίν,
εὑρήσεις τὸ νοεῖν. οὐδ’ εἰ χρόνος ἐστὶν ἢ ἔσται
[146.10] ἄλλο πάρεξ τοῦ ἐόντος. ἐπεὶ τό γε μοῖρ’ ἐπέδησεν
οὖλον ἀκίνητόν τ’ ἔμεναι. τῷ πάντ’ † ὠνόμασται
ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ,
γίγνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐχί,
καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν.
[146.15] αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστὶ
πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,
μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον
οὔτε τι βαιότερον πέλεναι χρεών ἐστι τῇ ἢ τῇ.
οὔτε γὰρ οὔτ’ ἐὸν ἔστι, τό κεν παύῃ μιν ἱκνεῖσθαι
[146.20] εἰς ὁμόν, οὔτ’ ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος
τῇ μᾶλλον τῇ δ’ ἧσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον·
† οἱ γὰρ πάντοθεν ἶσον, ὁμῶς ἐν πείρασι κύρει.
ἐν τῷ σοι παύω πιστὸν λόγον ἠδὲ νόημα
ἀμφὶς ἀληθείης· δόξας δ’ ἀπὸ τοῦδε βροτείας
[146.25] μάνθανε, κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων.

Segue: ταῦτα μὲν οὖν τὰ περὶ τοῦ ἑνὸς ὄντος ἔπη τοῦ Παρμενίδου. μεθ’ ἃ λοιπὸν περὶ τῶν δοξαστῶν διαλέγεται ἄλλας ἀρχὰς ἐν ἐκείνοις ὑποτιθέμενος, ὧν καὶ Ἀριστοτέλης ἐν τοῖς ἑξῆς μνημονεύει λέγων “καὶ γὰρ Παρμενίδης θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ, ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν’’. εἰ δ’ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:145.15

In Phys. 146,30 — DK 28 B8.43

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … ταῦτα μὲν οὖν τὰ περὶ τοῦ ἑνὸς ὄντος ἔπη τοῦ Παρμενίδου. μεθ’ ἃ λοιπὸν περὶ τῶν δοξαστῶν διαλέγεται ἄλλας ἀρχὰς ἐν ἐκείνοις ὑποτιθέμενος, ὧν καὶ Ἀριστοτέλης ἐν τοῖς ἑξῆς μνημονεύει λέγων “καὶ γὰρ Παρμενίδης θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ, ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν’’. εἰ δ’

[146.30] εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ

Segue: τὸ ἓν ὄν φησι, μὴ θαυμάσῃς· διὰ γὰρ τὴν ποίησιν καὶ μυθικοῦ τινος παράπτεται πλάσματος. τί οὖν διέφερε τοῦτο εἰπεῖν ἢ ὡς ’Oρφεὺς εἶπεν ὤεον ἀργύφεον’’; καὶ δῆλον ὅτι τινὰ μὲν τῶν εἰρημένων ὁλοσχερέστερον λεγόμενα καὶ ἄλλοις ἐφαρμόττει τοῖς μετ’ αὐτό· ὥσπερ τὸ “ἀγέντητον καὶ ἀνώλεθρον’’ καὶ τῇ ψυχῇ κ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:146.30

In Phys. 162,20 — DK 28 B8.6–10

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … δὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἀλλὰ πάντα τὰ γινόμενα ἐξ ὄντος τὴν γένεσιν ἔχειν. καὶ γὰρ καὶ Παρμενίδης ὅτι ἀγένητον τὸ ὄντως ὂν ἔδειξεν ἐκ τοῦ μήτε ἐξ ὄντος αὐτὸ γίνεσθαι οὐ γὰρ ἦν τι πρὸ αὐτοῦ ὄν) μήτε ἐκ τοῦ μὴ ὄντος· δεῖ γὰρ ἔκ τινος γίνεσθαι· τὸ δὲ μὴ ὂν οὐδέν ἐστι. τὴν δὲ αἰτίαν τοῦ δεῖν πάντως ἐξ ὄντος γίνεσθαι τὸ γινόμενον, θαυμαστῶς ὁ Παρμενίδης προσέθηκεν. ὅλως γάρ, φησίν, εἰ ἐκ τοῦ μὴ ὄντος, τίς ἡ ἀποκλήρωσις τοῦ τότε γενέσθαι, ὅτε ἐγένετο, ἀλλὰ μὴ πρότερον ἢ ὕστερον; γράφει δὲ οὕτως·

τίνα γὰρ γέννην διζήσεαι αὐτοῦ;
πῇ πόθεν αὐξηθέν; οὕτ’ ἐκ μὴ ἐόντος ἐάσω
[162.20] φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν
ἐστὶν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν 30
ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φῦν;

Segue: καὶ Μέλισσος δὲ τὸ ἀγένητον τοῦ ὄντος ἔδειξε τῷ κοινῷ τούτῳ χρησάμενος ἀξιώματι. γράφει δὲ οὕτως· “ἀεὶ ἦν ὅ τι ἦν καὶ ἀεὶ ἔσται. εἰ γὰρ ἐγένετο, ἀναγκαῖόν ἐστι πρὶν γενέσθαι εἶναι μηδέν. † εἰ τύχοι νῦν μηδὲν ἦν, οὐδαμὰ ἄν γένοιτο οὐδὲν ἐκ μηδενός.” τοῦτο οὖν ὡς ἀξίωμα προλαβὼν ὁ Ἀναξαγόρας τὸ μηδὲν …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:162.15

In Phys. 180,5 — DK 28 B8.53

Contexto: … καὶ τὸ πόσαι· εἰ γὰρ ἐναντίαι, δύο πάντως αἱ ἀνωτάτω. δείκνυσι δὲ ὅτι ἐναντίαι αἱ ἀρχαί, δηλονότι τῶν φυσικῶν πραγμάτων αἱ στοιχειώδεις, πρῶτον ἐκ τῆς πάντων σχεδὸν τῶν φυσικῶν κατὰ τοῦτο συμφωνίς, κἂν ἐν τοῖς ἄλλοις διαφωνῶσι. καὶ γὰρ οἱ ἓν τὸ ὂν καὶ ἀκίνητον λέγοντες, ὥσπερ Παρμενίδης, καὶ οὗτοι τῶν φυσικῶν ἐναντίας ποιοῦσι τὰς ἀρχάς. καὶ γὰρ οὗτος ἐν τοῖς πρὸς δόξαν θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ. ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν καὶ φῶς καὶ νύκτα ἤτοι σκότος. λέγει γὰρ μετὰ τὰ περὶ ἀληθείας·

μορφὰς γὰρ κατέθεντο 1 δύο γνώμας ὀνομάζειν,[10]
τῶν μίαν οὐ χρεών ἐστιν, ἐν ᾧ πεπλανημένοι εἰσίν·
ἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο
χωρὶς ἀπ’ ἀλλήλων, τῆ μὲν φλογὸς αἰθέριον πῦρ
[180.5] ἤπιον † ἀραιὸν ἐλαφρὸν ἑαυτῷ πάντοσε τωυτόν,
τῷ δ’ ἑτέρῳ μὴ τὠυτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτὸ
τἀντία νύκτ’ ἀδαῆ πυκινὸν δέμας ἐμβριθές τε.

Segue: καὶ μετ’ ὀλίγα πάλιν· …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:180.1

In Phys. 180,10 — DK 28 B9.1

Contexto: … καὶ μετ’ ὀλίγα πάλιν·

αὐτὰρ ἐπειδὴ πάντα φάος καὶ νὺξ ὀνομασταὶ
[180.10] καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσί τε καὶ τοῖς,
πᾶν πλέον ἐστὶν ὁμοῦ φάεος καὶ νυκτὸς ἀφάντου,
ἴσων ἀμφοτέρων, ἐπεὶ οὐδετέρῳ μέτα μηδέν.

Segue: εἰ δὲ μηδετέρῳ μέτα μηδέν, καὶ ὅτι ἀρχαὶ ἄμφω καὶ ὅτι ἐναντίαι, δηλοῦται· καὶ οἱ ἓν δὲ καὶ κινούμενον τὴν ἀρχὴν ὑποθέμενοι, ὡς Θαλῆς καὶ Ἀναξιμένης , μανώσει καὶ πυκνώσει τὴν γένεσιν ποιοῦντες, ἐναντίας καὶ οὗτοι ἀρχὰς ἔθεντο τὴν μάνωσιν καὶ τὴν πύκνωσιν. ποιεῖ δὲ καὶ Δημόκριτος τὰ ἐναντία ἀρχὰς τὸ …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:180.5

In Phys. 244,1 — DK 28 B7.1–B7.2

Contexto: … οῦ μεγάλου παρὰ τὸ μέγα ὂν οὐ μέγα εἶναι λέγει καὶ ἄλλα τοιαῦτα προσθεὶς ἐπάγει· “ούκοῦν, ὡς ἔοικεν, ἡ τῆς θατέρου μορίου φύσεως καὶ τῆς τοῦ ὄντος πρὸς ἄλληλα ἀντικειμένων ἀντίθεσις οὐθὲν ἧττον, εἰ θέμις εἰπεῖν, αὐτοῦ τοῦ ὄντος οὖσά ἐστιν, οὐκ ἐναντίον ἐκείνῳ σημαίνουσα, ἀλλὰ τοσοῦτον μόνον ἕτερον ἐκείνου; Σαφέστατά γε. τίνα οὖν αὐτὴν προσείπωμεν; Δῆλον ὅτι τὸ μὴ ὄν, ὃ διὰ τὸν σοφιστὴν ἐζητοῦμεν, αὐτό ἐστι τοῦτο’’. δῆλον δὲ ὅτι ὁ μὲν Παρμενίδης εἰς τὸ ἀπλῶς μὴ ὂν ἀποβλέπων ἀνῄρει τὸ μὴ ὂν λέγων·

οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ὄντα[11]
ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα.

Segue: ὁ μέντοι Πλάτων’ πρὸς τὸ κατὰ ἑτερότητα μὴ ὂν βλέπων τῇ ἐλάττονι προτάσει συνεχώρει, πρὸς δὲ τὴν μείζονα ἐνίστατο τὴν τὸ οὐκ ὂν εἶναι λέγουσαν οὐδέν. ἀλλ’ εἰ καὶ τοῦτο οὕτως ἔχοι, οὐκ ἄν ἐνεκάλει τῷ Πλάτωνι νῦν Ἀριστοτέλης ὡς ἐκ τοῦ παντελῶς μὴ ὄντος τὴν γένεσιν λέγοντι, ἐπειδὴ Παρμενίδην ὀρθῶς λέγε …

Na obra: Simplício, In Physica (Diels, CAG IX–X), urn:cts:greekLit:tlg4013.tlg004.1st1K-grc1:244.1

Simplício, Comentário ao Tratado do Céu

In De Caelo 137,5 — DK 28 B8.6

Contexto: … αίων λόγων ἀσυνέτως ἀκηκοώς· οὔτε γὰρ τὸ ἐκ μὴ ὄντος γίνεσθαι εἰς τοῦτό τις ἀπῆγε τὸ ἄτοπον τὸ τὸ μὴ ὂν εἶναι, ἀλλ’ εἰς τὸ μηδὲν ἐκ τοῦ μὴ ὄντος δύνασθαι γενέσθαι διὰ τὴν τοῦ μὴ ὄντος ἀδράνειαν. τὸ γὰρ γινόμενον καὶ ὡς ἐξ ὑποκειμένου νομίζοντες γίνεσθαι καὶ ὑπὸ ποιητικοῦ αἰτίου εἰκότως ἔλεγον ἐκ τοῦ μὴ ὄντος μηδὲν γίνεσθαι μήτε ὡς ἐκ στοιχείου μήτε ὡς ἐκ ποιητικοῦ αἰτίου. καὶ γὰρ Παρμενίδης ὁ πρῶτος, ὧν ἀκοῇ ἴσμεν, τοῦτον τὸν λόγον ἐρωτῶν ἐν τοῖς ἔπεσι περὶ τοῦ ἀγένητον εἶναι τὸ ὂν τάδε γέγραφε·

τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ;
πῆ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ἐόντος ἐάσσω
[137.5] φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν
ἐστὶν ὅπως οὐκ ἔστι.

Segue: καὶ Ἀριστοτέλης δὲ οὕτως ἐκτίθεται τὴν ἀπορίαν· “ καί φασιν οὔτε γίνεσθαί τι τῶν ὄντων οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίνεσθαι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι· οὔτε γὰρ τὸ ὂν γίνεσθαι· εἶναι γὰρ ἤδη· ἔκ τε μὴ ὄντος οὐθὲν ἄν γενέσθαι· ὑποκεῖσθα …

Na obra: Simplício, In De Caelo (Heiberg, CAG VII), urn:cts:greekLit:tlg4013.tlg001.1st1K-grc1:137.1

In De Caelo 557,15 — DK 28 B8.4

Contexto: … έγουσι. καὶ εἰ Περὶ φύσεως ἢ Περὶ τοῦ ὄντος ἐπέγραψε Μέλισσος, δῆλον, ὅτι τὴν φύσιν ἐνόμιζεν εἶναι τὸ ὂν καὶ τὰ φυσικὰ τὰ ὄντα, ταῦτα δέ ἐστι τὰ αἰσθητά. καὶ ταύτῃ δὲ ἴσως ὁ Ἀριστοτέλης εἶπεν αὐτοὺς μηδὲν ἄλλο παρὰ τὴν τῶν αἰσθητῶν οὐσίαν ὑπολαμβάνειν τῷ ἓν λέγειν τὸ ὄν· τοῦ γὰρ αἰσθητοῦ ἐναργῶς εἶναι δοκοῦντος, εἰ ἓν τὸ ὄν ἐστιν, οὐκ ἂν εἴη ἄλλο παρὰ τοῦτο. λέγει δὲ Μέλισσος μὲν “εἰ γὰρ εἴη, ἓν εἴη ἄν· εἰ γὰρ δύο εἴη, οὐκ ἂν δύναιτο ἄπειρα εἶναι, ἀλλ’ ἔχοι ἄν πείρατα πρὸς ἂλληλα”, Παρμενίδης δὲ

οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον.

Segue: ἀλλ’ ὁ μὲν Ἀριστοτέλης, ὡς ἔθος αὐτῷ, πρὸς τὸ φαινόμενον καὶ νῦν τῶν λόγων ὑπήντησε προνοῶν τοὐ μὴ τοὺς ἐπιπολαιοτέρους παραλογίζεσθαι, οἱ δὲ ἄνδρες ἐκεῖνοι διττὴν ὑπόστασιν ὑπετίθεντο, τὴν μὲν τοῦ ὄντως ὄντος τοῦ νοητοῦ, τὴν δὲ του γινομένου τοῦ αἰσθητοῦ, ὅπερ οὐκ ἠξίουν καλεῖν ὂν ἀπλῶς, ἀλλὰ δοκοῦ …

Na obra: Simplício, In De Caelo (Heiberg, CAG VII), urn:cts:greekLit:tlg4013.tlg001.1st1K-grc1:557.15

In De Caelo 557,25 — DK 28 B1.28–B1.30

Contexto: … ἀλλ’ ὁ μὲν Ἀριστοτέλης, ὡς ἔθος αὐτῷ, πρὸς τὸ φαινόμενον καὶ νῦν τῶν λόγων ὑπήντησε προνοῶν τοὐ μὴ τοὺς ἐπιπολαιοτέρους παραλογίζεσθαι, οἱ δὲ ἄνδρες ἐκεῖνοι διττὴν ὑπόστασιν ὑπετίθεντο, τὴν μὲν τοῦ ὄντως ὄντος τοῦ νοητοῦ, τὴν δὲ του γινομένου τοῦ αἰσθητοῦ, ὅπερ οὐκ ἠξίουν καλεῖν ὂν ἀπλῶς, ἀλλὰ δοκοῦν ὄν· διὸ περὶ τὸ ὂν ἀλήθειαν εἶναί φησι, περὶ δὲ τὸ γινόμενον δόξαν. λέγει γοῦν ὁ Παρμενίδης·

[557.25] χρεὼ δέ σε πάντα πυθέσθαι,
ἠμὲν ἀληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ
ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής·[12]
[558.1] ἀλλ’ ἔμπης καὶ ταῦτα μαθήσει, ὡς τὰ δοκοῦντα[13]
χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα.

Segue: ἀλλὰ καὶ συμπληρώσας τὸν περὶ τοῦ ὄντως ὄντος λόγον καὶ μέλλων περὶ τῶν αἰσθητῶν διδάσκειν ἐπήγαγεν· …

Na obra: Simplício, In De Caelo (Heiberg, CAG VII), urn:cts:greekLit:tlg4013.tlg001.1st1K-grc1:557.25

In De Caelo 558,10 — DK 28 B19.1

Contexto: … παραδοὺς δὲ τὴν τῶν αἰσθητῶν διακόσμησιν ἐπήγαγε πάλιν·

οὕτω τοι κατὰ δόξαν ἔφυ τάδε καί νυν ἔασι
[558.10] καὶ μετέπειτ’ ἀπὸ τοῦδε τελευτήσουσι τραφέντα·
τοῖς δ’ ὄνομ’ ἄνθρωποι κατέθεντ’ ἐπίσημον ἑκάστῳ.

Segue: πῶς οὖν τὰ αἰσθητὰ μόνον εἶναι Παρμενίδης ὑπελάμβανεν ὁ περὶ τοῦ νοητοῦ τοιαύτα φιλοσοφήσας, ἅπερ νῦν περιττόν ἐστι παραγράφειν; πῶς δὲ τὰ τοῖς νοητοῖς ἐφαρμόζοντα μετήνεγκεν ἐπὶ τὰ αἰσθητὰ ὁ χωρὶς μὲν τὴν ἕνωσιν τοῦ νοητοῦ καὶ ὄντως ὄντος παραδούς, χωρὶς δὲ τὴν τῶν αἰσθητῶν διακόσμησιν ἐναργῶς καὶ …

Na obra: Simplício, In De Caelo (Heiberg, CAG VII), urn:cts:greekLit:tlg4013.tlg001.1st1K-grc1:558.5

In De Caelo 559,15 — DK 28 B8.21

Identificação feita na revisão manual, não pelo casamento automático do começo do verso.

Contexto: … ῶς δοκεῖ εἶναι· οὐ γὰρ ἄν μετέπιπτεν, εἰ ἀληθῆ ἦν, ἀλλ’ ἦν, οἷόν περ ἐδόκει ἕκαστον, τοιοῦτον· τοῦ γὰρ ἐόντος ἀληθινοῦ κρεῖσσον οὐδέν, ἢν δὲ μεταπέσῃ, τὸ μὲν ἐὸν ἀπώλετο, τὸ δὲ οὐκ ἐὸν γέγονεν. οὕτως οὖν, εἰ πολλὰ εἴη, τοιαῦτα χρὴ εἶναι, οἷόν περ τὸ ἓν”. σαφῶς οὖν οὗτος καὶ τὴν αἰτίαν εἶπε, δι’ ἣν τὰ αἰσθητὰ οὐκ εἶναι λέγουσιν ἀλλὰ δοκεῖν εἶναι. πῶς οὖν ἄν τις αὐτοὺς ὑπολάβοι μόνον τὸ αἰσθητὸν νομίζειν εἶναι; ἀλλὰ καὶ γένεσιν ἀπὸ τοῦ ὄντως ὄντος ἀναιροῦσιν· ἐπ’ ἐκείνου γὰρ καὶ Παρμενιοης εἶπε τὸ

γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος

Segue: καὶ Μέλισσος ὡς Παρμενίδης· τῶν μέντοι αἰσθητῶν γένεσιν σαφῶς λέγουσι, Μέλισσος μὲν ἐν τούτοις “τὸ θερμὸν ψυχρὸν γίνεσθαι” καὶ τὰ ἑξῆς * “ἐξ ὕδατός τε τῆ καὶ λίθος γίνεσθαι”, Παρμενίδης δὲ περὶ τῶν αἰσθητῶν ἄρξασθαί φησι λέγειν, …

Na obra: Simplício, In De Caelo (Heiberg, CAG VII), urn:cts:greekLit:tlg4013.tlg001.1st1K-grc1:559.15

In De Caelo 559,25 — DK 28 B11.1

Contexto: … καὶ Μέλισσος ὡς Παρμενίδης· τῶν μέντοι αἰσθητῶν γένεσιν σαφῶς λέγουσι, Μέλισσος μὲν ἐν τούτοις “τὸ θερμὸν ψυχρὸν γίνεσθαι” καὶ τὰ ἑξῆς * “ἐξ ὕδατός τε τῆ καὶ λίθος γίνεσθαι”, Παρμενίδης δὲ περὶ τῶν αἰσθητῶν ἄρξασθαί φησι λέγειν,

πῶς γαῖα καὶ ἥλιος ἠδὲ σελήνη
αἰθήρ τε ξυνὸς γάλα τ’ οὐράνιον καὶ Ὂλυμπος
ἔσχατος ἠδ’ ἄστρων θερμὸν μένος ὡρμήθησαν
[559.25] γίγνεσθαι,

Segue: καὶ τῶν γινομένων καὶ φθειρομένων μέχρι τῶν μορίων τῶν ζῴων τὴν γένεσιν παραδεδώκασι. δῆλον δέ, ὅτι οὐκ ἠγνόει Παρμενίδης, ὅτι γενητὸς αὐτὸς ἦν, ὥσπερ οὐδέ, ὅτι δύο πόδας εἶχεν, ἓν λέγων τὸ ὄν, ἀλλ’ ὅπερ ἐν τῇ Μετὰ τὰ φυσικὰ καλῶς ὁ Ἀριστοτέλης ἀπεφθέγξατο, τὸ Παρμενίδης δὲ ἔοικέ που βλέπειν,” τοῦτο …

Na obra: Simplício, In De Caelo (Heiberg, CAG VII), urn:cts:greekLit:tlg4013.tlg001.1st1K-grc1:559.20