Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 119

[119] ἤδη δὲ περὶ ἧς τε ὑπεθέμην καὶ τῶν προγόνων ποιήσομαι τοὺς λόγους, ἐκείνων τῶν χρόνων ἐπιλαβόμενος ὅτʼ οὐκ ἦν οὔτʼ ὀλιγαρχίας οὔτε δημοκρατίας ὄνομά πω λεγόμενον, ἀλλὰ μοναρχίαι καὶ τὰ γένη τὰ τῶν βαρβάρων καὶ τὰς πόλεις τὰς Ἑλληνίδας ἁπάσας διῴκουν.