Pular para o conteúdo

Παναθηναϊκός

Isócrates · Parte 118

[118] ἅπερ ἅπαντες μὲν ἂν οἱ νοῦν ἔχοντες ἕλοιντο καὶ βουληθεῖεν, ὀλίγοι δʼ ἄν τινες τῶν προσποιουμένων εἶναι σοφῶν ἐρωτηθέντες οὐκ ἂν φήσαιεν. αἱ μὲν οὖν αἰτίαι διʼ ἃς μετέλαβον τὴν πολιτείαν τὴν ὑπό τινων ψεγομένην ἀντὶ τῆς ὑπὸ πάντων ἐπαινουμένης, διὰ μακροτέρων μὲν αὐτὰς διῆλθον, αὗται δʼ οὖν ἦσαν.