Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 239

[239] καί τοι τοὺς μήτʼ ἐν ταῖς πραγματείαις ταύταις ὄντας μήτʼ ἀκολάστως ζῶντας μήτε περὶ ἄλλην πρᾶξιν μηδεμίαν αἰσχρὰν γεγενημένους πῶς οὐκ ἐπαινεῖσθαι προσήκει μᾶλλον ἢ κρίνεσθαι; δῆλον γὰρ ὅτι τοιαῦτα τοὺς συνόντας παιδεύομεν, οἷά περ αὐτοὶ τυγχάνομεν ἐπιτηδεύοντες.