[238] ἐν αἷς τοῦτον μὲν καὶ τοὺς τούτου φίλους εὕροιτʼ ἂν ἐν πολλαῖς ἐγγεγραμμένους, ἐμὲ δὲ καὶ τοὺς περὶ τὴν αὐτὴν ἐμοὶ διατριβὴν ὄντας οὐδʼ ἐν μιᾷ τούτων ἐνόντας, ἀλλʼ οὕτω τὰ περὶ ἡμᾶς αὐτοὺς διοικοῦντας ὥστε μηδὲν δεῖσθαι τῶν ἀγώνων τῶν παρʼ ὑμῖν.