Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 229

[229] καί τοι τίνες ἂν ἀδικίαν καὶ κακίαν ἀσκοῦντες σωφρονέστερον τῶν ἄλλων ζῆν ἐθελήσαιεν; τίνας δὲ πώποθʼ ἑωράκασιν οἱ ταῦτα λέγοντες ἀναβαλλομένους καὶ θησαυριζομένους τὰς πονηρίας, ἀλλʼ οὐκ εὐθὺς τῇ φύσει τῇ παρούσῃ χρωμένους;