Pular para o conteúdo

Περὶ ἀντιδόσεως

Isócrates · Parte 228

[228] ἔτι δὲ τὰ καθʼ ἡμέραν εὐτελέστατα καὶ κοσμιώτατα ζῶντας, καὶ τῶν λόγων ἐπιθυμοῦντας οὐ τῶν ἐπὶ τοῖς ἰδίοις συμβολαίοις λεγομένων οὐδὲ τῶν λυπούντων τινάς, ἀλλὰ τῶν παρὰ πᾶσιν ἀνθρώποις εὐδοκιμούντων, ὅμως τολμῶσι βλασφημεῖν περὶ αὐτῶν καὶ λέγειν ὡς ταύτην ποιοῦνται τὴν μελέτην, ἵνʼ ἐν τοῖς ἀγῶσι παρὰ τὸ δίκαιον πλεονεκτῶσι.