Obra longa: também em 25 partes, uma por capítulo, livro ou seção, cada uma cabendo numa leitura — https://pedraangular.app.br/rolo/homero-iliada-grc-monro-allen-1920/
Ἰλιάς
Livro 1
1 μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
2 οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,
3 πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
4 ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5 οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,
6 ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
7 Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
8 τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
9 Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς
10 νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
11 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
12 Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
13 λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
14 στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
15 χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
16 Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·
17 “Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
18 ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες
19 ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·
20 παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι,
21 ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.”
22 ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
23 αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
24 ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
25 ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
26 “μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
27 ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα,
28 μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·
29 τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν
30 ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
31 ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·
32 ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.”
33 ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·
34 βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·
35 πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὁ γεραιὸς
36 Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·
37 “κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
38 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
39 Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,
40 ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα
41 ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·
42 τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.”
43 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,
44 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
45 τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·
46 ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,
47 αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.
48 ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·
49 δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·
50 οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
51 αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
52 βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
53 ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
54 τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·
55 τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·
56 κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
57 οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,
58 τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
59 “Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
60 ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,
61 εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·
62 ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
63 ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,
64 ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
65 εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,
66 αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
67 βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.”
68 ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
69 Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,
70 ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
71 καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω
72 ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·
73 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
74 “ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
75 μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·
76 τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
77 ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·
78 ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων
79 Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·
80 κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·
81 εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
82 ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
83 ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.”
84 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
85 “θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·
86 οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν
87 εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
88 οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
89 σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
90 συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,
91 ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.”
92 καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·
93 “οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,
94 ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,
95 οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,
96 τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·
97 οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
98 πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
99 ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην
100 ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.”
101 ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
102 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
103 ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
104 πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·
105 Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·
106 “μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·
107 αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
108 ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·
109 καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
110 ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
111 οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα
112 οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν
113 οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
114 κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
115 οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.
116 ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·
117 βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·
118 αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος
119 Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·
120 λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.”
121 τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
122 “Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
123 πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
124 οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·
125 ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,
126 λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.
127 ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ
128 τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς
129 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.”
130 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
131 “μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ
132 κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
133 ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως
134 ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;
135 ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
136 ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·
137 εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
138 ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος
139 ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
140 ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
141 νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
142 ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην
143 θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
144 βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
145 ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς
146 ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,
147 ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.”
148 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
149 “ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
150 πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
151 ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
152 οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων
153 δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·
154 οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
155 οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
156 καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
157 οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·
158 ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,
159 τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
160 πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·
161 καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
162 ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.
163 οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ
164 Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·
165 ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
166 χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
167 σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε
168 ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.
169 νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
170 οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω
171 ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.”
172 τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
173 “φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε
174 λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι
175 οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.
176 ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·
177 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·
178 εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·
179 οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
180 Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,
181 οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·
182 ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
183 τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
184 πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον
185 αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς
186 ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος
187 ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.”
188 ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ
189 στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
190 ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
191 τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,
192 ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
193 ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
194 ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη
195 οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
196 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
197 στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
198 οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·
199 θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω
200 Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·
201 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
202 “τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
203 ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
204 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·
205 ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.”
206 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
207 “ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,
208 οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη
209 ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·
210 ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·
211 ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·
212 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
213 καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
214 ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.”
215 τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
216 “χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
217 καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·
218 ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.”
219 ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
220 ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε
221 μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει
222 δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
223 Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
224 Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·
225 “οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
226 οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
227 οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
228 τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
229 ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
230 δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·
231 δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·
232 ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
233 ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·
234 ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
235 φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
236 οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
237 φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
238 ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας
239 πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·
240 ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
241 σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ
242 χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
243 θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις
244 χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.”
245 ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
246 χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·
247 Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ
248 ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
249 τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·
250 τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
251 ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο
252 ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·
253 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
254 “ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·
255 ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
256 ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
257 εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
258 οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.
259 ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·
260 ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
261 ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.
262 οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
263 οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
264 Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
265 Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
266 κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·
267 κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
268 φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
269 καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
270 τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·
271 καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις
272 τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·
273 καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·
274 ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·
275 μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
276 ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·
277 μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ
278 ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς
279 σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
280 εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,
281 ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
282 Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε
283 λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν
284 ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.”
285 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
286 “ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
287 ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
288 πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,
289 πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·
290 εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
291 τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;”
292 τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·
293 “ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
294 εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·
295 ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε
296 σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.
297 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
298 χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
299 οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·
300 τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ
301 τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·
302 εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·
303 αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.”
304 ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
305 ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·
306 Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
307 ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·
308 Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
309 ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην
310 βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
311 εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
312 οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
313 λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·
314 οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
315 ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
316 ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·
317 κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
318 ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων
319 λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,
320 ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,
321 τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·
322 “ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·
323 χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·
324 εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
325 ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.”
326 ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
327 τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,
328 Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
329 τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
330 ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
331 τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
332 στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
333 αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
334 “χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
335 ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,
336 ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
337 ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
338 καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων
339 πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
340 καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε
341 χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
342 τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,
343 οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
344 ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.”
345 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
346 ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
347 δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·
348 ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς
349 δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350 θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·
351 πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·
352 “μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
353 τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
354 Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·
355 ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
356 ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.”
357 ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ
358 ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·
359 καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,
360 καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,
361 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
362 “τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
363 ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.”
364 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
365 “οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;
366 ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
367 τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·
368 καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
369 ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
370 Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
371 ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
372 λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,
373 στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
374 χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
375 Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
376 ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
377 αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·
378 ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
379 ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
380 χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων
381 εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,
382 ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ
383 θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο
384 πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις
385 εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
386 αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·
387 Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς
388 ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·
389 τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
390 ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·
391 τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
392 κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
393 ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·
394 ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι
395 ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
396 πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
397 εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι
398 οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
399 ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
400 Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·
401 ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,
402 ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,
403 ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες
404 Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·
405 ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·
406 τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.
407 τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
408 αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
409 τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς
410 κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
411 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
412 ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.”
413 τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
414 “ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;
415 αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
416 ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·
417 νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
418 ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
419 τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
420 εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.
421 ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
422 μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·
423 Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας
424 χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·
425 δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,
426 καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
427 καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.”
428 ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
429 χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
430 τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς
431 ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
432 οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
433 ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,
434 ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
435 καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
436 ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
437 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
438 ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·
439 ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
440 τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
441 πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·
442 “ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
443 παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην
444 ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,
445 ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.”
446 ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων
447 παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
448 ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
449 χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
450 τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
451 “κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας
452 Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·
453 ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
454 τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·
455 ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
456 ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.”
457 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
458 αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
459 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
460 μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
461 δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·
462 καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
463 λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
464 αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
465 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
466 ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
467 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
468 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
469 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
470 κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
471 νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν·
472 οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
473 καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
474 μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων.
475 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
476 δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός·
477 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
478 καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν·
479 τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων·
480 οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν,
481 ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
482 στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
483 ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
484 αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
485 νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν
486 ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
487 αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
488 αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
489 διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς·
490 οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
491 οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
492 αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε.
493 ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
494 καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
495 πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων
496 παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης.
497 ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
498 εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
499 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
500 καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
501 σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα
502 λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
503 “Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα
504 ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
505 τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
506 ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
507 ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
508 ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·
509 τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ
510 υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.”
511 ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
512 ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων
513 ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
514 “νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
515 ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω
516 ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.”
517 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
518 “ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις
519 Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
520 ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
521 νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
522 ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
523 Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·
524 εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς·
525 τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον
526 τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν
527 οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.”
528 ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·
529 ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
530 κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.
531 τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα
532 εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
533 Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν
534 ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη
535 μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες.
536 ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη
537 ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς
538 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
539 αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα·
540 “τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
541 αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
542 κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι
543 πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.”
544 τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε·
545 “Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
546 εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ·
547 ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
548 οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων·
549 ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
550 μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.”
551 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
552 “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
553 καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ,
554 ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα.
555 νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
556 ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
557 ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
558 τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
559 τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.”
560 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
561 “δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
562 πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ
563 μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
564 εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
565 ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ,
566 μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
567 ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.”
568 ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
569 καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
570 ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες·
571 τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν
572 μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
573 “ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά,
574 εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
575 ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς
576 ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
577 μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
578 πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
579 νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ.
580 εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
581 ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
582 ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
583 αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.”
584 ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
585 μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε·
586 “τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,
587 μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
588 θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ
589 χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι·
590 ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα
591 ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
592 πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι
593 κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν·
594 ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.”
595 ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
596 μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον·
597 αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
598 οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων·
599 ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
600 ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
601 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
602 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
603 οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων,
604 Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
605 αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
606 οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
607 ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
608 Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι·
609 Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής,
610 ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
611 ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.
Livro 2
1 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
2 εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,
3 ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
4 τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
5 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
6 πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·
7 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
8 “βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·
9 ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
10 πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·
11 θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
12 πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
13 Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
14 ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
15 Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.”
16 ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·
17 καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
18 βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν
19 εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.
20 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
21 Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·
22 τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·
23 “εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
24 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
25 ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
26 νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
27 ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
28 θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
29 πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
30 Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
31 ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
32 Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
33 ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη
34 αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.”
35 ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ
36 τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·
37 φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
38 νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·
39 θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε
40 Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
41 ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·
42 ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα
43 καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·
44 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
45 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·
46 εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
47 σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·
48 ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
49 Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·
50 αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
51 κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·
52 οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·
53 βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
54 Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·
55 τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
56 “κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
57 ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ
58 εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·
59 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·
60 “εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·
61 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
62 ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·
63 νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,
64 ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·
65 θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
66 πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
67 Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες
68 ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας
69 Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται
70 ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν
71 ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
72 ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
73 πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
74 καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·
75 ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.””
76 ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
77 Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
78 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
79 “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
80 εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
81 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
82 νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·
83 ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.”
84 ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
85 οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
86 σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.
87 ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
88 πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
89 βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·
90 αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·
91 ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
92 ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
93 ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει
94 ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.
95 τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα
96 λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας
97 κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς
98 σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
99 σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας
100 παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων
101 ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
102 Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
103 αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·
104 Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
105 αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,
106 Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
107 αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,
108 πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
109 τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·
110 “ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
111 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
112 σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
113 Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
114 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
115 δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
116 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
117 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
118 ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
119 αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
120 μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
121 ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
122 ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·
123 εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
124 ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
125 Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
126 ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
127 Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
128 πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
129 τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
130 Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι
131 πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
132 οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα
133 Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
134 ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
135 καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·
136 αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα
137 εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον
138 αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.
139 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
140 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
141 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.”
142 ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
143 πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·
144 κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
145 πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε
146 ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
147 ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
148 λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,
149 ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ
150 νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη
151 ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον
152 ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,
153 οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν
154 οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.
155 ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
156 εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
157 “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
158 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
159 Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,
160 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
161 Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
162 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·
163 ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·
164 σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
165 μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.”
166 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
167 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·
168 καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
169 εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
170 ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
171 ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·
172 ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
173 “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,
174 οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
175 φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
176 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
177 Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
178 ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
179 ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,
180 σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
181 μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.”
182 ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
183 βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε
184 κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·
185 αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
186 δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·
187 σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
188 ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
189 τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
190 “δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
191 ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
192 οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·
193 νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.
194 ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
195 μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
196 θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
197 τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.”
198 ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,
199 τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
200 “δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
201 οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις
202 οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·
203 οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·
204 οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
205 εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
206 σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.”
207 ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ
208 αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
209 ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
210 αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.
211 ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·
212 Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
213 ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
214 μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,
215 ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
216 ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·
217 φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω
218 κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε
219 φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.
220 ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·
221 τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ
222 ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ
223 ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.
224 αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
225 “Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
226 πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
227 εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
228 πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.
229 ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
230 Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
231 ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
232 ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
233 ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
234 ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
235 ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ
236 οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν
237 αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
238 ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
239 ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα
240 ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
241 ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·
242 ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·”
243 ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
244 Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
245 καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
246 “Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,
247 ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·
248 οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
249 ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
250 τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,
251 καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.
252 οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
253 ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
254 τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
255 ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
256 ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.
257 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
258 εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
259 μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
260 μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
261 εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
262 χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,
263 αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
264 πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.”
265 ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
266 πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
267 σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
268 σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,
269 ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
270 οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·
271 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
272 “ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
273 βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
274 νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
275 ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.
276 οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
277 νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.”
278 ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
279 ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη
280 εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
281 ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
282 μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·
283 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
284 “Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
285 πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
286 οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
287 ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο
288 Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.
289 ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
290 ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
291 ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·
292 καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
293 ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι
294 χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·
295 ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
296 ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς
297 ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης
298 αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
299 τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν
300 ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.
301 εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
302 μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
303 χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
304 ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
305 ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
306 ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
307 καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
308 ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
309 σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
310 βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
311 ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
312 ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
313 ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·
314 ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
315 μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·
316 τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
317 αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
318 τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·
319 λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·
320 ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
321 ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,
322 Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·
323 “τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
324 ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
325 ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.
326 ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
327 ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
328 ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,
329 τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.”
330 κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
331 ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
332 αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.”
333 ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες
334 σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,
335 μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·
336 τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
337 “ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
338 νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
339 πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
340 ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν
341 σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
342 αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
343 εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
344 Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
345 ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
346 τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
347 νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
348 πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
349 γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
350 φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
351 ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
352 Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
353 ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.
354 τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
355 πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
356 τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
357 εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
358 ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
359 ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
360 ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·
361 οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·
362 κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
363 ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
364 εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
365 γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
366 ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.
367 γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
368 ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.”
369 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
370 “ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
371 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
372 τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
373 τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
374 χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
375 ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,
376 ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
377 καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
378 ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
379 εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα
380 Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.
381 νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
382 εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,
383 εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
384 εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
385 ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.
386 οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν
387 εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
388 ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
389 ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·
390 ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
391 ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
392 μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
393 ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.”
394 ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα
395 ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,
396 προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει
397 παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.
398 ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
399 κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.
400 ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
401 εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
402 αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
403 πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
404 κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
405 Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
406 αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
407 ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
408 αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·
409 ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
410 βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·
411 τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·
412 “Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
413 μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
414 πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
415 αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
416 Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
417 χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
418 πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.”
419 ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
420 ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.
421 αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
422 αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
423 μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
424 δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
425 καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
426 σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
427 αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
428 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
429 ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
430 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
431 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
432 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
433 τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
434 “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
435 μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν
436 ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
437 ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
438 λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
439 ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
440 ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.”
441 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
442 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
443 κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·
444 οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
445 οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
446 θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη
447 αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
448 τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
449 πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·
450 σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
451 ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
452 καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
453 τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
454 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
455 ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
456 οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,
457 ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
458 αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.
459 τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
460 χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
461 Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
462 ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
463 κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
464 ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
465 ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
466 σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
467 ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
468 μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
469 ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
470 αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
471 ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
472 τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
473 ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
474 τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες
475 ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
476 ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
477 ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων
478 ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
479 Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
480 ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων
481 ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·
482 τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
483 ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
484 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·
485 ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
486 ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·
487 οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
488 πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
489 οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,
490 φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,
491 εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
492 θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·
493 ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
494 Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
495 Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
496 οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
497 Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,
498 Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
499 οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
500 οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,
501 Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,
502 Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
503 οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,
504 οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,
505 οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
506 Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
507 οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν
508 Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·
509 τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ
510 κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
511 οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,
512 τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
513 οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
514 παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
515 Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
516 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
517 αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
518 υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
519 οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
520 Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
521 οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
522 οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
523 οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
524 τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
525 οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
526 Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.
527 Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
528 μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
529 ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
530 ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·
531 οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε
532 Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
533 Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
534 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
535 Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
536 οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
537 Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν
538 Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,
539 οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,
540 τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος
541 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
542 τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
543 αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
544 θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
545 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
546 οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
547 δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
548 θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
549 κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
550 ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
551 κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
552 τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
553 τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
554 κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
555 Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
556 τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
557 Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
558 στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
559 οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
560 Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
561 Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,
562 οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
563 τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
564 καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·
565 τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
566 Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·
567 συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·
568 τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
569 οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
570 ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
571 Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν
572 καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,
573 οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
574 Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο
575 Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,
576 τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
577 Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
578 λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
579 κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
580 οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
581 οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
582 Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
583 Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
584 οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,
585 οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
586 τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
587 ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
588 ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
589 ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ
590 τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
591 οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
592 καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
593 καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
594 καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
595 ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
596 Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·
597 στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
598 Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·
599 αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
600 θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·
601 τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·
602 τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
603 οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
604 Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,
605 οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
606 Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
607 καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
608 Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
609 τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
610 ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ
611 Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
612 αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
613 νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
614 Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
615 οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
616 ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
617 πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
618 τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
619 νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
620 τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
621 υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·
622 τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
623 τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
624 υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
625 οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
626 νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
627 τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
628 Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
629 ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·
630 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
631 αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
632 οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
633 καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
634 οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,
635 οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·
636 τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
637 τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
638 Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
639 οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
640 Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
641 οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
642 οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
643 τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
644 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
645 Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
646 οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
647 Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
648 Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
649 ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
650 τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
651 Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
652 τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
653 Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
654 ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
655 οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
656 Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
657 τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
658 ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
659 τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
660 πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
661 Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
662 αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
663 ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
664 αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας
665 βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
666 υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
667 αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
668 τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
669 ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
670 καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
671 Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
672 Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος
673 Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
674 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·
675 ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.
676 οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε
677 καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
678 τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
679 Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·
680 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
681 νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
682 οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
683 οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,
684 Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
685 τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
686 ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·
687 οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·
688 κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
689 κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
690 τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
691 Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
692 κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
693 υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·
694 τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.
695 οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
696 Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
697 ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
698 τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
699 ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
700 τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
701 καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ
702 νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
703 οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
704 ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
705 Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
706 αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
707 ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
708 ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
709 δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
710 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
711 οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
712 Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
713 τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
714 Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
715 Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
716 οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
717 καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
718 τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
719 ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα
720 ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
721 ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων
722 Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν
723 ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·
724 ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον
725 Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
726 οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
727 ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
728 τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.
729 οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
730 οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
731 τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
732 ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
733 τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
734 οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
735 οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
736 τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
737 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
738 οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
739 Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,
740 τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
741 υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
742 τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
743 ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
744 τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
745 οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
746 υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
747 τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
748 Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
749 τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
750 οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,
751 οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
752 ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
753 οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
754 ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·
755 ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
756 Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
757 οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
758 ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
759 τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
760 οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
761 τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
762 αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.
763 ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,
764 τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
765 ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·
766 τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων
767 ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
768 ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας
769 ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,
770 ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
771 ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
772 κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
773 Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
774 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
775 τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος
776 λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
777 ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
778 ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
779 φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
780 οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
781 γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
782 χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
783 εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
784 ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
785 ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
786 Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
787 πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
788 οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
789 πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
790 ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
791 εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
792 ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
793 τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
794 δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
795 τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·
796 “ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
797 ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.
798 ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
799 ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·
800 λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
801 ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
802 Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·
803 πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
804 ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·
805 τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
806 τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.”
807 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
808 αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·
809 πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς
810 πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
811 ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
812 ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
813 τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
814 ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·
815 ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.
816 Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
817 Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
818 λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
819 Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
820 Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
821 Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
822 οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
823 Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
824 οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
825 ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
826 Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
827 Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
828 οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
829 καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
830 τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
831 υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
832 ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
833 στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
834 πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
835 οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
836 καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
837 τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,
838 Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
839 αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
840 Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
841 τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·
842 τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,
843 υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
844 αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως
845 ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
846 Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
847 υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
848 αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
849 τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,
850 Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
851 Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
852 ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
853 οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
854 ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον
855 Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
856 αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
857 τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
858 Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
859 ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
860 ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
861 ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
862 Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
863 τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.
864 Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
865 υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
866 οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
867 Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
868 οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον
869 Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·
870 τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
871 Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
872 ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη
873 νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
874 ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
875 ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
876 Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
877 τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.
Livro 3
1 αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,
2 Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς
3 ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·
4 αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον
5 κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων
6 ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·
7 ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.
8 οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ
9 ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.
10 εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην
11 ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,
12 τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·
13 ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς
14 ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
15 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
16 Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς
17 παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα
18 καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ
19 πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους
20 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
21 τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος
22 ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,
23 ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας
24 εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
25 πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν
26 σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί·
27 ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα
28 ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·
29 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
30 τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
31 ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,
32 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
33 ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
34 οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
35 ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς,
36 ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων
37 δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.
38 τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·
39 “Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
40 αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
41 καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν
42 ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων.
43 ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ
44 φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν
45 εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή.
46 ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι
47 πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,
48 μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες
49 ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων
50 πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,
51 δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;
52 οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;
53 γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·
54 οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης
55 ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης.
56 ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη
57 λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.”
58 τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
59 “Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν·
60 αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς
61 ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ
62 νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν·
63 ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·
64 μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·
65 οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
66 ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο·
67 νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,
68 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
69 αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
70 συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·
71 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,
72 κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
73 οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
74 ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων
75 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.”
76 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας,
77 καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας
78 μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες.
79 τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ
80 ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον·
81 αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
82 “ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·
83 στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.”
84 ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο
85 ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
86 “κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
87 μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
88 ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς
89 τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,
90 αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον
91 οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.
92 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται
93 κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω·
94 οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.”
95 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
96 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·
97 “κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει
98 θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη
99 Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε
100 εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·
101 ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται
102 τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.
103 οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,
104 Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον·
105 ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ
106 αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,
107 μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.
108 αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·
109 οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω
110 λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.”
111 ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε
112 ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.
113 καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί,
114 τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ
115 πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα·
116 Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε
117 καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·
118 αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων
119 νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν
120 οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ.
121 Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν
122 εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,
123 τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων
124 Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.
125 τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε
126 δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους
127 Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
128 οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων·
129 ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
130 “δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι
131 Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
132 οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα
133 ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·
134 οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,
135 ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν.
136 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
137 μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·
138 τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.”
139 ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
140 ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
141 αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
142 ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα
143 οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο,
144 Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·
145 αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν.
146 οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην
147 Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος
148 Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω
149 ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,
150 γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ
151 ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην
152 δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·
153 τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ.
154 οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,
155 ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον·
156 “οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
157 τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
158 αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·
159 ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω,
160 μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.”
161 ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ·
162 “δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,
163 ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·
164 οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν
165 οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν·
166 ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς
167 ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.
168 ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,
169 καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,
170 οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.”
171 τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·
172 “αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·
173 ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο
174 υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα
175 παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν.
176 ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.
177 τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς·
178 οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
179 ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής·
180 δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.”
181 ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε·
182 “ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,
183 ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.
184 ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,
185 ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους
186 λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,
187 οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο·
188 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην
189 ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι·
190 ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.”
191 δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός·
192 “εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί·
193 μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,
194 εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.
195 τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ,
196 αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·
197 ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,
198 ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.”
199 τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
200 “οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,
201 ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης
202 εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.”
203 τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·
204 “ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·
205 ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς
206 σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ·
207 τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,
208 ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.
209 ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν
210 στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,
211 ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·
212 ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον
213 ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,
214 παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος
215 οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν.
216 ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς
217 στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,
218 σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,
219 ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·
220 φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.
221 ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη
222 καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,
223 οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος·
224 οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.”
225 τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός·
226 “τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε
227 ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;”
228 τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·
229 “οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·
230 Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς
231 ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.
232 πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος
233 οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.
234 νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,
235 οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην·
236 δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν
237 Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα
238 αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.
239 ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,
240 ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι,
241 νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν
242 αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.”
243 ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα
244 ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.
245 κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ
246 ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης
247 ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν
248 κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·
249 ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·
250 “ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι
251 Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων
252 ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε·
253 αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
254 μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί·
255 τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο·
256 οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες
257 ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται
258 Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.”
259 ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους
260 ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο.
261 ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
262 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·
263 τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους.
264 ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,
265 ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν
266 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.
267 ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
268 ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ
269 ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον
270 μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.
271 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
272 ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,
273 ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα
274 κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.
275 τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·
276 “Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,
277 Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις,
278 καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας
279 ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
280 ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·
281 εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ
282 αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
283 ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·
284 εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
285 Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι,
286 τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
287 ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.
288 εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες
289 τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,
290 αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς
291 αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.”
292 ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·
293 καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
294 θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
295 οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν
296 ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν.
297 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
298 “Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
299 ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν
300 ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
301 αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.”
302 ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.
303 τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·
304 “κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·
305 ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν
306 ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι
307 μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ·
308 Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
309 ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.”
310 ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,
311 ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω·
312 πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.
313 τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·
314 Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς
315 χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα
316 κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
317 ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.
318 λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,
319 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·
320 “Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
321 ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε,
322 τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,
323 ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.”
324 ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ
325 ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν.
326 οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ
327 ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο·
328 αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ
329 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.
330 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
331 καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
332 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν
333 οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ.
334 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
335 χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
336 κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
337 ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
338 εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.
339 ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν.
340 οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
341 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο
342 δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας
343 Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.
344 καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ
345 σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε.
346 πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,
347 καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην,
348 οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
349 ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ
350 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
351 “Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε
352 δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,
353 ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων
354 ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.”
355 ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
356 καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην·
357 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
358 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
359 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
360 ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
361 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
362 πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
363 τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.
364 Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
365 “Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
366 ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·
367 νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος
368 ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.”
369 ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,
370 ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς·
371 ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,
372 ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.
373 καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
374 εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,
375 ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο·
376 κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ.
377 τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς
378 ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι·
379 αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων
380 ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη
381 ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
382 κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
383 αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε
384 πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
385 χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
386 γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
387 εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ
388 ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
389 τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
390 “δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.
391 κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι
392 κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
393 ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ
394 ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.”
395 ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
396 καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
397 στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
398 θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
399 “δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
400 ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
401 ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
402 εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
403 οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
404 νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι,
405 τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
406 ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου,
407 μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
408 ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
409 εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
410 κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·
411 κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω
412 πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.”
413 τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη·
414 “μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,
415 τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα,
416 μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ
417 Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.”
418 ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα,
419 βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
420 σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
421 αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο,
422 ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
423 ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
424 τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη
425 ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·
426 ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο
427 ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ·
428 “ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι
429 ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
430 ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου
431 σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
432 ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
433 ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε
434 παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
435 ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
436 ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.”
437 τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
438 “μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
439 νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
440 κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
441 ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
442 οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν,
443 οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
444 ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
445 νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,
446 ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.”
447 ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις.
448 τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,
449 Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς
450 εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.
451 ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων
452 δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ·
453 οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο·
454 ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.
455 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
456 “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
457 νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου,
458 ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
459 ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν,
460 ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.”
461 ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί.
Livro 4
1 οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
2 χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη
3 νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι
4 δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·
5 αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
6 κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·
7 “δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
8 Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
9 ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
10 τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη
11 αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·
12 καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
13 ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·
14 ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα,
15 ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
16 ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν.
17 εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
18 ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
19 αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.”
20 ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
21 πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
22 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
23 σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
24 Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
25 “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·
26 πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον,
27 ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι
28 λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.
29 ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.”
30 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
31 “δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
32 τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις
33 Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
34 εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
35 ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
36 ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.
37 ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω
38 σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται.
39 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
40 ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
41 τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
42 μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι·
43 καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·
44 αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
45 ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
46 τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
47 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
48 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
49 λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.”
50 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
51 “ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
52 Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·
53 τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι·
54 τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω.
55 εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
56 οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
57 ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·
58 καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,
59 καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
60 ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
61 κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις.
62 ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι,
63 σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι
64 ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
65 ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
66 πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
67 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.”
68 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
69 αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
70 “αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
71 πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
72 ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.”
73 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
74 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
75 οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
76 ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
77 λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·
78 τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
79 κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας
80 Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·
81 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
82 “ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
83 ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι
84 Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.”
85 ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
86 ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον
87 Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
88 Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
89 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
90 ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
91 λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων·
92 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
93 “ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
94 τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
95 πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,
96 ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
97 τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο,
98 αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
99 σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς.
100 ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,
101 εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
102 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
103 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.”
104 ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·
105 αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
106 ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
107 πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
108 βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ.
109 τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·
110 καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
111 πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
112 καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
113 ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
114 μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
115 πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
116 αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν
117 ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων·
118 αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
119 εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
120 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
121 οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
122 ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·
123 νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.
124 αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
125 λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς
126 ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
127 οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
128 ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
129 ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
130 ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
131 παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ,
132 αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
133 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
134 ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·
135 διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
136 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
137 μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
138 ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
139 ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός·
140 αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
141 ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
142 Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων·
143 κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο
144 ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
145 ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος·
146 τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
147 εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε.
148 ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
149 ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·
150 ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
151 ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
152 ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
153 τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
154 χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι·
155 “φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον
156 οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
157 ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν.
158 οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
159 σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
160 εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
161 ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν
162 σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
163 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
164 ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
165 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
166 Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
167 αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
168 τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·
169 ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
170 αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
171 καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·
172 αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·
173 κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
174 Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα
175 κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
176 καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων
177 τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·
178 “αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων,
179 ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν,
180 καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
181 σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.”
182 ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.”
183 τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·
184 “θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·
185 οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν
186 εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε
187 ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.”
188 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
189 “αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·
190 ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει
191 φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.”
192 ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·
193 “Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
194 φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
195 ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
196 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
197 Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.”
198 ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
199 βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
200 παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν
201 ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
202 λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
203 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
204 “ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,
205 ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
206 ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
207 Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.”
208 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
209 βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
210 ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος
211 βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι
212 κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
213 αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·
214 τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
215 λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε
216 ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.
217 αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός,
218 αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς
219 πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
220 ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
221 τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·
222 οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης.
223 ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
224 οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι,
225 ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
226 ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·
227 καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας
228 Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·
229 τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
230 γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·
231 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
232 καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
233 τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·
234 “Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·
235 οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός,
236 ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
237 τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
238 ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
239 ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.”
240 οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
241 τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·
242 “Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
243 τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
244 αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
245 ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·
246 ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
247 ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
248 εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
249 ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;”
250 ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·
251 ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
252 οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·
253 Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
254 Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
255 τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
256 αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν·
257 “Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
258 ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ
259 ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
260 Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
261 εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
262 δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ
263 ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.
264 ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.”
265 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
266 “Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
267 ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·
268 ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
269 ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν
270 Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω
271 ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.”
272 ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·
273 ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
274 τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.
275 ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
276 ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·
277 τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
278 φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,
279 ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·
280 τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
281 δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
282 κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
283 καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
284 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
285 “Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
286 σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω·
287 αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
288 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
289 τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·
290 τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
291 χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.”
292 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους·
293 ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
294 οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
295 ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
296 Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·
297 ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
298 πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
299 ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν,
300 ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
301 ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει
302 σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·
303 “μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
304 οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
305 μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
306 ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται
307 ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
308 ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον
309 τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.”
310 ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·
311 καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
312 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
313 “ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
314 ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·
315 ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις
316 ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.”
317 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
318 “Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
319 ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
320 ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·
321 εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
322 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
323 βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.
324 αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο
325 ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.”
326 ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
327 εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
328 ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς·
329 αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
330 πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
331 ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
332 ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
333 Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες
334 ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
335 Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
336 τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
337 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
338 “ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
339 καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
340 τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους;
341 σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
342 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·
343 πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
344 ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
345 ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
346 οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον·
347 νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
348 ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.”
349 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
350 “Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
351 πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ
352 Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
353 ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
354 Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
355 Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.”
356 τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
357 ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον·
358 “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
359 οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
360 οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
361 ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ.
362 ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν
363 εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.”
364 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους.
365 εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
366 ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
367 πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
368 καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
369 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
370 “ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
371 τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας;
372 οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
373 ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
374 ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
375 ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι.
376 ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
377 ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
378 οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης,
379 καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
380 οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·
381 ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
382 οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
383 Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην,
384 ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
385 αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας
386 δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
387 ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
388 τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
389 ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα
390 ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
391 οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
392 ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
393 κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν,
394 Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
395 υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
396 Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·
397 πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι·
398 Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
399 τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν
400 γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.”
401 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης
402 αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·
403 τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·
404 “Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν·
405 ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι·
406 ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
407 παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον,
408 πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·
409 κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·
410 τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.”
411 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
412 “τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
413 οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
414 ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·
415 τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ
416 Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
417 τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
418 ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.”
419 ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·
420 δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
421 ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
422 ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
423 ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·
424 πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
425 χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας
426 κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην·
427 ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
428 νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος
429 ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης
430 τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν,
431 σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι
432 τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.
433 Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
434 μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
435 ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
436 ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·
437 οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς,
438 ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες.
439 ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη
440 Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
441 Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
442 ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
443 οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·
444 ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
445 ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
446 οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
447 σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
448 χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
449 ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
450 ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
451 ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
452 ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες
453 ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
454 κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
455 τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·
456 ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
457 πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
458 ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·
459 τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
460 ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
461 αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,
462 ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
463 τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
464 Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
465 ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα
466 τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή.
467 νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
468 πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη,
469 οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
470 ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη
471 ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς
472 ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
473 ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
474 ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ
475 Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος
476 γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι·
477 τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι
478 θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
479 ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
480 πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
481 δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος
482 ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
483 ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
484 λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι·
485 τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
486 ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·
487 ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας.
488 τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
489 Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ
490 Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
491 τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
492 βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα·
493 ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
494 τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
495 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
496 στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
497 ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
498 ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
499 ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
500 ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.
501 τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
502 κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
503 αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,
504 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
505 χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
506 Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,
507 ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων
508 Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας·
509 “ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης
510 Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
511 χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·
512 οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
513 μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.”
514 ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς
515 ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
516 ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.
517 ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·
518 χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
519 κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
520 Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει.
521 ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
522 ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
523 κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
524 θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ
525 Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι
526 χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.
527 τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
528 στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός·
529 ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος
530 ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,
531 τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν.
532 τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι
533 Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες,
534 οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
535 ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
536 ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην,
537 ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων
538 ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
539 ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
540 ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
541 δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
542 χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·
543 πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
544 πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο.
Livro 5
1 ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
2 δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν
3 Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·
4 δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
5 ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα
6 λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·
7 τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
8 ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
9 ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
10 ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην
11 Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
12 τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·
13 τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
14 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
15 Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος·
16 Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
17 ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
18 Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
19 ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων.
20 Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
21 οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·
22 οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
23 ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,
24 ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
25 ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
26 δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
27 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
28 τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι,
29 πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη
30 χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα·
31 “Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
32 οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
33 μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
34 νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;”
35 ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα·
36 τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ,
37 Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος
38 ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
39 ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·
40 πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
41 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
42 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
43 Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
44 Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
45 τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
46 νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
47 ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε.
48 τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες·
49 υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
50 Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι
51 ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
52 βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·
53 ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα,
54 οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
55 ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
56 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
57 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
58 ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
59 Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
60 Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
61 τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
62 ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
63 ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
64 οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
65 τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
66 βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
67 ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή·
68 γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
69 Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
70 ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ
71 ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
72 τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
73 βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
74 ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
75 ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν.
76 Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον
77 υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
78 ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ,
79 τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
80 πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
81 φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν·
82 αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε
83 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
84 ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
85 Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη
86 ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς.
87 θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
88 χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας·
89 τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
90 οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
91 ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
92 πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν·
93 ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
94 Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
95 τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
96 θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
97 αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
98 καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
99 θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός,
100 ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ.
101 τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
102 “ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·
103 βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι
104 δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με
105 ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.”
106 ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν,
107 ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν
108 ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·
109 “ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,
110 ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.”
111 ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε,
112 πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου·
113 αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
114 δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
115 “κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
116 εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
117 δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη·
118 δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
119 ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι
120 δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.”
121 ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
122 γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·
123 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
124 “θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·
125 ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
126 ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·
127 ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
128 ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
129 τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται
130 μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
131 τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
132 ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.”
133 ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
134 Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
135 καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι·
136 δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
137 ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι
138 χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·
139 τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει,
140 ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται·
141 αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται,
142 αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·
143 ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
144 ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
145 τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
146 τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον
147 πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου.
148 τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
149 υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·
150 τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους,
151 ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·
152 βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
153 ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
154 υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
155 ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν
156 ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
157 λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
158 δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
159 ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
160 εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
161 ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
162 πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
163 ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
164 βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα·
165 ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
166 τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
167 βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
168 Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·
169 εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
170 στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα·
171 “Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
172 καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ,
173 οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων.
174 ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
175 ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
176 Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν·
177 εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
178 ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.”
179 τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
180 “Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
181 Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
182 ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
183 ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν.
184 εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
185 οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι
186 ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
187 ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
188 ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον
189 δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·
190 καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
191 ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.
192 ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην·
193 ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
194 καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι
195 πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
196 ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
197 ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
198 ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·
199 ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
200 ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας·
201 ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν·
202 ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς
203 ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
204 ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
205 τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν.
206 ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
207 Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν
208 ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.
209 τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
210 ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
211 ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
212 εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
213 πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
214 αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
215 εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
216 χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.”
217 τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·
218 “μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως,
219 πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
220 ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
221 ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
222 οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
223 κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·
224 τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε
225 Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
226 ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
227 δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·
228 ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.”
229 τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
230 “Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω·
231 μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
232 οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·
233 μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον
234 ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
235 νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
236 αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
237 ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω,
238 τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.”
239 ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
240 ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
241 τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
242 αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
243 “Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
244 ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
245 ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς
246 Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι·
247 Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
248 εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη.
249 ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω
250 θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.”
251 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
252 “μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
253 οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
254 οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
255 ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως
256 ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
257 τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
258 ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν.
259 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
260 αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
261 ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
262 αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
263 Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων,
264 ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
265 τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
266 δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι
267 ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε,
268 τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
269 λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·
270 τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
271 τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ,
272 τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
273 εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.”
274 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
275 τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους.
276 τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·
277 “καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
278 ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·
279 νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.”
280 ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
281 καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ
282 αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·
283 τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·
284 “βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω
285 δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.”
286 τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
287 “ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω
288 πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
289 αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.”
290 ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη
291 ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας.
292 τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
293 αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·
294 ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ
295 αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι
296 ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
297 Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
298 δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
299 ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
300 πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
301 τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι
302 σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
303 Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
304 οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
305 τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς
306 ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·
307 θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε·
308 ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως
309 ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
310 γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
311 καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
312 εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
313 μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι·
314 ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
315 πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
316 ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων
317 χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
318 ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·
319 οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
320 τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
321 ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
322 νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
323 Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους
324 ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
325 δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης
326 τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
327 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως
328 ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα,
329 αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
330 ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
331 γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων
332 τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
333 οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
334 ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων,
335 ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
336 ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
337 ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
338 ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,
339 πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο
340 ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν·
341 οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον,
342 τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
343 ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·
344 καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
345 κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων
346 χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·
347 τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·
348 “εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·
349 ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
350 εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω
351 ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.”
352 ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς·
353 τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου
354 ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.
355 εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα
356 ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω·
357 ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
358 πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·
359 “φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
360 ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί.
361 λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
362 Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.”
363 ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους·
364 ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
365 πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
366 μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
367 αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·
368 ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
369 λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ·
370 ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη
371 μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
372 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε·
373 “τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
374 μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;”
375 τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη·
376 “οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
377 οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
378 Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
379 οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
380 ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.”
381 τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων·
382 “τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·
383 πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες
384 ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες.
385 τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης
386 παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·
387 χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·
388 καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
389 εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
390 Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα
391 ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
392 τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
393 δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
394 βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
395 τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
396 εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
397 ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
398 αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
399 κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς
400 ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.
401 τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
402 ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
403 σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων,
404 ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
405 σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη·
406 νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
407 ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
408 οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
409 ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
410 τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι,
411 φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
412 μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
413 ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
414 κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
415 ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.”
416 ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ·
417 ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
418 αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
419 κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
420 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
421 “Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
422 ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
423 Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,
424 τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
425 πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.”
426 ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
427 καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·
428 “οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
429 ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
430 ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.”
431 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
432 Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
433 γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·
434 ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ
435 Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
436 τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
437 τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων·
438 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
439 δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·
440 “φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν
441 ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
442 ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.”
443 ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω
444 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
445 Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
446 Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.
447 ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
448 ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·
449 αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων
450 αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
451 ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
452 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
453 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
454 δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·
455 “Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
456 οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
457 Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
458 Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
459 αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.”
460 ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
461 Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
462 εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·
463 υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·
464 “ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
465 ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
466 ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
467 κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
468 Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·
469 ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.”
470 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
471 ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·
472 “Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
473 φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων
474 οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
475 τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι,
476 ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·
477 ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν.
478 καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·
479 τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
480 ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
481 κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής.
482 ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς
483 ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
484 οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·
485 τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις
486 λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
487 μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
488 ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·
489 οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν.
490 σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
491 ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
492 νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.”
493 ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·
494 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
495 πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
496 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
497 οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
498 Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
499 ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς
500 ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ
501 κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
502 αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ
503 λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν
504 οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
505 ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες.
506 οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα
507 θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
508 πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς
509 Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει
510 Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην
511 οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
512 αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
513 ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
514 Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,
515 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
516 καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.
517 οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν
518 Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα.
519 τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
520 ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ
521 οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
522 ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
523 νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν
524 ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
525 ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα
526 πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·
527 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
528 Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων·
529 “ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
530 ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας·
531 αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
532 φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.”
533 ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα
534 Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
535 Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
536 τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
537 τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·
538 ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
539 νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·
540 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
541 ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
542 υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
543 τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
544 ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο
545 Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
546 ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα·
547 Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,
548 ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
549 Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
550 τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
551 Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην,
552 τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
553 ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν.
554 οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
555 ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης·
556 τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
557 σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ
558 ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·
559 τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε
560 καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
561 τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
562 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
563 σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης,
564 τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη.
565 τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
566 βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν
567 μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
568 τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
569 ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·
570 Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν.
571 Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
572 ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε.
573 οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
574 τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
575 αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
576 ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
577 ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
578 τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
579 ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας·
580 Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα
581 ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους·
582 χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν
583 ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
584 Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην·
585 αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
586 κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
587 δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης·
588 ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·
589 τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν.
590 τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
591 κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
592 καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ,
593 ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
594 Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
595 φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε.
596 τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·
597 ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
598 στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
599 ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω,
600 ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ·
601 “ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
602 αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
603 τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·
604 καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
605 ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
606 εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.”
607 ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
608 ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
609 εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.
610 τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας·
611 στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
612 καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ
613 ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα
614 ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
615 τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
616 νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
617 δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας
618 τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν
619 ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά.
620 αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
621 ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
622 ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.
623 δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
624 οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες,
625 οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
626 ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
627 ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·
628 Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
629 ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
630 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
631 υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο,
632 τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·
633 “Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη
634 πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί;
635 ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
636 εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
637 οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·
638 ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην
639 εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·
640 ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος
641 ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
642 Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς·
643 σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.
644 οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
645 ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι,
646 ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.”
647 τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·
648 “Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
649 ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
650 ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
651 οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.
652 σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
653 ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
654 εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.”
655 ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος
656 Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
657 ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
658 Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή·
659 τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
660 Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
661 βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
662 ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν.
663 οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
664 ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
665 ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε
666 μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη
667 σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
668 Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
669 ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
670 τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ·
671 μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
672 ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
673 ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
674 οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
675 ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ·
676 τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
677 ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
678 Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
679 καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
680 εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ·
681 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
682 δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι
683 Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε·
684 “Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
685 κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν
686 ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε
687 νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
688 εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.”
689 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
690 ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
691 ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
692 οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
693 εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·
694 ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
695 ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος.
696 τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς·
697 αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο
698 ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
699 Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
700 οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
701 οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω
702 χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
703 ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν
704 Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
705 ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
706 Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
707 Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
708 ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
709 λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι
710 ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
711 τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
712 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
713 αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
714 “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
715 ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
716 Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
717 εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
718 ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.”
719 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
720 ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
721 Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
722 Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
723 χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
724 τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε
725 χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι·
726 πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·
727 δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
728 ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
729 τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ
730 δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα
731 κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
732 ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς.
733 αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
734 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
735 ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν·
736 ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
737 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
738 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν
739 δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
740 ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή,
741 ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
742 δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
743 κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
744 χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν·
745 ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
746 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
747 ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
748 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
749 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
750 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
751 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
752 τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
753 εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
754 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
755 ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
756 Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·
757 “Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
758 ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
759 μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι
760 τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
761 ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;
762 Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα
763 λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;”
764 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
765 “ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
766 ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.”
767 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
768 μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
769 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
770 ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
771 ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,
772 τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
773 ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
774 ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
775 ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
776 λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε·
777 τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
778 αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι
779 ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·
780 ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
781 ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
782 εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
783 ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
784 ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη
785 Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
786 ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα·
787 “αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί·
788 ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
789 οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
790 οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος·
791 νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.”
792 ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
793 Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·
794 εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν
795 ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
796 ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
797 ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,
798 ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ.
799 ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·
800 “ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
801 Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·
802 καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
803 οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν
804 ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·
805 δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον·
806 αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
807 κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα
808 ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
809 σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω,
810 καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι·
811 ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
812 ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα
813 Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.”
814 τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
815 “γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο·
816 τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω.
817 οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
818 ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·
819 οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
820 τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
821 ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.
822 τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
823 Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·
824 γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.”
825 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
826 “Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
827 μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον
828 ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·
829 ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
830 τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα
831 τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,
832 ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων
833 Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
834 νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.”
835 ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε,
836 χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν·
837 ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
838 ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων
839 βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον.
840 λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·
841 αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
842 ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
843 Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·
844 τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη
845 δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης.
846 ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
847 ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε
848 κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
849 αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
850 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
851 πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων
852 ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·
853 καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
854 ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
855 δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
856 ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
857 νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·
858 τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,
859 ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης
860 ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
861 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
862 τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
863 δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο.
864 οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
865 καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
866 τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
867 φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
868 καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
869 πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
870 δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
871 καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
872 “Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
873 αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
874 ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.
875 σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην
876 οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
877 ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ
878 σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·
879 ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
880 ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον·
881 ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
882 μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι.
883 Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ,
884 αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·
885 ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν
886 αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
887 ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.”
888 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
889 “μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
890 ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν·
891 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
892 μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
893 Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι·
894 τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
895 ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα·
896 ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·
897 εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος
898 καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.”
899 ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι.
900 τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
901 ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο.
902 ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
903 ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι,
904 ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
905 τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε·
906 πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
907 αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
908 Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
909 παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.
Livro 6
1 Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
2 πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο
3 ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
4 μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
5 Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
6 Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,
7 ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
8 υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.
9 τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
10 ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
11 αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
12 Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
13 Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
14 ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
15 πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
16 ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον
17 πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα
18 αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων
19 ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
20 Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·
21 βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη
22 νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
23 Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
24 πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·
25 ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
26 ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
27 καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
28 Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
29 Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·
30 Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
31 ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.
32 Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
33 Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
34 ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας
35 Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως
36 φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
37 Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
38 ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
39 ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
40 ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
41 πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
42 αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
43 πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη
44 Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
45 Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·
46 “ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
47 πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
48 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
49 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
50 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.”
51 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
52 καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
53 δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων
54 ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
55 “ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως
56 ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
57 πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
58 χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ
59 κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες
60 Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.”
61 ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
62 αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ
63 ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
64 οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ
65 λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
66 Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
67 “ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
68 μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
69 μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
70 ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
71 νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.”
72 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
73 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
74 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
75 εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
76 Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·
77 “Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
78 Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι
79 πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
80 στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
81 πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν
82 φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
83 αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
84 ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,
85 καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
86 Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα
87 μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς
88 νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
89 οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
90 πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
91 εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
92 θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
93 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
94 ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
95 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
96 ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
97 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
98 ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
99 οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
100 ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην
101 μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.”
102 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
103 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
104 πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
105 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
106 οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·
107 Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,
108 φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
109 Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
110 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
111 “Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
112 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
113 ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν
114 εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
115 δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.”
116 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
117 ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
118 ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
119 Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
120 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
121 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,
122 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·
123 “τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
124 οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
125 τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
126 σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
127 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
128 εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,
129 οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
130 οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
131 δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·
132 ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
133 σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι
134 θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου
135 θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς
136 δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ
137 δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
138 τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
139 καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν
140 ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
141 οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
142 εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
143 ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.”
144 τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·
145 “Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
146 οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
147 φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
148 τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·
149 ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
150 εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς
151 ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·
152 ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
153 ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,
154 Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,
155 αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
156 τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
157 ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
158 ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
159 Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
160 τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια
161 κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι
162 πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
163 ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·
164 “τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,
165 ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.”
166 ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·
167 κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,
168 πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ
169 γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
170 δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
171 αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
172 ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
173 προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·
174 ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
175 ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
176 καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
177 ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
178 αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
179 πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
180 πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,
181 πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
182 δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
183 καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
184 δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·
185 καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
186 τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
187 τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·
188 κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
189 εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο·
190 πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
191 ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
192 αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν,
193 δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·
194 καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
195 καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
196 ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
197 Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
198 Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
199 ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
200 ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
201 ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
202 ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
203 Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
204 μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
205 τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
206 Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
207 πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν
208 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
209 μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι
210 ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
211 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.”
212 ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
213 ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
214 αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
215 “ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός·
216 Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
217 ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας·
218 οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
219 Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
220 Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
221 καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι.
222 Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα
223 κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
224 τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
225 εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.
226 ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου·
227 πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι
228 κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
229 πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
230 τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε
231 γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.”
232 ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε
233 χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο·
234 ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
235 ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε
236 χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων.
237 Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
238 ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
239 εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
240 καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
241 πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.
242 ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε
243 ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ
244 πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
245 πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες
246 κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
247 κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
248 δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
249 πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ
250 κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·
251 ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
252 Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·
253 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
254 “τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
255 ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
256 μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν
257 ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
258 ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,
259 ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
260 πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
261 ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,
262 ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.”
263 τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·
264 “μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,
265 μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·
266 χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
267 ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
268 αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
269 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
270 ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·
271 πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
272 ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
273 τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
274 καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
275 ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ
276 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
277 αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
278 ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
279 ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
280 ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
281 αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι
282 γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
283 Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
284 εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω
285 φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.”
286 ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι
287 κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
288 αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
289 ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
290 Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
291 ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
292 τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·
293 τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
294 ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
295 ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
296 βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
297 αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
298 τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
299 Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·
300 τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
301 αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·
302 ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
303 θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
304 εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
305 “πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
306 ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν
307 πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
308 ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
309 ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς
310 ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.”
311 ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
312 ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
313 Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει
314 καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι
315 ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
316 οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
317 ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
318 ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ
319 ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
320 αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.
321 τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα
322 ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·
323 Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν
324 ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
325 τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·
326 “δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,
327 λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
328 μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε
329 ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,
330 ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
331 ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.”
332 τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
333 “Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,
334 τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
335 οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
336 ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.
337 νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν
338 ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
339 λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.
340 ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·
341 ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.”
342 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·
343 τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
344 “δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
345 ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
346 οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
347 εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
348 ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
349 αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,
350 ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
351 ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.
352 τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω
353 ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
354 ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ
355 δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
356 εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
357 οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
358 ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.”
359 τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
360 “μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·
361 ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω
362 Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
363 ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,
364 ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
365 καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
366 οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
367 οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
368 ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.”
369 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·
370 αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,
371 οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
372 ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
373 πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
374 Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
375 ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·
376 “εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·
377 πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
378 ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
379 ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
380 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;”
381 τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
382 “Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,
383 οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων
384 οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
385 Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
386 ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε
387 τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
388 ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
389 μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.”
390 ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ
391 τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.
392 εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
393 Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,
394 ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
395 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
396 Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
397 Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·
398 τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.
399 ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ
400 παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως
401 Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
402 τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
403 Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
404 ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
405 Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
406 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
407 “δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις
408 παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη
409 σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
410 πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη
411 σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη
412 ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
413 ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
414 ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
415 ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
416 Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,
417 οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,
418 ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
419 ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν
420 νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
421 οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
422 οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·
423 πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
424 βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
425 μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
426 τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,
427 ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,
428 πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
429 Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
430 ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
431 ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,
432 μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
433 λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα
434 ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
435 τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι
436 ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
437 ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
438 ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
439 ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.”
440 τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
441 “ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς
442 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
443 αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
444 οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
445 αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
446 ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
447 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
448 ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ
449 καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
450 ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
451 οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
452 οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
453 ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,
454 ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
455 δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
456 καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
457 καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
458 πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
459 καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
460 “Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
461 Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.”
462 ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος
463 χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
464 ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
465 πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.”
466 ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
467 ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
468 ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
469 ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
470 δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
471 ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
472 αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,
473 καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
474 αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
475 εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
476 “Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
477 παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
478 ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
479 καί ποτέ τις εἴποι “πατρός γʼ ὅδε πολλὸν ἀμείνων”
480 ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα
481 κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.”
482 ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
483 παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
484 δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,
485 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
486 “δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
487 οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
488 μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
489 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
490 ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
491 ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
492 ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει
493 πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.”
494 ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ
495 ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
496 ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
497 αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας
498 Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
499 ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
500 αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
501 οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
502 ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
503 οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
504 ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
505 σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
506 ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
507 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
508 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
509 κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
510 ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
511 ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
512 ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
513 τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει
514 καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα
515 Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε
516 στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
517 τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
518 “ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
519 δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;”
520 τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
521 “δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
522 ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
523 ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ
524 ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
525 πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
526 ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
527 δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
528 κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
529 ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.”
Livro 7
1 ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
2 τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ
3 ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
4 ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
5 οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι
6 πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,
7 ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
8 ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
9 Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
10 γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·
11 Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι
12 αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
13 Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
14 Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
15 Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων
16 ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
17 τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη
18 Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
19 βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα
20 Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων
21 Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
22 ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
23 τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
24 “τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο
25 ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
26 ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην
27 δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
28 ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·
29 νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα
30 σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ
31 Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ
32 ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.”
33 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
34 “ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ
35 ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
36 ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;”
37 τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
38 “Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,
39 ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος
40 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,
41 οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ
42 οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.”
43 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
44 τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ
45 βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
46 στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·
47 “Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
48 ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
49 ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,
50 αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος
51 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·
52 οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·
53 ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.”
54 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,
55 καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,
56 μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
57 κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·
58 κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων
59 ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι
60 φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
61 ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ
62 ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
63 οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ
64 ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,
65 τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε
66 ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·
67 “κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
68 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
69 ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,
70 ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν
71 εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
72 ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
73 ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
74 τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
75 δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
76 ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·
77 εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,
78 τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,
79 σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
80 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
81 εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,
82 τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,
83 καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,
84 τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,
85 ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,
86 σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
87 καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων
88 νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·
89 “ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,
90 ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.”
91 ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.”
92 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
93 αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
94 ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε
95 νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·
96 “ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
97 ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς
98 εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
99 ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε
100 ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
101 τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε
102 νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.”
103 ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
104 ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ
105 Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,
106 εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,
107 αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
108 δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
109 “ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ
110 ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,
111 μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι
112 Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
113 καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ
114 ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
115 ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,
116 τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
117 εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,
118 φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι
119 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.”
120 ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως
121 αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα
122 γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
123 Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
124 “ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
125 ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς
126 ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,
127 ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ
128 πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
129 τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,
130 πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι
131 θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
132 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
133 ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο
134 ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
135 Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
136 τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
137 τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
138 δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
139 ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
140 οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
141 ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
142 τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
143 στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον
144 χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
145 δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·
146 τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
147 καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·
148 αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
149 δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
150 τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
151 οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·
152 ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
153 θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
154 καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
155 τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·
156 πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
157 εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
158 τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
159 ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
160 οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.”
161 ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.
162 ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
163 τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
164 τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
165 τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
166 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
167 τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
168 ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
169 πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
170 τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
171 “κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·
172 οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
173 καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
174 δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.”
175 ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,
176 ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
177 λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·
178 ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
179 “Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,
180 ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.”
181 ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,
182 ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ
183 Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
184 δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
185 οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
186 ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ
187 ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
188 ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
189 γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
190 τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·
191 “ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς
192 θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
193 ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,
194 τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι
195 σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,
196 ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·
197 οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
198 οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως
199 ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.”
200 ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·
201 ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
202 “Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
203 δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·
204 εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,
205 ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.”
206 ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
207 αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,
208 σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,
209 ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων
210 θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
211 τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν
212 μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν
213 ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
214 τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,
215 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,
216 Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·
217 ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι
218 ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
219 Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον
220 χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων
221 σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,
222 ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον
223 ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
224 τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
225 στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·
226 “Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
227 οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
228 καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
229 ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
230 κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·
231 ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
232 καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.”
233 τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
234 “Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
235 μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε
236 ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
237 αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·
238 οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν
239 ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
240 οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·
241 οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
242 ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
243 λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.”
244 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
245 καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
246 ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
247 ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
248 ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
249 Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
250 καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
251 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
252 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·
253 ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα
254 ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
255 τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω
256 σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν
257 ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
258 Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,
259 οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
260 Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ
261 ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,
262 τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
263 ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,
264 ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ
265 κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·
266 τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον
267 μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.
268 δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας
269 ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
270 εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,
271 βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη
272 ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
273 καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,
274 εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν
275 ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,
276 Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·
277 μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον
278 κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·
279 “μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·
280 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,
281 ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
282 νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.”
283 τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
284 “Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·
285 αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
286 ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.”
287 τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
288 “Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε
289 καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,
290 νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
291 σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
292 ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
293 νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,
294 ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,
295 σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·
296 αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος
297 Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,
298 αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
299 δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,
300 ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·
301 “ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,
302 ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.””
303 ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον
304 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·
305 Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
306 τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν
307 ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,
308 ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,
309 Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·
310 καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
311 Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
312 εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
313 οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,
314 τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
315 ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
316 τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
317 μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
318 ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
319 αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,
320 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
321 νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν
322 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
323 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
324 τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
325 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
326 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
327 “Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
328 πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,
329 τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον
330 ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·
331 τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,
332 αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς
333 βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
334 τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος
335 οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
336 τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες
337 ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα
338 πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
339 ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,
340 ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
341 ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,
342 ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,
343 μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.”
344 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
345 Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ
346 δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·
347 τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·
348 “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
349 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
350 δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ
351 δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ
352 ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν
353 ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.”
354 ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
355 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,
356 ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
357 “Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
358 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
359 εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
360 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
361 αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·
362 ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·
363 κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
364 πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.”
365 ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη
366 Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,
367 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
368 “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,
369 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
370 νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,
371 καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·
372 ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας
373 εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
374 μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
375 καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι
376 παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς
377 κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
378 ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.”
379 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·
380 δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
381 ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·
382 τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος
383 νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι
384 στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·
385 “Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν
386 ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
387 εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
388 μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
389 κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
390 ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·
391 πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·
392 κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο
393 οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.
394 καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε
395 παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς
396 κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων
397 ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.”
398 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
399 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
400 “μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω
401 μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
402 ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.”
403 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
404 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
405 καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·
406 “Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
407 ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως
408 ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
409 οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
410 γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.
411 ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.”
412 ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
413 ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
414 οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
415 πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι
416 Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
417 στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,
418 ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·
419 Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
420 ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.
421 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
422 ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο
423 οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.
424 ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
425 ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα
426 δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
427 οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ
428 νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
429 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.
430 ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
431 νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,
432 ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.
433 ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,
434 τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,
435 τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες
436 ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν
437 πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.
438 ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
439 ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·
440 ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν
441 εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.
442 ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·
443 οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
444 θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.
445 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
446 “Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν
447 ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;
448 οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
449 τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
450 ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;
451 τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·
452 τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων
453 ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.”
454 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
455 “ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
456 ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
457 ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
458 σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.
459 ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
460 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν
461 τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
462 αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
463 ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.”
464 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
465 δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,
466 βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
467 νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
468 πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
469 τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.
470 χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
471 δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
472 ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
473 ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
474 ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,
475 ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.
476 παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
477 δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·
478 παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
479 σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
480 οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη
481 πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
482 κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.
Livro 8
1 Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
2 Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
3 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
4 αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·
5 “κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
6 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
7 μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
8 πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες
9 αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
10 ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
11 ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
12 πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
13 ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
14 τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
15 ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
16 τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
17 γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
18 εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
19 σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
20 πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
21 ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ
22 Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
23 ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
24 αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
25 σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
26 δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
27 τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.”
28 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
29 μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
30 ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
31 “ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
32 εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
33 ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
34 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
35 ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·
36 βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
37 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.”
38 τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
39 “θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
40 πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.”
41 ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
42 ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
43 χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
44 χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
45 μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
46 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
47 Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
48 Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
49 ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
50 λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
51 αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
52 εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
53 οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
54 ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
55 Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
56 παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
57 χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
58 πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
59 πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
60 οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
61 σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
62 χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
63 ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
64 ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
65 ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
66 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
67 τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
68 ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
69 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
70 ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
71 Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
72 ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
73 αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
74 ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
75 αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ
76 ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
77 θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
78 ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,
79 οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
80 Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
81 οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
82 δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
83 ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
84 κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
85 ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
86 σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
87 ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
88 φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
89 ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
90 Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
91 εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
92 σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
93 “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
94 πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
95 μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
96 ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.”
97 ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
98 ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
99 Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
100 στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,
101 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
102 “ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
103 σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
104 ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
105 ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
106 οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
107 κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
108 οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
109 τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
110 Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
111 εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.”
112 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
113 Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
114 ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
115 τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
116 Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
117 μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
118 τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
119 καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
120 υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
121 ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
122 ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
123 ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
124 Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
125 τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
126 κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
127 ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
128 Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
129 ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
130 ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
131 καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
132 εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
133 βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
134 κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
135 δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
136 τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
137 Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
138 δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
139 “Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
140 ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;
141 νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
142 σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,
143 δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
144 οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.”
145 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
146 “ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
147 ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
148 Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·
149 Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
150 ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.”
151 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
152 “ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
153 εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
154 ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
155 καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
156 τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.”
157 ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
158 αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
159 ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
160 τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·
161 “Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
162 ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
163 νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
164 ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
165 πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας
166 ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.”
167 ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
168 ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
169 τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
170 τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
171 σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
172 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
173 “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
174 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
175 γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
176 νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
177 νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
178 ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·
179 ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
180 ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
181 μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
182 ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
183 Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.”
184 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
185 “Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
186 νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
187 Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
188 ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
189 οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
190 ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
191 ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
192 ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
193 πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
194 αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
195 δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
196 εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
197 αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.”
198 ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
199 σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
200 καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·
201 “ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ
202 ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
203 οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι
204 πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
205 εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,
206 Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
207 αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.”
208 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
209 “Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
210 οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
211 ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.”
212 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
213 τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
214 πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
215 εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
216 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
217 καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
218 εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη
219 αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
220 βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
221 πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
222 στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
223 ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
224 ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
225 ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
226 εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
227 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
228 “αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·
229 πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
230 ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
231 ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
232 πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
233 Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος
234 στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
235 Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
236 Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων
237 τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
238 οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
239 νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
240 ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα
241 ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
242 ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
243 αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
244 μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.”
245 ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
246 νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
247 αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
248 νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
249 πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
250 ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
251 οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,
252 μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
253 ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
254 εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
255 τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
256 ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
257 Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·
258 τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
259 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
260 ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
261 τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
262 τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
263 τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
264 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
265 τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
266 Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
267 στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
268 ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως
269 παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ
270 βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
271 αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
272 εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
273 ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
274 Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην
275 Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
276 καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
277 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
278 τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
279 τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
280 στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
281 “Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
282 βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
283 πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
284 καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
285 τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
286 σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
287 αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη
288 Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
289 πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
290 ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
291 ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.”
292 τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
293 “Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
294 ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
295 παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς
296 ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
297 ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
298 πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
299 τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.”
300 ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
301 Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
302 καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα
303 υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
304 τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
305 καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
306 μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ
307 καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
308 ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
309 Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
310 Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
311 ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
312 ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
313 ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
314 ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
315 ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
316 Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
317 τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
318 Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
319 ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
320 αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
321 σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
322 βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
323 ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
324 θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ
325 αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει
326 αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
327 τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
328 ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
329 στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
330 Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
331 ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
332 τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
333 Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
334 νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
335 ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
336 οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
337 Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
338 ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
339 ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
340 ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
341 ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
342 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
343 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
344 φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
345 οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
346 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
347 χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
348 Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
349 Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
350 τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
351 αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
352 “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
353 ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
354 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
355 ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς
356 Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.”
357 τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
358 “καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
359 χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
360 ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
361 σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
362 οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
363 τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
364 ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
365 τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
366 εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
367 εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
368 ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
369 οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
370 νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
371 ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
372 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
373 ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
374 ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
375 ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
376 τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
377 ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
378 γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
379 ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
380 δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.”
381 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
382 ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
383 Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
384 αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
385 πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
386 ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
387 ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
388 τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
389 ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
390 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
391 ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
392 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
393 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
394 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
395 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
396 τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
397 Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
398 Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
399 “βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
400 ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
401 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
402 γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
403 αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
404 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
405 ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
406 ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
407 Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
408 αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.”
409 ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
410 βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
411 πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
412 ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
413 “πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
414 οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
415 ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
416 γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
417 αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
418 οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
419 ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
420 ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
421 Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
422 αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
423 ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
424 τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.”
425 ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
426 αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
427 “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
428 νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
429 τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
430 ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
431 Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.”
432 ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
433 τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
434 καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,
435 ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
436 αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
437 μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
438 Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
439 Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
440 τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
441 ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
442 αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
443 ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
444 αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
445 ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
446 αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
447 “τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
448 οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
449 ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
450 πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
451 οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.
452 σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
453 πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
454 ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
455 οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
456 ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.”
457 ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
458 πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
459 ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
460 σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
461 Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
462 “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
463 εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
464 ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
465 οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
466 ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·
467 βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
468 ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.”
469 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
470 “ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
471 ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη
472 ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
473 οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
474 πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
475 ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
476 στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
477 ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
478 χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι
479 γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε
480 ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο
481 τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
482 οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
483 σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.”
484 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.
485 ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο
486 ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
487 Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
488 ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
489 Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
490 νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
491 ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
492 ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
493 τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ
494 ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
495 αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
496 τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
497 “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
498 νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
499 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
500 ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
501 Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
502 ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
503 δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
504 λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·
505 ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα
506 καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
507 σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
508 ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης
509 καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,
510 μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
511 φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
512 μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
513 ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
514 βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
515 νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
516 Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
517 κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
518 παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
519 λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
520 θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
521 πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω
522 μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
523 ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
524 μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
525 τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
526 ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν
527 ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
528 οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
529 ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
530 πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
531 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
532 εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
533 πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
534 χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
535 αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος
536 μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω
537 κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
538 ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
539 εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
540 τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
541 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.”
542 ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
543 οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
544 δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·
545 ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα
546 καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
547 σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
548 [ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας]
549 κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
550 [ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,]
551 [οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,]
552 [καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο]
553 οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
554 εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
555 ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
556 φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·
557 ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
558 καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
559 πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
560 τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
561 Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
562 χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
563 εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
564 ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
565 ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.
Livro 9
1 ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς
2 θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
3 πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
4 ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
5 Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον
6 ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
7 κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·
8 ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
9 Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
10 φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
11 κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
12 μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
13 ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων
14 ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
15 ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ·
16 ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα·
17 “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
18 Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
19 σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
20 Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,
21 νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
22 δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
23 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
24 ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
25 ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
26 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
27 φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
28 οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.”
29 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
30 δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
31 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
32 “Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
33 ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
34 ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
35 φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα
36 ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
37 σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·
38 σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,
39 ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.
40 δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
41 ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
42 εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
43 ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης
44 ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
45 ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
46 εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ
47 φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
48 νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ
49 Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.”
50 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
51 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
52 τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·
53 “Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
54 καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
55 οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
56 οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
57 ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης
58 ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις
59 Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.
60 ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,
61 ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι
62 μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.
63 ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
64 ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
65 ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
66 δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι
67 λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
68 κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα
69 Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.
70 δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.
71 πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν
72 ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·
73 πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.
74 πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
75 βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
76 ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν
77 καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
78 νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.”
79 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
80 ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
81 ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
82 ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
83 ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,
84 ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
85 ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ
86 κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες·
87 κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·
88 ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.
89 Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
90 ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
91 οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
92 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
93 τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
94 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
95 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
96 “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
97 ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν
98 λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
99 σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.
100 τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,
101 κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ
102 εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ.
103 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
104 οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
105 οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν
106 ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
107 χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
108 οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
109 πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
110 εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
111 ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν
112 φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
113 δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.”
114 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
115 “ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας·
116 ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν
117 λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
118 ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.
119 ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
120 ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα.
121 ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω
122 ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
123 αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
124 πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
125 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
126 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
127 ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
128 δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
129 Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
130 ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
131 τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων
132 κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
133 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
134 ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
135 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
136 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
137 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
138 εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
139 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
140 αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
141 εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
142 γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,
143 ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
144 τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
145 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
146 τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
147 πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω
148 πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
149 ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
150 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
151 Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
152 καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
153 πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
154 ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
155 οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
156 καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
157 ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
158 δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος,
159 τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·
160 καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
161 ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.”
162 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
163 “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
164 δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·
165 ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα
166 ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
167 εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
168 Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
169 αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·
170 κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων.
171 φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,
172 ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.”
173 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
174 αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
175 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
176 νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
177 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
178 ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
179 τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
180 δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
181 πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
182 τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
183 πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
184 ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
185 Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
186 τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
187 καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν,
188 τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·
189 τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν.
190 Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
191 δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
192 τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
193 στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
194 αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
195 ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη.
196 τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
197 “χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
198 οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.”
199 ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
200 εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
201 αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·
202 “μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
203 ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ·
204 οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.”
205 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ.
206 αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
207 ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός,
208 ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
209 τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς.
210 καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε,
211 πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
212 αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
213 ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
214 πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
215 αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
216 Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
217 καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
218 αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
219 τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
220 Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.
221 οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
222 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
223 νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,
224 πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα·
225 “χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
226 ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο
227 ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ
228 δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
229 ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες
230 δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι
231 νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
232 ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο
233 Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι
234 κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ
235 σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
236 Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
237 ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
238 μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει
239 ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
240 ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·
241 στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
242 αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς
243 δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
244 ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς
245 ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη
246 φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
247 ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
248 τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
249 αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος
250 ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν
251 φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
252 ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
253 ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·
254 “τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
255 δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν
256 ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·
257 ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον
258 τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.”
259 ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
260 παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων
261 ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.
262 εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω
263 ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων·
264 ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,
265 αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους
266 πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
267 οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
268 οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
269 ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
270 δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
271 Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
272 ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
273 τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα
274 κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
275 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
276 ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.
277 ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε
278 ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι,
279 νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
280 εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί,
281 Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
282 αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
283 εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
284 γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,
285 ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
286 τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
287 Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
288 τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
289 πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει
290 πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
291 ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
292 Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
293 Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον
294 καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
295 πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·
296 ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
297 οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
298 καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
299 ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
300 εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
301 αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
302 τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς
303 τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
304 νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
305 λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
306 οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.”
307 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
308 “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
309 χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
310 ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
311 ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
312 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
313 ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
314 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
315 οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
316 οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
317 μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
318 ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·
319 ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
320 κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
321 οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ
322 αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
323 ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
324 μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ,
325 ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
326 ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων
327 ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
328 δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων,
329 πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
330 τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
331 ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
332 Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
333 δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
334 ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·
335 τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν
336 εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων
337 τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
338 Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας
339 Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
340 ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων
341 Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
342 τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
343 ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
344 νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε
345 μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.
346 ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
347 φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
348 ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
349 καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ
350 εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·
351 ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
352 ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον
353 οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
354 ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·
355 ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
356 νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
357 αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
358 νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,
359 ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
360 ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας
361 νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
362 εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
363 ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
364 ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·
365 ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
366 ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
367 ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,
368 αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
369 Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω
370 ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
371 εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
372 αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε
373 τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
374 οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
375 ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις
376 ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος
377 ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
378 ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
379 οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
380 ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο,
381 οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας
382 Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
383 αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας
384 ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
385 οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
386 οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων
387 πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
388 κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
389 οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
390 ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·
391 οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,
392 ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
393 ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,
394 Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
395 πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε
396 κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
397 τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
398 ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
399 γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
400 κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·
401 οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν
402 Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
403 τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
404 οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
405 Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
406 ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
407 κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
408 ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
409 οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
410 μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
411 διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
412 εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
413 ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
414 εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
415 ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
416 ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
417 καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
418 οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
419 Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
420 χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
421 ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
422 ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·
423 ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
424 ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
425 νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη
426 ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·
427 Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,
428 ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
429 αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.”
430 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
431 μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
432 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
433 δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·
434 “εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
435 βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
436 πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
437 πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
438 οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
439 ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
440 νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο
441 οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
442 τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
443 μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.
444 ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
445 λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
446 γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
447 οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
448 φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
449 ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
450 τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν
451 μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων
452 παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
453 τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
454 πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
455 μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
456 ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
457 Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
[1]
462 ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
463 πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
464 ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
465 αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
466 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
467 ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
468 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
469 πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
470 εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
471 οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη
472 πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,
473 ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
474 ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
475 καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
476 ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
477 ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
478 φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,
479 Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
480 ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,
481 καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
482 μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
483 καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·
484 ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
485 καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
486 ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ
487 οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,
488 πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
489 ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
490 πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
491 οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
492 ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
493 τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
494 ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
495 ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
496 ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ
497 νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
498 τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
499 καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
500 λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι
501 λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
502 καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
503 χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,
504 αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.
505 ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
506 πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν
507 βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.
508 ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
509 τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·
510 ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,
511 λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
512 τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
513 ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
514 τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
515 εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι
516 Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
517 οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
518 Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
519 νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,
520 ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
521 κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
522 φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
523 μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
524 οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
525 ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·
526 δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.
527 μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
528 ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
529 Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
530 ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,
531 Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,
532 Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
533 καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
534 χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
535 Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,
536 οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
537 ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.
538 ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
539 ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,
540 ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·
541 πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
542 αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
543 τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
544 πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
545 καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
546 τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.
547 ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
548 ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
549 Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
550 ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
551 τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο
552 τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·
553 ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
554 οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
555 ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
556 κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
557 κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
558 Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν
559 τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
560 Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
561 τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
562 Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς
563 μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
564 κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·
565 τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
566 ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι
567 πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
568 πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
569 κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
570 πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,
571 παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς
572 ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
573 τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
574 πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες
575 Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,
576 ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
577 ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
578 ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
579 πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
580 ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
581 πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
582 οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
583 σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·
584 πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
585 ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι,
586 οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·
587 ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
588 πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων
589 βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
590 καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
591 λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα
592 κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·
593 ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,
594 τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
595 τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
596 βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
597 ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
598 εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν
599 πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
600 ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων
601 ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
602 νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων
603 ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
604 εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
605 οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.”
606 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
607 “Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
608 χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
609 ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ
610 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
611 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
612 μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
613 Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
614 τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
615 καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ·
616 ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
617 οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων
618 εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι
619 φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.”
620 ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ
621 Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
622 ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας
623 ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
624 “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
625 ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
626 τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα
627 χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
628 οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς
629 ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
630 σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
631 τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
632 νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
633 ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·
634 καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας,
635 τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
636 ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε
637 θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
638 οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας,
639 ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν,
640 αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν
641 πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
642 κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.”
643 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
644 “Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
645 πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·
646 ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
647 μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
648 Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
649 ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·
650 οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
651 πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
652 Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
653 κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
654 ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
655 Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.”
656 ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
657 σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.
658 Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
659 Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
660 αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
661 κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
662 ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
663 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
664 τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,
665 Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
666 Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ
667 Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
668 Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
669 οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
670 τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
671 δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·
672 πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
673 “εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
674 ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
675 ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;”
676 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
677 “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
678 κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον
679 πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.
680 αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
681 ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·
682 αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι
683 νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.
684 καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
685 οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
686 Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
687 χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
688 ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,
689 Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
690 Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,
691 ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
692 αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.”
693 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
694 μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
695 δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
696 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
697 “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
698 μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
699 μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
700 νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
701 ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
702 ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν
703 θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
704 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
705 νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
706 σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·
707 αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
708 καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
709 ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.”
710 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες
711 μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
712 καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
713 ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
Livro 10
1 ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
2 εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
3 ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
4 ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
5 ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
6 τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
7 ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
8 ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
9 ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων
10 νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
11 ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
12 θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
13 αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.
14 αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
15 πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
16 ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.
17 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
18 Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
19 εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
20 ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
21 ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
22 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
23 ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
24 αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
25 ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ
26 ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν
27 Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν
28 ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
29 παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
30 ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
31 θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.
32 βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων
33 Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ.
34 τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ
35 νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.
36 τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
37 “τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων
38 ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς
39 δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
40 ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
41 νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.”
42 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
43 “χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
44 κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
45 Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
46 Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν·
47 οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος
48 ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι,
49 ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
50 αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
51 ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
52 δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.
53 ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
54 ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον
55 εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν
56 ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.
57 κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς
58 σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
59 Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.”
60 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
61 “πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
62 αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
63 ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;”
64 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
65 “αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν
66 ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
67 φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
68 πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
69 πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ,
70 ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι
71 Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.”
72 ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας·
73 αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
74 τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
75 εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο
76 ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
77 πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς
78 ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
79 λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
80 ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας
81 Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ·
82 “τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
83 νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι,
84 ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων;
85 φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;”
86 τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
87 “ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
88 γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων
89 Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ
90 ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
91 πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος
92 ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν.
93 αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ
94 ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω
95 στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα.
96 ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει,
97 δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν
98 μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
99 κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
100 δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν
101 μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.”
102 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
103 “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
104 οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
105 ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω
106 κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς
107 ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
108 σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους
109 ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα
110 ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
111 ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
112 ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα·
113 τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς.
114 ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
115 νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω
116 ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
117 νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
118 λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.”
119 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
120 “ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα·
121 πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
122 οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο,
123 ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
124 νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη·
125 τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
126 ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
127 ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.”
128 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
129 “οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει
130 Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.”
131 ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
132 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
133 ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
134 διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη.
135 εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
136 βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
137 πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
138 ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
139 φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή,
140 ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε·
141 “τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
142 νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;”
143 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
144 “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
145 μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
146 ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε
147 βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.”
148 ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
149 ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς.
150 βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον
151 ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι
152 εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν
153 ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς
154 λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως
155 εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
156 αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
157 τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
158 λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην·
159 “ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς;
160 οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
161 εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;”
162 ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
163 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
164 “σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις.
165 οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
166 οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
167 πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.”
168 τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ·
169 “ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
170 εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ
171 καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν·
172 ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
173 νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
174 ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
175 ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
176 ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.”
177 ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
178 αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
179 βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
180 οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
181 οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
182 ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
183 ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
184 θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην
185 ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ
186 ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν·
187 ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
188 νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ
189 τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
190 τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
191 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
192 “οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος
193 αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.”
194 ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο
195 Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
196 τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
197 ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
198 τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
199 ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
200 πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ
201 ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
202 ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον·
203 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
204 “ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ
205 θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
206 ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
207 ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
208 ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
209 αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
210 ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.
211 ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι
212 ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
213 πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή·
214 ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
215 τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
216 θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
217 αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.”
218 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
219 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
220 “Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
221 ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
222 Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος
223 μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
224 σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν
225 ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ
226 ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.”
227 ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
228 ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
229 ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός,
230 ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
231 ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
232 Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
233 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
234 “Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
235 τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα,
236 φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί.
237 μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
238 καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων
239 ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.”
240 ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
241 τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
242 “εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι,
243 πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
244 οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
245 ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
246 τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
247 ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.”
248 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
249 “Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει·
250 εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις.
251 ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς,
252 ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ
253 τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.”
254 ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
255 Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
256 φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·
257 καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
258 ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ
259 κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
260 Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
261 καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
262 ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν
263 ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
264 ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
265 εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει.
266 τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
267 ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
268 Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι·
269 Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
270 αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι·
271 δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
272 τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
273 βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους.
274 τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
275 Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι
276 νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν.
277 χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ·
278 “κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ
279 ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω
280 κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
281 δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
282 ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.”
283 δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·
284 “κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη·
285 σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ
286 ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
287 τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
288 αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
289 κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
290 σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης.
291 ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
292 σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
293 ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
294 τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.”
295 ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
296 οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
297 βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
298 ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα.
299 οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
300 εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
301 ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες·
302 τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·
303 “τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
304 δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
305 δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους
306 οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
307 ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο,
308 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
309 ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
310 ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
311 φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
312 νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.”
313 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
314 ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
315 κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
316 ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης·
317 αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
318 ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν·
319 “Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
320 νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
321 ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον
322 ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
323 δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
324 σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης·
325 τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι
326 νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι
327 βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.”
328 ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν·
329 “ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
330 μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
331 Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.”
332 ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν·
333 αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
334 ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
335 κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα,
336 βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν
337 ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
338 ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον,
339 βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα
340 διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν·
341 “οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
342 οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
343 ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
344 ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
345 τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
346 καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν,
347 αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
348 ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.”
349 ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
350 κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
351 ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται
352 ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
353 ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον·
354 τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας.
355 ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
356 ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
357 ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
358 γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα
359 φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν.
360 ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
361 ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
362 χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς,
363 ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
364 λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
365 ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
366 φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη
367 Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
368 φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι.
369 δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
370 “ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι
371 δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.”
372 ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·
373 δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
374 ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε
375 βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων·
376 χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην,
377 χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα·
378 “ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον
379 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
380 τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα
381 εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.”
382 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
383 “θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
384 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
385 πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος
386 νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
387 ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
388 ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
389 νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;”
390 τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα·
391 “πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
392 ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
393 δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
394 ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
395 ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι
396 ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
397 ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες
398 φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι
399 νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.”
400 τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
401 “ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
402 ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
403 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
404 ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
405 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
406 ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
407 ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;
408 πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
409 ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν
410 αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ
411 ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.”
412 τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός·
413 “τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
414 Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί,
415 βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
416 νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως
417 οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
418 ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη
419 οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
420 ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
421 εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν·
422 οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
423 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
424 “πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
425 εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.”
426 τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός·
427 “τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω.
428 πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
429 καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
430 πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι
431 καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
432 ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
433 εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
434 Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων·
435 ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
436 τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους·
437 λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι·
438 ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται·
439 τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
440 ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
441 ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν.
442 ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
443 ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ,
444 ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
445 ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.”
446 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
447 “μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ·
448 ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
449 εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
450 ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
451 ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων·
452 εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
453 οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.”
454 ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
455 ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε
456 φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
457 φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
458 τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
459 καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν·
460 καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
461 ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα·
462 “χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
463 πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις
464 πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.”
465 ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας
466 θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε
467 συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους,
468 μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
469 τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
470 αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
471 οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν
472 καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
473 τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
474 Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι
475 ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
476 τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν·
477 οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι,
478 οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
479 ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ
480 ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους·
481 ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.”
482 ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
483 κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
484 ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα.
485 ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
486 αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
487 ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
488 ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς
489 ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
490 τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
491 τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
492 ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
493 νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν.
494 ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
495 τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
496 ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
497 τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
498 τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
499 σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
500 τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν
501 ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι·
502 ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
503 αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
504 ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο,
505 ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας,
506 ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
507 εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη
508 ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον·
509 “νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
510 νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς,
511 μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.”
512 ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
513 καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς
514 τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
515 οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων
516 ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν·
517 τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
518 ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
519 Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας
520 ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι,
521 ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
522 ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον.
523 Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
524 θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα
525 ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
526 οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
527 ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
528 Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
529 ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων·
530 μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
531 νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
532 Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε·
533 “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
534 ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
535 ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
536 αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
537 ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους·
538 ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
539 Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.”
540 οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί.
541 καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες
542 δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
543 πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ·
544 “εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
545 ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον
546 Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
547 αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
548 αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι
549 μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής·
550 ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
551 ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα·
552 ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
553 κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.”
554 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
555 “ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
556 ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
557 ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
558 ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
559 Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης
560 ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
561 τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
562 τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
563 Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.”
564 ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
565 καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
566 οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
567 ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
568 φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι
569 ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες·
570 νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
571 θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ.
572 αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
573 ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
574 αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
575 νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
576 ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
577 τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ
578 δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
579 πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.
Livro 11
1 Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
2 ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·
3 Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
4 ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
5 στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
6 ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
7 ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
8 ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
9 εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
10 ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε
11 ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
12 καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
13 τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι
14 ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
15 Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
16 Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
17 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
18 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
19 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
20 τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
21 πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ
22 ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·
23 τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
24 τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
25 δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο·
26 κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
27 τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων
28 ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.
29 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
30 χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν
31 ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
32 ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
33 καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
34 ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
35 λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
36 τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
37 δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.
38 τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ
39 κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν
40 τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
41 κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
42 ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
43 εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
44 ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω
45 λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
46 τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
47 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
48 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,
49 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
50 ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.
51 φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
52 ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
53 ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας
54 αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε
55 πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
56 Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
57 Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
58 Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
59 τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
60 ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
61 Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,
62 οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
63 παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,
64 ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
65 ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ
66 λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
67 οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
68 ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν
69 πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
70 ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
71 δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
72 ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς
73 θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·
74 οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
75 οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι
76 σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
77 δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
78 πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
79 οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
80 τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς
81 τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
82 εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
83 χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.
84 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
85 τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
86 ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
87 οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
88 τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
89 σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
90 τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
91 κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
92 πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
93 αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
94 ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
95 τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
96 νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
97 ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
98 ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
99 καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
100 στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·
101 αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
102 υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
103 εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,
104 Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς
105 Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
106 ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.
107 δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
108 τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
109 Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.
110 σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
111 γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
112 εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
113 ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
114 ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
115 ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·
116 ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι
117 χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·
118 καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
119 σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·
120 ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
121 Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.
122 αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
123 υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα
124 χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
125 οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
126 τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
127 εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·
128 ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
129 τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς
130 Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·
131 “ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·
132 πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
133 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
134 τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,
135 εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.”
136 ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
137 μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·
138 “εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
139 ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
140 ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
141 αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
142 νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.”
143 ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
144 δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.
145 Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε
146 χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,
147 ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.
148 τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
149 τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
150 πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
151 ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη
152 ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
153 χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων
154 αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.
155 ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
156 πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι
157 πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
158 ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
159 Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι
160 κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
161 ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ
162 κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
163 Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
164 ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·
165 Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
166 οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
167 μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο
168 ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ
169 Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
170 ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
171 ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
172 οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
173 ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
174 πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·
175 τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
176 πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·
177 ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
178 αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.
179 πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
180 Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
181 ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
182 ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
183 Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
184 οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.
185 Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
186 “βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·
187 ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
188 θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
189 τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω
190 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
191 αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
192 εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω
193 κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
194 δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.”
195 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
196 βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
197 εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
198 ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·
199 ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
200 “Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
201 Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
202 ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
203 θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
204 τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι
205 μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
206 αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
207 εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει
208 κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
209 δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.”
210 ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
211 Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
212 πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
213 ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
214 οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
215 Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
216 ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων
217 πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
218 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
219 ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
220 ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
221 Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
222 ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·
223 Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
224 μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·
225 αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
226 αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν·
227 γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν
228 σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.
229 τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
230 αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει·
231 ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
232 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
233 Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
234 Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
235 νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
236 οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν
237 ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή.
238 καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
239 ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς
240 σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα.
241 ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
242 οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,
243 κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε·
244 πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη
245 αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο.
246 δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,
247 βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
248 τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
249 πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος
250 ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
251 στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
252 νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
253 ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
254 ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
255 ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
256 ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
257 ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
258 ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·
259 τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
260 οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·
261 τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
262 ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ
263 πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
264 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
265 ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
266 ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
267 αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα,
268 ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
269 ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
270 δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
271 Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
272 ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
273 ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
274 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
275 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
276 “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
277 ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
278 φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
279 εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.”
280 ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους
281 νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην·
282 ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ
283 τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
284 Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα
285 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
286 “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
287 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
288 οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε
289 Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
290 ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.”
291 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
292 ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
293 σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
294 ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
295 Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
296 αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
297 ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
298 ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
299 ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν
300 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
301 Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
302 καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον
303 Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
304 τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα
305 πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
306 ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·
307 πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη
308 σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·
309 ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν.
310 ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
311 καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
312 εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς·
313 “Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
314 ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος
315 ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.”
316 τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·
317 “ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα
318 ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς
319 Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.”
320 ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε
321 δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς
322 ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
323 τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·
324 τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω
325 ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον·
326 ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ
327 ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
328 ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
329 υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
330 ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
331 στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
332 πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
333 τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
334 θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα·
335 Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
336 ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
337 ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον.
338 ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
339 Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι
340 ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ.
341 τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς
342 θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
343 Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς
344 κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
345 τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
346 αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
347 “νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·
348 ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.”
349 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
350 καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
351 ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός,
352 οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια
353 τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
354 Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
355 στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
356 γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
357 ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν
358 τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης
359 τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας
360 ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν.
361 δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·
362 “ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
363 ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων
364 ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
365 ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
366 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
367 νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.”
368 ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
369 αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
370 Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
371 στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
372 Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.
373 ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
374 αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων
375 καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε
376 καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
377 ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς
378 ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας
379 ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·
380 “βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι
381 νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
382 οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
383 οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.”
384 τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·
385 “τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
386 εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
387 οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·
388 νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
389 οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·
390 κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
391 ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,
392 ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.
393 τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,
394 παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων
395 πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.”
396 ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
397 ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
398 ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.
399 ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε
400 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.
401 οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ
402 Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·
403 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
404 “ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
405 πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
406 μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
407 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
408 οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
409 ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
410 ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.”
411 εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
412 τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
413 ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.
414 ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ
415 σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο
416 θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
417 ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων
418 γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
419 ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
420 Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
421 οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
422 αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
423 Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
424 δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης
425 νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
426 τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ
427 αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
428 τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
429 στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
430 “ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο
431 σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
432 τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,
433 ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.”
434 ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
435 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
436 καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
437 πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε
438 Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
439 γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
440 ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·
441 “ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
442 ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·
443 σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
444 ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα
445 εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.”
446 ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,
447 τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
448 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,
449 δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·
450 “ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
451 φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.
452 ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
453 ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ
454 ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.
455 αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.”
456 ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
457 ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·
458 αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.
459 Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος
460 κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.
461 αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.
462 τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
463 τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
464 αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·
465 “Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
466 ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ
467 τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
468 Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
469 ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.
470 δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
471 ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.”
472 ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
473 εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν
474 Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
475 ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ
476 ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι
477 φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·
478 αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
479 ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
480 ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων
481 σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·
482 ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
483 Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως
484 ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
485 Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
486 στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
487 ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου
488 χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
489 Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
490 Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,
491 οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
492 ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
493 χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
494 πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας
495 ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
496 ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
497 δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ
498 πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης
499 ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα
500 ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει
501 Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
502 Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
503 ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·
504 οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
505 εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
506 παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
507 ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
508 τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
509 μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
510 αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·
511 “ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
512 ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων
513 βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·
514 ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
515 ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.”
516 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
517 αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων
518 βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·
519 μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
520 νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
521 Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
522 Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·
523 “Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν
524 ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι
525 Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
526 Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·
527 εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς
528 κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα
529 ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
530 ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.”
531 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
532 μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
533 ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
534 στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
535 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
536 ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
537 αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
538 ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
539 ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
540 αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
541 ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
542 Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
544 Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
545 στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
546 τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς
547 ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
548 ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
549 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
550 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
551 πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
552 ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
553 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
554 καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
555 ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·
556 ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ
557 ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
558 ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
559 νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,
560 κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες
561 τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·
562 σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·
563 ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
564 Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι
565 νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
566 Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
567 αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας
568 Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
569 πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
570 αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
571 ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
572 ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
573 πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,
574 ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
575 τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς
576 Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
577 στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
578 καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
579 ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·
580 Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.
581 τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
582 τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον
583 ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ
584 δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.
585 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,
586 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
587 “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
588 στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
589 Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι
590 φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην
591 ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.”
592 ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν
593 πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες
594 δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.
595 στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
596 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
597 Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
598 ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
599 τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
600 ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
601 εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
602 αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
603 φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας
604 ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.
605 τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
606 “τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;”
607 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
608 “δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
609 νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
610 λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.
611 ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο
612 ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·
613 ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε
614 τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·
615 ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.”
616 ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,
617 βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
618 οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
619 αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
620 ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
621 ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων
622 στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα
623 ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
624 τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
625 τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,
626 θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ
627 ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
628 ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
629 καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς
630 χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
631 ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,
632 πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,
633 χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ
634 τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
635 χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.
636 ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
637 πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.
638 ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
639 οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν
640 κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,
641 πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.
642 τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν
643 μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
644 Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
645 τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
646 ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.
647 Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·
648 “οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.
649 αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
650 ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς
651 γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
652 νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.
653 εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος
654 δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.”
655 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
656 “τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
657 ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε
658 πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι
659 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
660 βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
661 οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·
662 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·
663 τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
664 ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς
665 ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.
666 ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
667 Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
668 αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς
669 ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
670 εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
671 ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
672 ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα
673 ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
674 ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν
675 ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
676 κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
677 ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
678 πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
679 τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,
680 ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
681 πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
682 καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
683 ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
684 οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
685 κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι
686 τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·
687 οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
688 δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
689 ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
690 ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη
691 τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·
692 δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
693 τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.
694 ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
695 ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
696 ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν
697 εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.
698 καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ
699 τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
700 ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον
701 θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
702 κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.
703 τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
704 ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε
705 δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
706 ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ
707 ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες
708 ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
709 πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο
710 παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
711 ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
712 τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·
713 τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
714 ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη
715 ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
716 ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
717 ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς
718 εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·
719 οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
720 ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
721 καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
722 ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
723 ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν
724 ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.
725 ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
726 ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.
727 ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
728 ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,
729 αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
730 δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
731 καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
732 ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
733 ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·
734 ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·
735 εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
736 συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.
737 ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
738 πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,
739 Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,
740 πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,
741 ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
742 τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
743 ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας
744 στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
745 ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα
746 ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.
747 αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
748 πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον
749 φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
750 καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,
751 εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
752 ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
753 ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·
754 τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
755 κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,
756 ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
757 πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη
758 κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
759 ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ
760 ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,
761 πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.
762 ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς
763 οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω
764 πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.
765 ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν
766 ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
767 νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
768 πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
769 Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
770 λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.
771 ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
772 ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς
773 πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
774 αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον
775 σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.
776 σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα
777 στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,
778 ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,
779 ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.
780 αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
781 ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·
782 σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.
783 Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ
784 αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·
785 σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·
786 “τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
787 πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.
788 ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι
789 καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.”
790 ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν
791 ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
792 τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
793 παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
794 εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
795 καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
796 ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω
797 Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·
798 καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
799 αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
800 Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
801 τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
802 ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
803 ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.”
804 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
805 βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.
806 ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
807 ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε
808 ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
809 ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
810 διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
811 σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
812 ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
813 αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.
814 τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
815 καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
816 “ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
817 ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
818 ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
819 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,
820 ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,
821 ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;”
822 τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·
823 “οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
824 ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
825 οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
826 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
827 χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.
828 ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
829 μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
830 νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε
831 ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
832 ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
833 ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
834 τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
835 χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
836 κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.”
837 τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·
838 “πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;
839 ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
840 ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·
841 ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.”
842 ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
843 ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
844 ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
845 ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν
846 νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
847 χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
848 ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.
Livro 12
1 ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
2 ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο
3 Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε
4 τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
5 εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον
6 ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·
7 ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
8 ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο
9 ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
10 ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς
11 καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
12 τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
13 αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
14 πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,
15 πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
16 Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,
17 δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
18 τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
19 ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
20 Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
21 Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
22 καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
23 κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·
24 τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,
25 ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς
26 συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
27 αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
28 ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε
29 φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
30 λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,
31 αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
32 τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι
33 κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
34 ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
35 θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
36 τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων
37 βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
38 νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
39 Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·
40 αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·
41 ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
42 κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·
43 οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
44 ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
45 αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ
46 ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·
47 ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·
48 ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·
49 ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους
50 τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι
51 τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ
52 χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος
53 εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
54 ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
55 ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν
56 ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν
57 πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
58 ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
59 ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
60 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
61 “Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
62 ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·
63 ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ
64 ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,
65 ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
66 ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.
67 εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
68 Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,
69 ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
70 νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·
71 εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται
72 ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
73 οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι
74 ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.
75 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
76 ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
77 αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
78 Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ
79 οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.”
80 ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
81 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
82 οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,
83 ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.
84 ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
85 ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·
86 οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
87 πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
88 οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
89 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
90 τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
91 καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν
92 ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
93 τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
94 τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
95 υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως
96 Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι
97 αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
98 τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
99 Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
100 Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
101 Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,
102 πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·
103 οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
104 τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.
105 οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
106 βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο
107 σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
108 ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι
109 βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·
110 ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν
111 αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
112 ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
113 νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
114 ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
115 ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
116 πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
117 ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
118 εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ
119 ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·
120 τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
121 εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
122 ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων
123 ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
124 τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο
125 ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς
126 σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
127 νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους
128 υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
129 τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
130 τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
131 τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
132 ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
133 αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
134 ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·
135 ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
136 μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
137 οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
138 ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
139 Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
140 Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
141 οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
142 ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·
143 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
144 Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
145 ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
146 ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν
147 ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
148 δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
149 πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων
150 γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·
151 ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
152 ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο
153 λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
154 οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
155 βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων
156 νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
157 ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
158 ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
159 ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
160 ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν
161 βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
162 δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
163 Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
164 “Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
165 πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς
166 σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
167 οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
168 οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
169 οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες
170 ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
171 ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε
172 χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.”
173 ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·
174 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
175 ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·
176 ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·
177 πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
178 λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
179 νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν
180 πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
181 σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
182 ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
183 δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·
184 οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ
185 αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
186 ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·
187 αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
188 υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
189 Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
190 αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
191 Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου
192 πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·
193 αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
194 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
195 ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,
196 τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
197 οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα
198 τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
199 οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
200 ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
201 αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
202 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
203 ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,
204 κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
205 ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
206 ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,
207 αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
208 Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
209 κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
210 δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
211 “Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
212 ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
213 δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ
214 οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν·
215 νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
216 μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
217 ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε
218 Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
219 αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων
220 φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
221 ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι,
222 οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
223 ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
224 ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί,
225 οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα·
226 πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ
227 χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
228 ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ
229 εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.”
230 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
231 “Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·
232 οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
233 εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
234 ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
235 ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
236 βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε·
237 τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
238 πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω
239 εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,
240 εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
241 ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
242 ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
243 εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
244 τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
245 εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
246 νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι·
247 οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
248 εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον
249 παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
250 αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.”
251 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
252 ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
253 ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
254 ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν
255 θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
256 τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
257 ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
258 κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις,
259 στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ
260 πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
261 τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
262 ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
263 ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
264 βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
265 ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων
266 πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
267 ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι
268 νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν·
269 “ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις
270 ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
271 ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι·
272 καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω
273 τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
274 ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
275 αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
276 νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.”
277 ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
278 τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
279 ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς
280 νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα·
281 κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ
282 ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
283 καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
284 καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
285 κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα
286 εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος·
287 ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
288 αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,
289 βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
290 οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
291 τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
292 εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
293 ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν.
294 αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην
295 καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς
296 ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
297 χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
298 τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
299 βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς
300 δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
301 μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
302 εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας
303 σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
304 οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
305 ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς
306 ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι·
307 ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
308 τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
309 αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο·
310 “Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
311 ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
312 ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
313 καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας
314 καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
315 τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
316 ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
317 ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων·
318 “οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
319 ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα
320 οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς
321 ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.”
322 ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
323 αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε
324 ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
325 οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν·
326 νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
327 μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι,
328 ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.”
329 ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε·
330 τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
331 τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς·
332 τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
333 πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο
334 ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι·
335 ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω
336 ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
337 ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν·
338 τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε,
339 βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
340 καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς
341 ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
342 αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην·
343 “ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον,
344 ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
345 εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
346 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
347 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
348 εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
349 ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
350 καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.”
351 ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
352 βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
353 στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα·
354 “Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
355 ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
356 κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
357 ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων
358 εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος·
359 ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ
360 ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
361 εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
362 ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
363 καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.”
364 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
365 αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα·
366 “Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης,
367 ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι·
368 αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
369 αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.”
370 ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
371 καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος·
372 τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
373 εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
374 τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο,
375 οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
376 ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες·
377 σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή.
378 Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
379 Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
380 μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
381 κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα
382 χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν,
383 οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας,
384 θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε
385 πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
386 κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός.
387 Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο
388 ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
389 ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης.
390 ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν
391 βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι.
392 Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος
393 αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης,
394 ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
395 νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ
396 πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
397 Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
398 ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε
399 τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.
400 τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ
401 βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
402 ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
403 παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη·
404 Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ
405 ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα.
406 χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν
407 χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
408 κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν·
409 “ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς;
410 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
411 μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον·
412 ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.”
413 ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
414 μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
415 Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
416 τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον·
417 οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
418 τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
419 οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
420 τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν.
421 ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον
422 μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
423 ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
424 ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων
425 δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
426 ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
427 πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
428 ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
429 μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
430 πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
431 ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
432 ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
433 ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
434 ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
435 ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται·
436 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
437 πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
438 Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
439 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
440 “ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος
441 Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.”
442 ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον,
443 ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα
444 κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες,
445 Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων
446 ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν
447 ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω
448 ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν,
449 οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
450 τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
451 ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
452 χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
453 ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
454 αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
455 δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες
456 εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει.
457 στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας
458 εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
459 ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω
460 βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες
461 ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
462 λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ
463 νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ
464 σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ
465 δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
466 νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει.
467 κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον
468 τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο.
469 αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς
470 ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν
471 νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
Livro 13
1 Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
2 τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν
3 νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
4 νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
5 Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
6 γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
7 ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
8 οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
9 ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
10 οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων·
11 καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
12 ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
13 Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
14 φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
15 ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς
16 Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
17 αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
18 κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη
19 ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
20 τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
21 Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
22 χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
23 ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
24 ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
25 χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
26 χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
27 βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
28 πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
29 γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
30 ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·
31 τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
32 ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
33 μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
34 ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
35 λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ
36 ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
37 ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν
38 νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
39 Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
40 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
41 ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν
42 αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
43 ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
44 Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
45 εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
46 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
47 “Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
48 ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
49 ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους
50 Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
51 ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
52 τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
53 ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
54 Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
55 σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
56 αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
57 τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν
58 ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.”
59 ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
60 ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο,
61 γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
62 αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
63 ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
64 ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
65 ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
66 τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
67 αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
68 “Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
69 μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
70 οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
71 ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
72 ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·
73 καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
74 μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
75 μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.”
76 τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·
77 “οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
78 μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
79 ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
80 Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.”
81 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
82 χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
83 τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
84 οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
85 τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
86 καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
87 Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
88 τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον·
89 οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων
90 ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
91 Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
92 Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
93 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
94 τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
95 “αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε
96 μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
97 εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
98 νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
99 ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι
100 δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον,
101 Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
102 φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην
103 θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται
104 αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη·
105 ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
106 μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν·
107 νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
108 ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
109 οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
110 νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς.
111 ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
112 ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
113 οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
114 ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
115 ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.
116 ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
117 πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε
118 ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
119 λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
120 ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
121 τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος
122 αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
123 Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
124 καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.”
125 ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
126 ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
127 καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
128 οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι
129 κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
130 φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ·
131 ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
132 ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
133 νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·
134 ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
135 σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.
136 Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
137 ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
138 ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
139 ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·
140 ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ
141 ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται
142 ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ·
143 ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
144 ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
145 κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
146 στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν
147 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
148 ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.
149 ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·
150 “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
151 παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
152 καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
153 ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με
154 ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.”
155 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
156 Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
157 Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
158 κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
159 Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
160 καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
161 ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν
162 ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ
163 ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ
164 ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως
165 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς
166 ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
167 βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
168 οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.
169 οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
170 Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
171 Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·
172 ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
173 κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·
174 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
175 ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
176 ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
177 τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ
178 νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς
179 ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
180 χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
181 ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
182 Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·
183 Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
184 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
185 τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος
186 νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·
187 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
188 Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
189 κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·
190 Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
191 Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ
192 σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα,
193 ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω
194 νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί.
195 Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
196 ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·
197 Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
198 ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
199 ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
200 ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
201 ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
202 τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς
203 κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
204 ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου·
205 Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
206 καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
207 υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
208 βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
209 ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.
210 Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
211 ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο
212 ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
213 τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας
214 ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα
215 ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
216 εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
217 ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
218 Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ·
219 “Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
220 οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;”
221 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
222 “ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε
223 γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
224 οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
225 εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω
226 μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
227 νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
228 ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
229 ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·
230 τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.”
231 τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
232 “Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
233 ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
234 ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
235 ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ
236 σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε.
237 συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
238 νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.”
239 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·
240 Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
241 δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,
242 βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
243 χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου
244 δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·
245 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
246 Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
247 ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει
248 οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·
249 “Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων
250 τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
251 ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,
252 ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς
253 ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.”
254 τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
255 “Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων,
256 ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
257 οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
258 ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.”
259 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
260 “δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
261 ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
262 Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω
263 ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
264 τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
265 καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.”
266 τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·
267 “καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
268 πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
269 οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
270 ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
271 ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
272 ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
273 λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.”
274 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
275 “οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;
276 εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
277 ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν,
278 ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη·
279 τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
280 οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,
281 ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει,
282 ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
283 κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων·
284 τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
285 ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
286 ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·
287 οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
288 εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
289 οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ,
290 ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
291 πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
292 ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
293 ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·
294 ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.”
295 ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
296 καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
297 βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
298 οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
299 τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
300 ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν·
301 τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
302 ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε
303 ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·
304 τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
305 ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
306 τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·
307 “Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
308 ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,
309 ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
310 δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.”
311 τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
312 “νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
313 Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν
314 τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·
315 οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
316 Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.
317 αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
318 κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
319 νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων
320 ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
321 ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
322 ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
323 χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
324 οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
325 ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν.
326 νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα
327 εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.”
328 ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
329 ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
330 οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
331 αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
332 κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν·
333 τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
334 ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
335 ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
336 οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
337 ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ
338 ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
339 ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
340 μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν
341 αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
342 θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
343 ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη
344 ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο.
345 τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
346 ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
347 Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
348 κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν
349 ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
350 ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
351 Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
352 λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα
353 Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
354 ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη,
355 ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
356 τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
357 λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
358 τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
359 πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν
360 ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν.
361 ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
362 Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
363 πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
364 ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
365 ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
366 Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,
367 ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
368 τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε
369 δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας.
370 Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
371 καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ
372 χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε.
373 δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε·
374 “Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων
375 εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης
376 Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν.
377 καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν,
378 δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
379 Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν
380 Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
381 ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
382 ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.”
383 ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
384 ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ
385 πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων
386 αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ
387 Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ
388 λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
389 ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
390 ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
391 ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
392 ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
393 βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
394 ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
395 οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
396 ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης
397 δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ
398 χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν.
399 αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
400 ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
401 ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
402 Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
403 Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
404 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
405 Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ,
406 τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
407 δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν·
408 τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
409 καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
410 ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
411 ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
412 ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε.
413 Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
414 “οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι
415 εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
416 γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.”
417 ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο,
418 Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
419 ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
420 ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
421 τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
422 Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
423 νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
424 Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ
425 ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
426 ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
427 ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
428 ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο,
429 πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
430 τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
431 ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
432 κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν
433 γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·
434 τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
435 θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα·
436 οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι,
437 ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
438 ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
439 ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
440 χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
441 δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
442 δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει,
443 ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
444 ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης·
445 Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
446 “Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
447 τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
448 δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο,
449 ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω,
450 ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον·
451 Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα,
452 Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα
453 Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν
454 σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.”
455 ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
456 ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
457 ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.
458 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
459 βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου
460 ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
461 οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν.
462 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
463 “Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
464 γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.
465 ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε
466 γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·
467 τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.”
468 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
469 βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
470 ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
471 ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
472 ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
473 χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·
474 ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας
475 θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας·
476 ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,
477 Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους
478 Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
479 Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
480 τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
481 “δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς
482 Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,
483 ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·
484 καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.
485 εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ
486 αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.”
487 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
488 πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες.
489 Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
490 Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
491 οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα
492 λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
493 πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν·
494 ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
495 ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
496 οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
497 μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς
498 σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον
499 ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
500 Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
501 ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
502 Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·
503 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
504 αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
505 ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
506 Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
507 ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
508 ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
509 Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
510 ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ
511 ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.
512 οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
513 οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι.
514 τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
515 τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
516 τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
517 Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
518 ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ
519 υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος
520 ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
521 οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
522 υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
523 ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
524 ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι
525 ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
526 οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·
527 Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν
528 ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
529 δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς
530 αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
531 Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
532 ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
533 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης
534 αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
535 ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους
536 ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
537 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
538 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
539 τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός.
540 οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
541 ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
542 λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·
543 ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη
544 καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
545 Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
546 οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
547 ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει·
548 τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
549 κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
550 Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων
551 παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
552 οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο
553 εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
554 Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
555 Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
556 οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς
557 στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ
558 σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν
559 ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.
560 ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον
561 Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
562 ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν
563 κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
564 καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος
565 ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης·
566 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων·
567 Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
568 αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα
569 γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
570 ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ
571 ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες
572 ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·
573 ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,
574 ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν
575 ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε.
576 Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
577 Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
578 ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν
579 μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·
580 τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
581 Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·
582 βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
583 ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.
584 τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
585 ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ.
586 Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
587 θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός.
588 ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν
589 θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
590 πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
591 ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
592 πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
593 Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
594 τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ
595 ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
596 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
597 χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος.
598 καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
599 αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
600 σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
601 Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο
602 ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
603 σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
604 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες
605 Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος,
606 Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
607 οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·
608 ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ
609 ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
610 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
611 ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν
612 ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
613 μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο.
614 ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
615 ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον
616 ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε
617 πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
618 ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
619 τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
620 “λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
621 Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
622 ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
623 ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ
624 Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
625 ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
626 οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
627 μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ·
628 νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
629 πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς.
630 ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
631 Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
632 ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται·
633 οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
634 Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται
635 φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
636 πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
637 μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
638 τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
639 ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.”
640 ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα
641 συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
642 αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
643 ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
644 Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
645 ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν·
646 ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
647 ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
648 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων
649 πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
650 Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν,
651 καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς
652 ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν.
653 ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
654 θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ
655 κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
656 τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
657 ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
658 ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
659 ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
660 τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη·
661 ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·
662 τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν.
663 ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
664 ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
665 ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
666 πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
667 “νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
668 ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·
669 τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
670 νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
671 τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς
672 ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.”
673 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·
674 Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη
675 ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο
676 λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν
677 ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
678 ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·
679 ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
680 ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
681 ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
682 θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε
683 τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα
684 ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
685 ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
686 Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
687 σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο
688 ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
689 οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν
690 ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο
691 Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν
692 Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
693 πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
694 ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
695 ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
696 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
697 γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
698 αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
699 οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
700 ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
701 Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
702 ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν,
703 ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
704 ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι
705 πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς·
706 τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
707 ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·
708 ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν.
709 ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
710 λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο
711 ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο.
712 οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·
713 οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·
714 οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
715 οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
716 ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
717 Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα
718 ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·
719 δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
720 μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
721 οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης
722 Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.
723 ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
724 Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
725 εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·
726 “Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
727 οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
728 τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·
729 ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
730 ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
731 ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
732 ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
733 ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι,
734 καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.
735 αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
736 πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·
737 Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
738 οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται
739 παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
740 ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους·
741 ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
742 ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
743 αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα
744 πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε
745 δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
746 χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
747 μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.”
748 ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,
749 αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
750 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
751 “Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
752 αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο·
753 αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.”
754 ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
755 κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων.
756 οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
757 πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
758 αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος
759 Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
760 φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
761 τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους·
762 ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
763 χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
764 οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
765 τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης
766 δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
767 θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
768 ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·
769 “Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
770 ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
771 Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός;
772 ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης
773 Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.”
774 τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·
775 “Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
776 ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
777 μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·
778 ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
779 ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι
780 νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
781 οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος
782 οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν
783 ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων.
784 νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει·
785 ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
786 ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
787 πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.”
788 ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·
789 βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
790 ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
791 Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
792 Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος,
793 οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
794 ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
795 οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
796 ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
797 θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ
798 κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
799 κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα·
800 ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,
801 χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.
802 Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
803 Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην
804 ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός·
805 ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
806 πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
807 εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·
808 ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
809 Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·
810 “δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως
811 Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
812 ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
813 ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
814 νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
815 ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
816 χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
817 σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
818 ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
819 θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
820 οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.”
821 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
822 αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν
823 θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ·
824 “Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·
825 εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
826 εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,
827 τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
828 ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
829 πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς
830 μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα
831 δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς
832 δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.”
833 ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο
834 ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν.
835 Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο
836 ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
837 ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
Livro 14
1 Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
2 ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·
3 “φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·
4 μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
5 ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
6 εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
7 θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·
8 αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.”
9 ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
10 κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
11 χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο.
12 εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
13 στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς
14 τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε
15 Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
16 ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
17 ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
18 αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
19 πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
20 ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
21 διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
22 ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
23 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
24 βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον
25 μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
26 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
27 Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
28 πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
29 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
30 πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες
31 θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ
32 εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
33 οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
34 αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·
35 τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης
36 ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.
37 τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
38 ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι
39 θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς
40 Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
41 τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·
42 “ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
43 τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;
44 δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
45 ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων
46 μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
47 πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.
48 κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
49 ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
50 ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
51 οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.”
52 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
53 “ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως
54 Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
55 τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν
56 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
57 οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
58 νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
59 ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
60 ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.
61 ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα
62 εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω
63 δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.”
64 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
65 “Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,
66 τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,
67 ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ
68 ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·
69 οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
70 νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.
71 ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
72 οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
73 κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
74 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
75 νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
76 ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,
77 ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ
78 νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
79 Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
80 οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.
81 βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.”
82 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
83 “Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·
84 οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
85 σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς
86 ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
87 ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.
88 οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
89 καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;
90 σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
91 μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
92 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
93 σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ
94 τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·
95 νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·
96 ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
97 νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον
98 Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
99 ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ
100 σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,
101 ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.
102 ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.”
103 τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
104 “ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
105 ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
106 νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.
107 νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι
108 ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.”
109 τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
110 “ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε
111 πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
112 οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·
113 πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
114 Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
115 πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
116 οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
117 Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς
118 πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.
119 ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη
120 πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
121 Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
122 ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι
123 πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
124 πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς
125 ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.
126 τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
127 μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.
128 δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
129 ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
130 ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·
131 ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
132 θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.”
133 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
134 βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
135 οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,
136 ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,
137 δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,
138 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
139 “Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
140 γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
141 δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.
142 ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·
143 σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
144 ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
145 εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς
146 φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.”
147 ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
148 ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
149 ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
150 τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
151 ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ
152 καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
153 Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
154 στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω
155 τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
156 αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
157 Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
158 ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
159 μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη
160 ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·
161 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
162 ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
163 εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
164 ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε
165 χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
166 βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
167 Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
168 κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·
169 ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
170 ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
171 λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ
172 ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
173 τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
174 ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.
175 τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
176 πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
177 καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
178 ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη
179 ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·
180 χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.
181 ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
182 ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
183 τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
184 κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων
185 καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·
186 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
187 αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
188 βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην
189 τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·
190 “ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,
191 ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
192 οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;”
193 τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
194 “Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
195 αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
196 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.”
197 τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
198 “δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας
199 δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.
200 εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,
201 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
202 οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον
203 δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
204 γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·
205 τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
206 ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
207 εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
208 εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
209 εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,
210 αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.”
211 τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·
212 “οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·
213 Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.”
214 ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
215 ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·
216 ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς
217 πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.
218 τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
219 “τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ
220 ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι
221 ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.”
222 ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,
223 μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
224 ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,
225 Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
226 Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
227 σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα
228 ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·
229 ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,
230 Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.
231 ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,
232 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
233 “Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,
234 ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν
235 πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.
236 κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ
237 αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
238 δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ
239 χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις
240 τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,
241 τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.”
242 τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·
243 “Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
244 ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
245 ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα
246 Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·
247 Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
248 οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.
249 ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
250 ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
251 ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
252 ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
253 νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
254 ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
255 καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας
256 νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε
257 ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
258 ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,
259 εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·
260 τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.
261 ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
262 νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.”
263 τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·
264 “Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
265 ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν
266 ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;
267 ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
268 δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.”
270 ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·
271 “ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,
272 χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,
273 τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες
274 μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,
275 ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
276 Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.”
277 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
278 ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας
279 τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
280 αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
281 τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε
282 ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
283 Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
284 Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου
285 βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
286 ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
287 εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ
288 μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·
289 ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
290 ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι
291 χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.
292 Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον
293 Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.
294 ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
295 οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι
296 εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.
297 στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
298 “Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;
299 ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.”
300 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
301 “ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,
302 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
303 οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·
304 τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·
305 ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
306 εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
307 ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
308 ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
309 νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,
310 μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ
311 οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.”
312 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
313 “Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
314 νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
315 οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
316 θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
317 οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
318 ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον·
319 οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
320 ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·
321 οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
322 ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·
323 οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ,
324 ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·
325 ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·
326 οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
327 οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,
328 ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.”
329 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
330 “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
331 εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
332 Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·
333 πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων
334 εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν
335 πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
336 ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη.
337 ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
338 ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν
339 Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·
340 ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.”
341 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
342 “Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν
343 ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
344 χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,
345 οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.”
346 ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·
347 τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
348 λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον
349 πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε.
350 τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο
351 καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι.
352 ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,
353 ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν·
354 βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
355 ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·
356 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
357 “πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,
358 καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει
359 Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα·
360 Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.”
361 ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,
362 τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
363 αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·
364 “Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην
365 Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
366 ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς
367 νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·
368 κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι
369 ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν.
370 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·
371 ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
372 ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
373 κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες
374 ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ
375 Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
376 ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ,
377 χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.”
378 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
379 τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ
380 Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·
381 οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον·
382 ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.
383 αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν
384 βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων
385 δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ
386 εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι
387 ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
388 Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.
389 δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
390 κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,
391 ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.
392 ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
393 Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
394 οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
395 ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·
396 οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο
397 οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·
398 οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι
399 ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,
400 ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ
401 δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
402 Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ
403 ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,
404 τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,
405 ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·
406 τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,
407 ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
408 ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
409 τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας
410 χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν
411 πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας
412 στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,
413 στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.
414 ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς
415 πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ
416 ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται
417 ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,
418 ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·
419 χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη
420 καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
421 οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν
422 ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς
423 αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν
424 οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι
425 Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ
426 Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.
427 τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν
428 ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι
429 χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους
430 ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
431 ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες·
432 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.
433 ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
434 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
435 ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ
436 χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,
437 ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν·
438 αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε
439 νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.
440 Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα
441 μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
442 ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
443 Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
444 Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων
445 Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.
446 τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
447 οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
448 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
449 τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
450 Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον
451 υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος
452 ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
453 Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
454 “οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο
455 χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,
456 ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω
457 αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.”
458 ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
459 Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
460 τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
461 καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.
462 Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
463 λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς
464 Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
465 τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,
466 νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·
467 τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
468 οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
469 Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·
470 “φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες
471 ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
472 ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,
473 ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
474 ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.”
475 ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.
476 ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
477 ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.
478 τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
479 “Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
480 οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς
481 ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
482 φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
483 ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
484 δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ
485 γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.”
486 ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·
487 Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
488 ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν
489 Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα
490 υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα
491 Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·
492 τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
493 τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,
494 ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ
495 καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
496 ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
497 αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε
498 αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος
499 ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
500 πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·
501 “εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
502 πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·
503 οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
504 ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ
505 ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.”
506 ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
507 πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
508 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι
509 ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν
510 ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
511 Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
512 Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·
513 Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·
514 Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,
515 Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·
516 Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν
517 οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε
518 δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν
519 ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.
520 πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·
521 οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
522 ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.
Livro 15
1 αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
2 φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,
3 οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες
4 χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς
5 Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,
6 στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς
7 τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν
8 Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·
9 Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι
10 εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων
11 αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.
12 τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,
13 δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·
14 “ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη
15 Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.
16 οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς
17 πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.
18 ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν
19 ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
20 χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν
21 ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
22 λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι
23 ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται
24 γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει
25 ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,
26 τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
27 πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,
28 καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.
29 τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
30 Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.
31 τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,
32 ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
33 ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.”
34 ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
35 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
36 “ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
37 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
38 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
39 σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν
40 κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·
41 μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
42 πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,
43 ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
44 τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
45 αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην
46 τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.”
47 ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
48 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
49 “εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη
50 ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,
51 τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,
52 αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
53 ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
54 ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον
55 Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,
56 ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
57 ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
58 παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,
59 Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,
60 αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων
61 αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς
62 αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
63 φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
64 Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον
65 Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
66 Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς
67 τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
68 τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
69 ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
70 αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ
71 Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
72 τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον
73 ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω
74 πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
75 ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,
76 ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
77 λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.”
78 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
79 βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
80 ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν
81 γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
82 “ἔνθʼ εἴην ἢ ἔνθα,” μενοινήῃσί τε πολλά,
83 ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·
84 ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν
85 ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες
86 πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
87 ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ
88 δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
89 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
90 “Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·
91 ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.”
92 τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·
93 “μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ
94 οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
95 ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·
96 ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν
97 οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι
98 πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν
99 οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.”
100 ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,
101 ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε
102 χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν
103 ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα·
104 “νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες·
105 ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες
106 ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει
107 οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
108 κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
109 τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
110 ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·
111 υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
112 Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.”
113 ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
114 χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
115 “μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες
116 τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
117 εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
118 κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.”
119 ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
120 ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
121 ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
122 πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
123 εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
124 ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,
125 τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,
126 ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
127 χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·
128 “μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως
129 οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.
130 οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη
131 ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;
132 ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
133 ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,
134 αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
135 αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
136 λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
137 μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.
138 τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·
139 ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
140 ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ
141 πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.”
142 ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
143 Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
144 Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
145 καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
146 “Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·
147 αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,
148 ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.”
149 ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,
150 ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.
151 Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
152 εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
153 ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
154 τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο
155 στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,
156 ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
157 Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·
158 “βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι
159 πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.
160 παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
161 ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
162 εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,
163 φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
164 μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
165 μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι
166 καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ
167 ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.”
168 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
169 βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
170 ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
171 ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
172 ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
173 ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·
174 “ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
175 ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
176 παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
177 ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
178 εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,
179 ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
180 ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε
181 χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
182 καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ
183 ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.”
184 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·
185 “ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν
186 εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
187 τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα
188 Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
189 τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·
190 ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
191 παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,
192 Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·
193 γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
194 τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος
195 καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
196 χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·
197 θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
198 ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,
199 οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.”
200 τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·
201 “οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
202 τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
203 ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
204 οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.”
205 τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
206 “Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·
207 ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.
208 ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
209 ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
210 νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
211 ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·
212 ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·
213 αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
214 Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
215 Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει
216 ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
217 ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.”
218 ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
219 δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.
220 καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
221 “ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·
222 ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
223 οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
224 ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
225 οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.
226 ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
227 ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
228 χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.
229 ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,
230 τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·
231 σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·
232 τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ
233 φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
234 κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
235 ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.”
236 ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
237 βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
238 ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.
239 εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
240 ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,
241 ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
242 παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
243 ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
244 “Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων
245 ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;”
246 τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
247 “τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;
248 οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
249 οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
250 χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;
251 καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο
252 ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.”
253 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
254 “θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων
255 ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
256 Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ
257 ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
258 ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι
259 νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·
260 αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
261 πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.”
262 ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
263 ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
264 δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
265 εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
266 κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται
267 ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς
268 ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
269 ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα
270 ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
271 οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
272 ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·
273 τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
274 εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·
275 τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
276 εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·
277 ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
278 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
279 αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν
280 τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
281 τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
282 Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
283 ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
284 νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
285 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
286 “ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,
287 οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
288 Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
289 χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.
290 ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
291 Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,
292 ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
293 Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
294 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
295 πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·
296 αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,
297 στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
298 δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα
299 θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.”
300 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
301 οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
302 Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ
303 ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
304 Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω
305 ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
306 Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ
307 μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων
308 εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν
309 δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς
310 Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·
311 τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
312 Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ
313 ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ
314 θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
315 ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,
316 πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
317 ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
318 ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,
319 τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
320 αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
321 σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
322 ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
323 οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν
324 θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
325 ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
326 ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων
327 ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
328 ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
329 Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
330 τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
331 τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
332 Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
333 ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
334 ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
335 ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
336 γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
337 Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
338 υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
339 Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
340 πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.
341 Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
342 φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
343 ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ
344 τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
345 ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.
346 Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
347 “νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·
348 ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
349 αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε
350 γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
351 ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.”
352 ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
353 κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ
354 πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
355 ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
356 ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
357 ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον
358 μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ
359 γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
360 τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων
361 αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
362 ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
363 ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
364 ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
365 ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
366 σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
367 ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
368 ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
369 χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
370 Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
371 εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
372 “Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
373 ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
374 εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,
375 τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,
376 μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.”
377 ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,
378 ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
379 Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
380 μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.
381 οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
382 νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ
383 ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·
384 ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
385 ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
386 ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,
387 οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
388 μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο
389 ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.
390 Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε
391 τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
392 τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
393 ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ
394 φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.
395 αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
396 Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
397 ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
398 χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
399 “Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης
400 ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·
401 ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε
402 σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.
403 τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
404 παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.”
405 τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
406 Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο
407 παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·
408 οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
409 ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
410 ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
411 τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης
412 εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
413 ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·
414 ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
415 Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.
416 τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο
417 οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
418 οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
419 ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
420 πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
421 δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.
422 Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
423 ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
424 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
425 “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
426 μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
427 ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ
428 τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.”
429 ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
430 τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
431 Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ
432 ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
433 τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
434 ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
435 νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.
436 Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
437 “Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
438 Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
439 ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·
440 τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ
441 ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;”
442 ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
443 τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
444 ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
445 καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
446 Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
447 ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·
448 τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
449 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
450 ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
451 αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·
452 ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
453 κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα
454 Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
455 τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
456 πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
457 ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
458 Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
459 αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
460 εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
461 ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν
462 Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
463 ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
464 ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
465 ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
466 Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
467 “ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
468 δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
469 νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
470 πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.”
471 τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
472 “ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
473 κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·
474 αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
475 μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
476 μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
477 νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.”
478 ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
479 αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
480 κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
481 ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·
482 εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
483 βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.
484 Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
485 Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
486 “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
487 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς
488 νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
489 ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
490 ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,
491 ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,
492 ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,
493 ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.
494 ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων
495 βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
496 τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
497 τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
498 καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
499 οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.”
500 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
501 Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·
502 “αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι
503 ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.
504 ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
505 ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;
506 ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
507 Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;
508 οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
509 ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
510 ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.
511 βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
512 ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
513 ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.”
514 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
515 ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
516 ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα
517 ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·
518 Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε
519 Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
520 τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη
521 Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων
522 εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
523 αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
524 δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
525 τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
526 Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
527 Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
528 ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
529 ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
530 τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς
531 ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
532 ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
533 ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·
534 ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.
535 τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
536 κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,
537 ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε
538 κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
539 εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,
540 τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,
541 στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·
542 αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
543 πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.
544 τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων
545 συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
546 πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν
547 ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς
548 βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·
549 αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
550 ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,
551 ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·
552 τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
553 “οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ
554 ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
555 οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;
556 ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι
557 μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης
558 Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.”
559 ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·
560 Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·
561 “ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,
562 ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
563 αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·
564 φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.”
565 ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
566 ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας
567 ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
568 Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·
569 “Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
570 οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·
571 εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.”
572 ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·
573 ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ
574 ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο
575 ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,
576 ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
577 νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
578 δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.
579 Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ
580 βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα
581 θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·
582 ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης
583 τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,
584 ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
585 Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
586 ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
587 ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
588 φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·
589 ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
590 ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·
591 στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
592 Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
593 νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,
594 ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν
595 Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.
596 Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
597 Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
598 ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν
599 πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς
600 νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
601 ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
602 θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
603 τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
604 Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
605 μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
606 οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·
607 ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε
608 λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
609 σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
610 Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ
611 Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα
612 τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
613 ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
614 Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
615 καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
616 ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·
617 ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·
618 ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
619 ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
620 ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
621 κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·
622 ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
623 αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,
624 ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
625 λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα
626 ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη
627 ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται
628 δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·
629 ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
630 αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
631 αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
632 μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
633 θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·
634 ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
635 αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας
636 βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ
637 θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ
638 πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
639 Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος
640 ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
641 τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
642 παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
643 καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·
644 ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
645 στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
646 τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·
647 τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
648 σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
649 Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
650 στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
651 κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
652 χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
653 εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι
654 νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.
655 Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
656 τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
657 ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς
658 καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
659 Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
660 λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·
661 “ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ
662 ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
663 παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
664 ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
665 τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων
666 ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.”
667 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
668 τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
669 θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν
670 ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.
671 Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
672 ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
673 ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
674 οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
675 ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·
676 ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,
677 νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
678 κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
679 ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,
680 ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,
681 σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
682 λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο
683 ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ
684 θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·
685 ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
686 φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,
687 αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
688 νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ
689 μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·
690 ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
691 ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
692 χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
693 ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
694 ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
695 χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.
696 αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·
697 φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
698 ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.
699 τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ
700 οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,
701 Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
702 νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.
703 οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·
704 Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
705 καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν
706 ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
707 τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
708 δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε
709 τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,
710 ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες
711 ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
712 καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
713 πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
714 ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων
715 ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
716 Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
717 ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·
718 “οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·
719 νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
720 νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι
721 ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,
722 οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
723 αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·
724 ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
725 ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.”
726 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.
727 Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·
728 ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι
729 θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.
730 ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ
731 Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·
732 αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·
733 “ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
734 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
735 ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,
736 ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;
737 οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
738 ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·
739 ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
740 πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·
741 τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.”
742 ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.
743 ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
744 σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,
745 τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·
746 δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.
Livro 16
1 ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·
2 Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
3 δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
4 ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
5 τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
6 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
7 “τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη
8 νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει
9 εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,
10 δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·
11 τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
12 ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,
13 ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
14 ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,
15 ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
16 τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
17 ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται
18 νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
19 ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.”
20 τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·
21 “ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν
22 μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
23 οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,
24 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
25 βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
26 οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,
27 βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
28 τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
29 ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
30 μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις
31 αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
32 αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
33 νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
34 οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα
35 πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
36 εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις
37 καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
38 ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον
39 Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
40 δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
41 αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
42 Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν
43 τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
44 ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
45 ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.”
46 ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν
47 οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
48 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
49 “ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·
50 οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,
51 οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
52 ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
53 ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
54 καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·
55 αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
56 κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,
57 δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,
58 τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
59 Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
60 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν
61 ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε
62 οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ
63 νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
64 τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,
65 ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
66 εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
67 νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης
68 κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
69 Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
70 θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
71 ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους
72 πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων
73 ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.
74 οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
75 μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·
76 οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
77 ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο
78 Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ
79 πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
80 ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
81 ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο
82 νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.
83 πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
84 ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
85 πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην
86 ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.
87 ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι
88 δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
89 μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
90 Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
91 μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
92 Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,
93 μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων
94 ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·
95 ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι
96 θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.
97 αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
98 μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
99 μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,
100 ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.”
101 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
102 Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·
103 δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
104 βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
105 πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ
106 κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν
107 ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο
108 ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
109 αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
110 πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν
111 ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
112 ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,
113 ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
114 Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
115 πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
116 ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας
117 πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ
118 αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
119 γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε
120 ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε
121 Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·
122 χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ
123 νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.
124 ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς
125 μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·
126 “ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·
127 λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·
128 μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·
129 δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.”
130 ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
131 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
132 καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
133 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
134 ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
135 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
136 χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·
137 κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
138 ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
139 εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
140 ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο
141 βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
142 πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
143 Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
144 Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
145 ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
146 τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
147 πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
148 τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
149 Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
150 τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
151 βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
152 ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
153 τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,
154 ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.
155 Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
156 πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς
157 ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
158 οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
159 δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·
160 καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
161 λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
162 ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς
163 στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·
164 τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
165 ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
166 ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,
167 ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
168 πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς
169 ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ
170 πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·
171 πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
172 σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
173 τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ
174 υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·
175 ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη
176 Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,
177 αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,
178 ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
179 τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
180 παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
181 Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης
182 ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
183 ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
184 αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ
185 Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
186 Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
187 αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
188 ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,
189 τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
190 ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,
191 τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν
192 ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.
193 τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
194 Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
195 ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
196 τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
197 πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
198 αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς
199 στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·
200 “Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
201 ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
202 πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·
203 σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,
204 νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·
205 οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
206 αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
207 ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται
208 φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.
209 ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.”
210 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
211 μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.
212 ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
213 δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
214 ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
215 ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·
216 ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
217 νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
218 πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο
219 Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
220 πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς
221 βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε
222 καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα
223 θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων
224 χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
225 ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
226 οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,
227 οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
228 τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
229 πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,
230 νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.
231 εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
232 οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·
233 “Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων
234 Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ
235 σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,
236 ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
237 τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,
238 ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
239 αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
240 ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
241 μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,
242 θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ
243 εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
244 ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι
245 μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
246 αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,
247 ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο
248 τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.”
249 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.
250 τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·
251 νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
252 δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
253 ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ
254 ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,
255 στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ
256 εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
257 οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
258 ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
259 αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
260 εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
261 αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας
262 νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
263 τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
264 κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες
265 πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
266 τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
267 ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.
268 Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·
269 “Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος
270 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
271 ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος
272 Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,
273 γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
274 ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.”
275 ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
276 ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες
277 σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.
278 Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν
279 αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,
280 πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες
281 ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα
282 μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·
283 πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
284 Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
285 ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,
286 νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,
287 καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς
288 ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·
289 τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι
290 κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν
291 Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
292 ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.
293 ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.
294 ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν
295 Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο
296 νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.
297 ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
298 κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
299 ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
300 καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
301 ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ
302 τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·
303 οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
304 προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,
305 ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ.
306 ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
307 ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
308 αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
309 ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
310 ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ
311 κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
312 στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.
313 Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
314 ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
315 μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ
316 νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.
317 Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ
318 Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·
319 ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ
320 Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
321 στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδης
322 ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν,
323 ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
324 δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·
325 δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
326 ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
327 βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
328 υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν
329 θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
330 Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας
331 ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι
332 λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
333 πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
334 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
335 Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ
336 ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω·
337 τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν
338 ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν
339 φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε
340 Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον
341 δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
342 Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
343 νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
344 ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.
345 Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
346 νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
347 νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·
348 ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω
349 αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
350 πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
351 οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
352 ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι
353 σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι
354 ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες
355 αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·
356 ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο
357 δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
358 Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
359 ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο
360 ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους
361 σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
362 ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·
363 ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.
364 ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
365 αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,
366 ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,
367 οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι
368 ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν
369 Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
370 πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι
371 ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων,
372 Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
373 Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε
374 πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη
375 σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι
376 ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
377 Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
378 τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον
379 πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.
380 ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
381 ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
382 πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·
383 ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.
384 ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
385 ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ
386 Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
387 οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
388 ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·
389 τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
390 πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,
391 ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
392 ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·
393 ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
394 Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
395 ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος
396 εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
397 νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
398 κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.
399 ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
400 στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·
401 δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν
402 δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
403 ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν
404 ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς
405 γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,
406 ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς
407 πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
408 ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·
409 ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,
410 κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.
411 αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ
412 μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη
413 ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
414 κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
415 αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην
416 Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε
417 Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον
418 πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
419 Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους
420 χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,
421 κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·
422 “αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.
423 ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω
424 ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
425 Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.”
426 ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
427 Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
428 οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
429 πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,
430 ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
431 τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
432 Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·
433 “ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
434 μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
435 διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
436 ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
437 θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,
438 ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.”
439 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
440 “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
441 ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
442 ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
443 ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
444 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
445 αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,
446 φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
447 πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·
448 πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
449 υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.
450 ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,
451 ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ
452 χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·
453 αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,
454 πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
455 εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,
456 ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
457 τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.”
458 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
459 αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
460 παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε
461 φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
462 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
463 ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
464 ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,
465 τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.
466 Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
467 δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον
468 ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,
469 κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.
470 τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι
471 σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
472 τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·
473 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
474 ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·
475 τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·
476 τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
477 ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,
478 Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ
479 ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ
480 Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
481 ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.
482 ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
483 ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
484 ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
485 ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
486 βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
487 ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
488 αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
489 ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,
490 ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
491 κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
492 “Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ
493 αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
494 νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
495 πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
496 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
497 αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
498 σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
499 ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ
500 τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
501 ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.”
502 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
503 ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
504 ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·
505 τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.
506 Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας
507 ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.
508 Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·
509 ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.
510 χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν
511 ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
512 τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.
513 εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·
514 “κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ
515 εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν
516 ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
517 ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ
518 ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα
519 τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·
520 ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι
521 ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε
522 Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.
523 ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,
524 κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι
525 κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,
526 αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.”
527 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.
528 αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο
529 αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
530 Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε
531 ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
532 πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
533 πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
534 αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
535 Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
536 βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,
537 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
538 “Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
539 οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
540 θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.
541 κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
542 ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·
543 τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.
544 ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,
545 μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν
546 Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
547 τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.”
548 ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
549 ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
550 ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ
551 λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
552 βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν
553 Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς
554 ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·
555 Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
556 “Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
557 οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.
558 κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
559 Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,
560 τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων
561 αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.”
562 ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
563 οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
564 Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
565 σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
566 δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.
567 Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,
568 ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
569 ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
570 βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
571 υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,
572 ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
573 τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
574 ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·
575 οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
576 Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
577 τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
578 χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη
579 ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
580 κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
581 Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,
582 ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
583 ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·
584 ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
585 ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.
586 καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν
587 αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.
588 χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
589 ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,
590 ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ
591 ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,
592 τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.
593 Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
594 ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
595 Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων
596 ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.
597 τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
598 στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·
599 δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,
600 ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,
601 στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ
602 ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.
603 ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
604 Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς
605 Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.
606 τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς
607 ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.
608 Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·
609 ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
610 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
611 πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
612 οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
613 ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
614 αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης
615 ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
616 Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·
617 “Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
618 ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.”
619 τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·
620 “Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα
621 πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα
622 ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
623 εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,
624 αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
625 εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.”
626 ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·
627 “Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;
628 ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
629 νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.
630 ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·
631 τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.”
632 ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.
633 τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
634 οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,
635 ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης
636 χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,
637 νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
638 οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
639 ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
640 ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
641 οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι
642 σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
643 ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·
644 ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς
645 τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,
646 ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
647 πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,
648 ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ
649 αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
650 χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,
651 ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
652 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
653 ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος
654 ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
655 ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.
656 Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·
657 ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους
658 Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
659 ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν
660 πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ
661 κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ
662 κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
663 οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο
664 χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας
665 δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
666 καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·
667 “εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον
668 ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα
669 πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
670 χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·
671 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
672 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
673 θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
674 ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
675 τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.”
676 ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
677 βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
678 αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας
679 πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
680 χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·
681 πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
682 ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα
683 κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
684 Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
685 Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη
686 νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
687 ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
688 ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·
689 ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
690 ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·
691 ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
692 ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας
693 Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
694 Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
695 καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,
696 αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·
697 τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
698 ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
699 Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
700 εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
701 ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.
702 τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
703 Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
704 χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
705 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
706 δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
707 “χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα
708 σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
709 οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.”
710 ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω
711 μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
712 Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·
713 δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
714 ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
715 ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
716 ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
717 Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
718 αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,
719 ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·
720 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
721 “Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
722 αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·
723 τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
724 ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
725 αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.”
726 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
727 Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
728 ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων
729 δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν
730 ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
731 Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·
732 αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
733 Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε
734 σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον
735 μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
736 ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,
737 οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα
738 Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
739 ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
740 ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν
741 ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
742 αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
743 κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.
744 τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·
745 “ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.
746 εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
747 πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
748 νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,
749 ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
750 ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.”
751 ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
752 οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
753 ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·
754 ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
755 Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.
756 τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,
757 ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
758 ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
759 ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
760 Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
761 ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
762 Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·
763 Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι
764 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
765 ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν
766 οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
767 φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
768 αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
769 ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,
770 ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες
771 δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.
772 πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει
773 ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,
774 πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν
775 μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης
776 κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
777 ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
778 τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
779 ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,
780 καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
781 ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
782 Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,
783 Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
784 τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ
785 σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.
786 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
787 ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·
788 ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
789 δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,
790 ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·
791 στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω
792 χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.
793 τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·
794 ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων
795 αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι
796 αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν
797 ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
798 ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
799 ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
800 ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
801 πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
802 βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων
803 ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
804 λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
805 τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,
806 στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
807 ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
808 Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο
809 ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·
810 καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων
811 πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·
812 ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
813 οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,
814 ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε
815 Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.
816 Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
817 ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.
818 Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
819 ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
820 ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ
821 νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
822 δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·
823 ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
824 ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
825 πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·
826 πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·
827 ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
828 Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
829 καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·
830 “Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
831 Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
832 ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
833 νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι
834 ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς
835 Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω
836 ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.
837 ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
838 ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·
839 “μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
840 νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο
841 αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.”
842 ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.”
843 τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·
844 “ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε
845 νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν
846 ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.
847 τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
848 πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
849 ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
850 ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.
851 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
852 οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη
853 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
854 χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.”
855 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·
856 ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
857 ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
858 τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·
859 “Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
860 τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
861 φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;”
862 ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
863 εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.
864 αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει
865 ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·
866 ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι
867 ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.
Livro 17
1 οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
2 Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
3 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
4 ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ
5 πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·
6 ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
7 πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,
8 τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.
9 οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
10 Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ
11 ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·
12 “Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν
13 χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·
14 οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων
15 Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·
16 τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,
17 μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.”
18 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
19 “Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
20 οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος
21 οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος
22 θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
23 ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
24 οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
25 ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε
26 καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
27 ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα
28 εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
29 ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
30 στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
31 ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο
32 πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.”
33 ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·
34 “νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις
35 γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,
36 χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
37 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
38 ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
39 εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας
40 Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.
41 ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
42 οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.”
43 ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
44 οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
45 ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ
46 Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·
47 ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
48 νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·
49 ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή,
50 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
51 αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
52 πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
53 οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
54 χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ,
55 καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι
56 παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·
57 ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
58 βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ·
59 τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
60 Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα.
61 ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
62 βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·
63 τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
64 πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
65 δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες
66 πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν
67 ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
68 ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
69 ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
70 ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
71 Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
72 ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
73 ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·
74 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
75 “Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
76 ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
77 ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
78 ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
79 τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς
80 Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
81 Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.”
82 ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
83 Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·
84 πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω
85 τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ
86 κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.
87 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
88 ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο
89 ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·
90 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
91 “ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ
92 Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,
93 μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
94 εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι
95 αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·
96 Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
97 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
98 ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι
99 ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.
100 τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται
101 Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
102 εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
103 ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης
104 καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν
105 Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.”
106 εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν
107 τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
108 αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν
109 ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,
110 ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται
111 ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ
112 παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·
113 ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
114 στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων
115 παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
116 τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης
117 θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·
118 θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·
119 βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
120 “Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος
121 σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν
122 γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.”
123 ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·
124 βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.
125 Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,
126 ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,
127 τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.
128 Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·
129 Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,
130 ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ
131 Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.
132 Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας
133 ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,
134 ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ
135 ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,
136 πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·
137 ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.
138 Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος
139 ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.
140 Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν
141 Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
142 “Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.
143 ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
144 φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς
145 οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·
146 οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν
147 εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
148 μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
149 πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον
150 σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον
151 κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
152 ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ
153 ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.
154 τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν
155 οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
156 εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη
157 ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης
158 ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,
159 αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.
160 εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
161 ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,
162 αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ
163 λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·
164 τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος
165 Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
166 ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας
167 στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,
168 οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.”
169 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
170 “Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;
171 ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων
172 τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·
173 νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,
174 ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
175 οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·
176 ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,
177 ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
178 ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
179 ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
180 ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,
181 ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα
182 σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.”
183 ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
184 “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,
185 ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,
186 ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω
187 καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.”
188 ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ
189 δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους
190 ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών,
191 οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.
192 στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν·
193 ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν
194 Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε
195 Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες
196 πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε
197 γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
198 τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς
199 τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,
200 κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν·
201 “ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν
202 ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις
203 ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·
204 τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,
205 τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων
206 εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,
207 τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι
208 δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.”
209 ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων.
210 Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης
211 δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς
212 ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους
213 βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι
214 τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.
215 ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
216 Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε
217 Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε
218 Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·
219 τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
220 “κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·
221 οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
222 ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,
223 ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
224 προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.
225 τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
226 λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
227 τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω
228 ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.
229 ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης
230 Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,
231 ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς
232 ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.”
233 ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν
234 δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
235 νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο
236 νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.
237 καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
238 “ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ
239 ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
240 οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,
241 ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,
242 ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,
243 καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
244 Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.
245 ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.”
246 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
247 ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
248 “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
249 οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
250 δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
251 λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
252 ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον
253 ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·
254 ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ
255 Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.”
256 ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·
257 πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,
258 τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
259 Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
260 τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,
261 ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;
262 Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
263 ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο
264 βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι
265 ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
266 τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ
267 ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες
268 φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι
269 λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
270 χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,
271 ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·
272 μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
273 Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
274 ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
275 νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν
276 Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,
277 ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
278 μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν
279 Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο
280 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
281 ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν
282 καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς
283 ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·
284 ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας
285 ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας
286 οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα
287 ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
288 ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
289 Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
290 δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
291 Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
292 ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
293 τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου
294 πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·
295 ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ
296 πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,
297 ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
298 αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν
299 Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
300 κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ
301 τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι
302 θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν
303 ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
304 Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·
305 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
306 τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν
307 Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ
308 οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων,
309 τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη
310 αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε·
311 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
312 Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
313 Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·
314 ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς
315 ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
316 χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·
317 Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς
318 Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων.
319 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
320 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
321 Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
322 κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων
323 Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
324 κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
325 κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·
326 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
327 “Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
328 Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
329 κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε
330 πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·
331 ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι
332 νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.”
333 ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα
334 ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·
335 “Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
336 αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
337 Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
338 ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς
339 Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·
340 τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι
341 Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.”
342 ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·
343 οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
344 ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ
345 υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.
346 τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,
347 στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,
348 καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν
349 ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν,
350 ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,
351 καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
352 τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,
353 ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·
354 ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ
355 ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο.
356 Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·
357 οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει
358 οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,
359 ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.
360 ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν
361 δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον
362 νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
363 καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
364 παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ
365 ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.
366 ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
367 οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·
368 ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι
369 ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
370 οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
371 εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ
372 ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης
373 γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο
374 ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
375 πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον
376 ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
377 ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην
378 ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε
379 Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο
380 ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
381 τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
382 νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
383 ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
384 τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
385 ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
386 γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου
387 χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
388 ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
389 ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
390 λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·
391 δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι
392 κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ
393 πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·
394 ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
395 εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
396 Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς
397 νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει
398 ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη
399 τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·
400 τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
401 ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι
402 ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·
403 πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων
404 τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ
405 τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
406 ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
407 ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·
408 πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
409 ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
410 δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
411 μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.
412 οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες
413 νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·
414 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·
415 “ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
416 νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα
417 πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη
418 εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
419 ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.”
420 ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν·
421 “ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι
422 πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.”
423 ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου.
424 ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς
425 χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο·
426 ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
427 κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
428 ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο.
429 ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς
430 πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων,
431 πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ·
432 τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
433 ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς,
434 ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ
435 ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός,
436 ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες
437 οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι
438 θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
439 ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη
440 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν.
441 μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,
442 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
443 “ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
444 θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε;
445 ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον;
446 οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
447 πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
448 ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
449 Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.
450 ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως;
451 σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ,
452 ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
453 νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω
454 κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται
455 δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·”
456 ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.
457 τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
458 ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.
459 τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου
460 ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας·
461 ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ,
462 ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων.
463 ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·
464 οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ
465 ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.
466 ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
467 Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·
468 στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·
469 “Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν
470 ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς;
471 οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
472 μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ
473 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.”
474 τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός·
475 “Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος
476 ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,
477 εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος
478 ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
479 ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα
480 δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.”
481 ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας
482 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
483 Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,
484 αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·
485 “Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
486 ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο
487 ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·
488 τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ
489 σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ
490 τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.”
491 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο.
492 τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους
493 αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός.
494 τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς
495 ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
496 αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους
497 νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι
498 αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ
499 ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·
500 αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
501 “Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,
502 ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε
503 Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,
504 πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω
505 νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν
506 Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.”
507 ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·
508 “Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε
509 ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι
510 ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν,
511 νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·
512 τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα
513 Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι.
514 ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
515 ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.”
516 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
517 καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην·
518 ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,
519 νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.
520 ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ
521 κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
522 ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,
523 ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος
524 νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.
525 Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
526 ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
527 πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
528 οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
529 ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
530 καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην
531 εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,
532 οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·
533 τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
534 Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,
535 Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ
536 κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
537 τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
538 “ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
539 κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.”
540 ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα
541 θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
542 αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
543 ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
544 ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
545 οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς
546 ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.
547 ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
548 Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
549 ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
550 ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,
551 ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
552 δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
553 πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
554 ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·
555 εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·
556 “σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
557 ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
558 τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
559 ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.”
560 τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·
561 “Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη
562 δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν·
563 τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
564 Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
565 ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει
566 χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.”
567 ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
568 ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
569 ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
570 καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,
571 ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
572 ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·
573 τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
574 βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
575 ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος
576 ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
577 δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·
578 τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
579 ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·
580 δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος
581 νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
582 Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
583 Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
584 ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·
585 τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
586 “Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
587 οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε
588 μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας
589 νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον
590 ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.”
591 ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
592 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
593 καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν
594 μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
595 ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,
596 νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.
597 πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
598 βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
599 ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις
600 αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.
601 Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ
602 υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·
603 τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
604 ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
605 Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
606 βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·
607 ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν
608 Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
609 δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·
610 αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε
611 Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·
612 πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
613 ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
614 εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·
615 καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
616 αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·
617 τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας
618 ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
619 ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.
620 καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι
621 κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·
622 “μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·
623 γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.”
624 ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους
625 νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
626 οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
627 Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
628 τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·
629 “ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι
630 γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.
631 τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ
632 ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει·
633 ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
634 ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
635 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
636 χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,
637 οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν
638 Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
639 σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
640 εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
641 Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
642 λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος.
643 ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·
644 ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.
645 Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν,
646 ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι·
647 ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.”
648 ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·
649 αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,
650 ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη·
651 καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
652 “σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
653 ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,
654 ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα
655 εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.”
656 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
657 βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
658 ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων,
659 οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
660 πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων
661 ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες
662 ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
663 καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·
664 ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·
665 ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
666 ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
667 ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
668 πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν·
669 “Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε
670 νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
671 μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
672 ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.”
673 ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,
674 πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν
675 ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
676 ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
677 θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ
678 ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.
679 ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
680 πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,
681 εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.
682 τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης
683 θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
684 ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·
685 “Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
686 λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
687 ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα
688 γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,
689 νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν
690 Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.
691 ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν
692 εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
693 γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.”
694 ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·
695 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε
696 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
697 ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,
698 βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ
699 Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
700 τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο
701 Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
702 οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
703 τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν
704 Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·
705 ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,
706 αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,
707 στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·
708 “κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
709 ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω
710 νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ·
711 οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
712 ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
713 ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ
714 Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.”
715 τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
716 “πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·
717 ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα
718 νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε
719 νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
720 ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ
721 μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.”
722 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
723 ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε
724 Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
725 ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ
726 βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·
727 ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,
728 ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
729 ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος.
730 ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
731 νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·
732 ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς
733 σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη
734 πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.
735 ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
736 νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
737 ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν
738 ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι
739 ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο.
740 ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
741 ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·
742 οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
743 ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
744 ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς
745 τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν·
746 ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν
747 Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ
748 ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,
749 ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
750 ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι
751 πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·
752 ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω
753 Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα
754 Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.
755 τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν
756 οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα
757 κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,
758 ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν
759 οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.
760 πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον
761 φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή.
Livro 18
1 ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,
2 Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
3 τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων
4 τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·
5 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
6 “ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
7 νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;
8 μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,
9 ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε
10 Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο
11 χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
12 ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς
13 σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ
14 ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.”
15 εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
16 τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
17 δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν·
18 “ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς
19 πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.
20 κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται
21 γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.”
22 ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
23 ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
24 χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον·
25 νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη.
26 αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
27 κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
28 δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε
29 θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε
30 ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι
31 στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης.
32 Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων
33 χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ·
34 δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.
35 σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ
36 ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,
37 κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο
38 πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
39 ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε
40 Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις
41 Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια
42 καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ
43 Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
44 Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα
45 Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια
46 Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·
47 ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα
48 Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια
49 ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
50 τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι
51 στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο·
52 “κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι
53 εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ.
54 ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,
55 ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
56 ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
57 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
58 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
59 Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
60 οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
61 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
62 ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
63 ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω
64 ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.”
65 ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ
66 δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης
67 ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
68 ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ
69 Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα.
70 τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
71 ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
72 καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
73 “τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;
74 ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται
75 ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν
76 πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
77 σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.”
78 τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
79 “μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·
80 ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος
81 Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
82 ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ
83 δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
84 καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
85 ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
86 αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι
87 ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
88 νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
89 παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις
90 οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε
91 ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ
92 πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,
93 Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.”
94 τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·
95 “ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·
96 αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.”
97 τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
98 “αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ
99 κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης
100 ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
101 νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
102 οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι
103 τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,
104 ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
105 τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
106 ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι.
107 ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο
108 καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
109 ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
110 ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός·
111 ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
112 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
113 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
114 νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
115 Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
116 Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.
117 οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
118 ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·
119 ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
120 ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,
121 κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
122 καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
123 ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
124 δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
125 γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι·
126 μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.”
127 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
128 “ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι
129 τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
130 ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται
131 χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ
132 αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι
133 δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
134 ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος
135 πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι·
136 ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι
137 τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.”
138 ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο,
139 καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα·
140 “ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον
141 ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,
142 καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον
143 εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν
144 υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.”
145 ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·
146 ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
147 ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.
148 τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
149 θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
150 φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.
151 οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
152 ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·
153 αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
154 Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
155 τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
156 ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·
157 τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν
158 νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς
159 ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε
160 στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.
161 ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται
162 ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
163 ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
164 Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
165 καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
166 εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις
167 ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι
168 κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.
169 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
170 “ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
171 Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ
172 ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν
173 οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,
174 οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν
175 Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ
176 ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
177 πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς.
178 ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω
179 Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·
180 σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.”
181 τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·
182 “Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;”
183 τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
184 “Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·
185 οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος
186 ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.”
187 τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
188 “πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι·
189 μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι
190 πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι·
191 στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά.
192 ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,
193 εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.
194 ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ
195 ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.”
196 τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·
197 “εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται·
198 ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,
199 αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο
200 Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν
201 τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.”
202 ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
203 αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη
204 ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν,
205 ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων
206 χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
207 ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται
208 τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,
209 οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ
210 ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι
211 πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ
212 γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,
213 αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·
214 ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε·
215 στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς
216 μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν.
217 ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη
218 φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
219 ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ
220 ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,
221 ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.
222 οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,
223 πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι
224 ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
225 ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ
226 δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος
227 δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.
228 τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,
229 τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.
230 ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι
231 ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ
232 ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες
233 κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι
234 μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς
235 δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
236 κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,
237 τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
238 ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.
239 Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη
240 πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·
241 ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ
242 φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.
243 Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
244 χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
245 ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.
246 ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη
247 ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς
248 ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
249 τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν
250 Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
251 Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,
252 ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·
253 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
254 “ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε
255 ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν
256 ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
257 ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ
258 τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·
259 χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων
260 ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.
261 νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·
262 οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει
263 μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ
264 ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,
265 ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
266 ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·
267 νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
268 ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας
269 αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν
270 γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν
271 ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
272 Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.
273 εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,
274 νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι
275 ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι
276 μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·
277 πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
278 στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν
279 ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
280 ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους
281 παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·
282 εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,
283 οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.”
284 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
285 “Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,
286 ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
287 ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;
288 πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι
289 πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·
290 νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,
291 πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν
292 κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
293 νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω
294 κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,
295 νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·
296 οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.
297 ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
298 νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,
299 καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·
300 Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,
301 συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·
302 τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.
303 πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
304 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
305 εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,
306 ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε
307 φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην
308 στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.
309 ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.”
310 ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν
311 νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.
312 Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,
313 Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
314 δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ
315 παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
316 τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
317 χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
318 πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,
319 ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
320 ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,
321 πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν
322 εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·
323 ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·
324 “ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
325 θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·
326 φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
327 Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.
328 ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·
329 ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
330 αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα
331 δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
332 οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει.
333 νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν,
334 οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι
335 τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος·
336 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
337 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
338 τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,
339 ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
340 κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,
341 τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ
342 πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.”
343 ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
344 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα
345 Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
346 οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
347 ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
348 γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
349 αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
350 καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,
351 ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·
352 ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
353 ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.
354 παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα
355 Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·
356 Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·
357 “ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη
358 ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο
359 ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.”
360 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
361 “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
362 καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,
363 ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·
364 πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,
365 ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
366 κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,
367 οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;”
368 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
369 Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα
370 ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι
371 χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.
372 τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
373 σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
374 ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,
375 χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,
376 ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα
377 ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
378 οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω
379 δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.
380 ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,
381 τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
382 τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
383 καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·
384 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
385 “τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
386 αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
387 ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.”
388 ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
389 τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
390 καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
391 κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·
392 “Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.”
393 τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
394 “ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
395 ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα
396 μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε
397 κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,
398 εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ
399 Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
400 τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,
401 πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους
402 ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο
403 ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος
404 ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
405 ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν.
406 ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ
407 πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.
408 ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,
409 ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.”
410 ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη
411 χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
412 φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα
413 λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·
414 σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ
415 αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,
416 δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε
417 χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι
418 χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
419 τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ
420 καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.
421 αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων
422 πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,
423 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
424 “τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
425 αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
426 αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
427 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.”
428 τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·
429 “Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ,
430 τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ
431 ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν;
432 ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
433 Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν
434 πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ
435 κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν·
436 υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε
437 ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος·
438 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
439 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
440 Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις
441 οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
442 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
443 ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
444 κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,
445 τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.
446 ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς
447 Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε
448 εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες
449 Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον.
450 ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι,
451 αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,
452 πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε.
453 πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·
454 καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων
455 πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν
456 ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
457 τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
458 υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν
459 καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας
460 καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος
461 Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.”
462 τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
463 “θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
464 αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
465 νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,
466 ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε
467 ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.”
468 ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·
469 τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.
470 φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων
471 παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
472 ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,
473 ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.
474 χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
475 καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα
476 θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
477 ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.
478 ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
479 πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν
480 τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.
481 πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ
482 ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
483 ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν,
484 ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν,
485 ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται,
486 Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
487 Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,
488 ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,
489 οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
490 ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
491 καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε,
492 νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
493 ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει·
494 κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν
495 αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες
496 ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
497 λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος
498 ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
499 ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι
500 δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·
501 ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
502 λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·
503 κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες
504 εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
505 σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων·
506 τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.
507 κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
508 τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
509 τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
510 τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή,
511 ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
512 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·
513 οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο.
514 τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
515 ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας·
516 οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
517 ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,
518 καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ
519 ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν.
520 οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
521 ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
522 ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.
523 τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν
524 δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
525 οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες
526 τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.
527 οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα
528 τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
529 ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.
530 οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
531 εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων
532 βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.
533 στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,
534 βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
535 ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,
536 ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
537 ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
538 εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
539 ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,
540 νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.
541 ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
542 εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ
543 ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
544 οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
545 τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου
546 δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους,
547 ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
548 ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,
549 χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.
550 ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι
551 ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
552 δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
553 ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
554 τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε
555 παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες
556 ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ
557 σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ.
558 κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
559 βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες
560 δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον.
561 ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
562 καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν,
563 ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
564 ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε
565 κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν,
566 τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
567 παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
568 πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
569 τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
570 ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε
571 λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
572 μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
573 ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·
574 αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
575 μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
576 πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.
577 χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι
578 τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
579 σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι
580 ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς
581 ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί.
582 τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
583 ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες
584 αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
585 οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
586 ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο.
587 ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
588 ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
589 σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
590 ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
591 τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ
592 Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
593 ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
594 ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
595 τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας
596 εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·
597 καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας
598 εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
599 οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
600 ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
601 ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·
602 ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
603 πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος
604 τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
605 φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς
606 μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
607 ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
608 ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.
609 αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
610 τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,
611 τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
612 καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,
613 τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
614 αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,
615 μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
616 ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος
617 τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.
Livro 19
1 Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων
2 ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
3 ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.
4 εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν
5 κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
6 μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων,
7 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
8 “τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ
9 κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·
10 τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο
11 καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.”
12 ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε
13 πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα.
14 Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη
15 ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς
16 ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε
17 δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·
18 τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.
19 αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων
20 αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
21 “μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς
22 ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
23 νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς
24 δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
25 μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
26 εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,
27 ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.”
28 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
29 “τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
30 τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
31 μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
32 ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
33 αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
34 ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
35 μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
36 αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.”
37 ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
38 Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
39 στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
40 αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
41 σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς.
42 καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
43 οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
44 καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
45 καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς
46 ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
47 τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
48 Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
49 ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·
50 κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
51 αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
52 ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
53 οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
54 αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
55 τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·
56 “Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον
57 ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ
58 θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
59 τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ
60 ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·
61 τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
62 δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.
63 Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς
64 δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
65 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
66 θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·
67 νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ
68 ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον
69 ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
70 ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
71 αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω
72 ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι
73 δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.”
74 ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
75 μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
76 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
77 αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς·
78 “ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
79 ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν
80 ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.
81 ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
82 ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
83 Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι
84 σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος.
85 πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον
86 καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι,
87 ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
88 οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
89 ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
90 ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ.
91 πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,
92 οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει
93 πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει
94 βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε.
95 καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον
96 ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν
97 Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,
98 ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην
99 Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
100 ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·
101 “κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
102 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
103 σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
104 ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
105 τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.”
106 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·
107 “ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
108 εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,
109 ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
110 ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
111 τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.”
112 ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν,
113 ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.
114 Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
115 καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη
116 ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
117 ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς·
118 ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
119 Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας.
120 αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·
121 “Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·
122 ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει
123 Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο
124 σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.”
125 ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν·
126 αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο
127 χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον
128 μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
129 αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.
130 ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος
131 χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων.
132 τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο
133 ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων.
134 ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ
135 Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν,
136 οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην.
137 ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,
138 ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα·
139 ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.
140 δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν
141 χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
142 εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
143 δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
144 οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.”
145 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
146 “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
147 δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,
148 ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης
149 αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας
150 οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·
151 ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
152 ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
153 ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.”
154 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
155 “μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ
156 νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
157 Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
158 φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
159 ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
160 ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς
161 σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
162 οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
163 ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
164 εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
165 ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει
166 δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.
167 ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
168 ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
169 θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα
170 πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
171 ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
172 ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
173 οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ
174 ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
175 ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
176 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
177 ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·
178 καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
179 αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
180 πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.
181 Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ
182 ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα
183 ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.”
184 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
185 “χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας·
186 ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.
187 ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,
188 οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς
189 μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·
190 μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα
191 ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.
192 σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·
193 κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν
194 δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ
195 χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας.
196 Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
197 κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.”
198 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
199 “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
200 ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι,
201 ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται
202 καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.
203 νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν
204 Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,
205 ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε
206 νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
207 νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι
208 τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.
209 πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη
210 οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος
211 ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ
212 κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι
213 μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,
214 ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.”
215 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
216 “ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν,
217 κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
218 ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
219 πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
220 τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
221 αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
222 ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
223 ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
224 Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
225 γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς·
226 λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
227 πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
228 ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι
229 νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας·
230 ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται
231 μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον
232 ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ
233 ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην
234 λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
235 ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται
236 νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες
237 Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.”
238 ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
239 Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε
240 καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·
241 βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.
242 αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·
243 ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,
244 αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους·
245 ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
246 ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.
247 χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
248 ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.
249 καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων
250 ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
251 κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
252 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,
253 ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,
254 κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν
255 εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ
256 Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.
257 εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
258 “ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος
259 Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν
260 ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ,
261 μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα,
262 οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.
263 ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.
264 εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν
265 πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.”
266 ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.
267 τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
268 ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς
269 ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·
270 “Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·
271 οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
272 Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην
273 ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς
274 ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.
275 νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.”
276 ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
277 οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
278 δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,
279 βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.
280 καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας,
281 ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.
282 Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ
283 ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,
284 ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε
285 στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.
286 εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·
287 “Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ
288 ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,
289 νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν
290 ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
291 ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ
292 εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,
293 τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,
294 κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.
295 οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
296 ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
297 κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο
298 κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν
299 ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
300 τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.”
301 ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες
302 Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη.
303 αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο
304 λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων·
305 “λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων,
306 μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος
307 ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει·
308 δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.”
309 ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,
310 δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς
311 Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ
312 τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ
313 τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.
314 μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε·
315 “ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων
316 αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας
317 αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ
318 Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
319 νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ
320 ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων,
321 σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,
322 οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,
323 ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει
324 χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ
325 εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·
326 ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,
327 εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.
328 πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
329 οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο
330 αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι,
331 ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ
332 Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα
333 κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
334 ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν
335 τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι
336 γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
337 λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.”
338 ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,
339 μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·
340 μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
341 αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
342 “τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
343 ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς;
344 κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων
345 ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι
346 οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος.
347 ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
348 στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.”
349 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
350 ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ
351 οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ
352 αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ
353 νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
354 στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο·
355 αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ
356 ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
357 ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται
358 ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
359 ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
360 νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
361 θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
362 αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν
363 χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
364 ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
365 τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε
366 λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
367 δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων
368 δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
369 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
370 καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
371 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
372 ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
373 χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
374 εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.
375 ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ
376 καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι
377 σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι
378 πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
379 ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε
380 καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας
381 κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν
382 ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι
383 χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
384 πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,
385 εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·
386 τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.
387 ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος
388 βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν
389 πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,
390 Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
391 Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
392 ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες
393 ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς
394 γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω
395 κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν
396 χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν
397 Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς
398 τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,
399 σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
400 “Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
401 ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα
402 ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,
403 μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.”
404 τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος
405 Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη
406 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·
407 αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·
408 “καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·
409 ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς
410 αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
411 οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε
412 Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·
413 ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,
414 ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
415 νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,
416 ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ
417 μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.”
418 ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
419 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
420 “Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.
421 εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι
422 νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης
423 οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.”
424 ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.
Livro 20
1 ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
2 ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,
3 Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
4 Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
5 κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ
6 φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
7 οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,
8 οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται
9 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
10 ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο
11 ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ
12 Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
13 ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων
14 νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς,
15 ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν·
16 “τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
17 ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
18 τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.”
19 τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
20 “ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν
21 ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.
22 ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
23 ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι
24 ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,
25 ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.
26 εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται
27 οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.
28 καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·
29 νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς
30 δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.”
31 ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.
32 βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
33 Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
34 ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης
35 Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
36 Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
37 χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
38 ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ
39 Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα
40 Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.
41 εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
42 τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς
43 ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·
44 Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
45 δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα
46 τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
47 αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
48 ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη
49 στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
50 ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
51 αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
52 ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
53 ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
54 ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
55 σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·
56 δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
57 ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
58 γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.
59 πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
60 καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.
61 ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
62 δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε
63 γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
64 οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
65 σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·
66 τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
67 ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
68 ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
69 ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·
70 Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ
71 Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·
72 Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
73 ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
74 ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.
75 ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
76 Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
77 Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
78 αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
79 Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
80 ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·
81 υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·
82 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
83 “Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
84 ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
85 Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;”
86 τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·
87 “Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
88 ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
89 οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος
90 στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
91 ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
92 πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς
93 εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
94 ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
95 ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν
96 ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
97 τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·
98 αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
99 καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει
100 πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ
101 ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα
102 νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.”
103 τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
104 “ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
105 εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
106 ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·
107 ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.
108 ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν
109 λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.”
110 ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
111 βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
112 οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
113 ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·
114 ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·
115 “φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
116 ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.
117 Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
118 ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
119 ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
120 αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
121 παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ
122 δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
123 ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ
124 Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
125 πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
126 τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
127 σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
128 γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
129 εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
130 δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
131 ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.”
132 τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
133 “Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.
134 οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
135 ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
136 ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
137 ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.
138 εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
139 ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
140 αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται
141 φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω
142 ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων
143 ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.”
144 ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
145 τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
146 ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
147 ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
148 ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.
149 ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,
150 ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·
151 οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης
152 ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
153 ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες
154 βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
155 ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.
156 τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
157 ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν
158 ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι
159 ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
160 Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
161 Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
162 νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν
163 πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.
164 Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
165 σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
166 ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων
167 ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
168 δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας
169 γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
170 οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
171 μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
172 γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ
173 ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·
174 ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
175 ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
176 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
177 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
178 “Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
179 ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
180 ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
181 τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,
182 οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·
183 εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.
184 ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
185 καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι
186 αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.
187 ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
188 ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
189 σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
190 καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.
191 ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν
192 πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
193 ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
194 ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
195 ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ
196 βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
197 ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,
198 πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.”
199 τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·
200 “Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
201 ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
202 ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
203 ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας
204 πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·
205 ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.
206 φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
207 μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·
208 αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
209 εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·
210 τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
211 σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν
212 ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
213 εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
214 ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·
215 Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
216 κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
217 ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
218 ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
219 Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,
220 ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
221 τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
222 θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
223 τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
224 ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·
225 αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
226 αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
227 ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·
228 ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,
229 ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
230 Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·
231 Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
232 Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
233 ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·
234 τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
235 κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.
236 Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·
237 Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
238 Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·
239 Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·
240 αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.
241 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
242 Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
243 ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.
244 ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
245 ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
246 ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
247 πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
248 στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι
249 παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
250 ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
251 ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
252 νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
253 αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
254 νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
255 πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.
256 ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
257 πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον
258 γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.”
259 ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
260 σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
261 Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
262 ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος
263 ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
264 νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
265 ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
266 ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.
267 οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
268 ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·
269 ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς
270 ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
271 τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,
272 τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.
273 δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
274 καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
275 ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,
276 λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ
277 Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.
278 Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε
279 δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
280 ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους
281 ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν
282 ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
283 ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς
284 ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
285 σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ
286 Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,
287 οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
288 ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
289 ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
290 τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
291 εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·
292 αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·
293 “ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
294 ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
295 πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
296 νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
297 ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
298 μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ
299 δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
300 ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,
301 μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς
302 τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,
303 ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
304 Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
305 οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
306 ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·
307 νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
308 καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.”
309 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
310 “ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
311 Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
312 Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.
313 ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
314 πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
315 μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
316 μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
317 καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.”
318 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
319 βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
320 ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.
321 αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν
322 Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον
323 ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·
324 καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
325 Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.
326 πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων
327 Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
328 ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
329 ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
330 τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,
331 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
332 “Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει
333 ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
334 ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
335 ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,
336 μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
337 αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
338 θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·
339 οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.”
340 ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.
341 αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν
342 θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,
343 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
344 “ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
345 ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα
346 λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
347 ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
348 ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
349 ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
350 ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
351 ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
352 τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.”
353 ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·
354 “μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
355 ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.
356 ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
357 τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·
358 οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη
359 τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·
360 ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
361 καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,
362 ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω
363 Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.”
364 ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
365 κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·
366 “Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.
367 καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
368 ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
369 οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
370 ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.
371 τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
372 εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.”
373 ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν
374 Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.
375 καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·
376 “Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
377 ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
378 μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.”
379 ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
380 ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
381 ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
382 σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα
383 ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
384 ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
385 Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·
386 τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς
387 μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,
388 δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
389 “κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·
390 ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ
391 Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν
392 Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.”
393 ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.
394 τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
395 πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα
396 ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν
397 νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.
398 οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς
399 αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ
400 ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
401 Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα
402 πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
403 αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
404 ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
405 κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·
406 ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·
407 αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον
408 Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
409 οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
410 καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα
411 δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
412 θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.
413 τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
414 νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες
415 χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·
416 ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,
417 γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε
418 κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.
419 Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
420 ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
421 κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
422 δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ
423 ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς
424 ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·
425 “ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,
426 ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν
427 ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.”
428 ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·
429 “ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.”
430 τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·
431 “Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
432 ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
433 ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.
434 οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.
435 ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
436 αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
437 δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.”
438 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη
439 πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
440 ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,
441 αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς
442 ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
443 σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων
444 ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.
445 τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
446 ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.
447 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
448 δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·
449 “ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι
450 ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,
451 ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
452 ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
453 εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
454 νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.”
455 ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·
456 ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,
457 Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
458 κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα
459 οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·
460 αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
461 ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
462 τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.
463 Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,
464 εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
465 μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
466 νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·
467 οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,
468 ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων
469 ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·
470 ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ
471 κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε
472 θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς
473 δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο
474 αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον
475 μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
476 πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
477 ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
478 Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες
479 ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
480 αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς
481 πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας
482 τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε
483 σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
484 αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν
485 Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
486 τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,
487 ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα
488 ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
489 νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
490 ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ
491 οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,
492 πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
493 ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
494 κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.
495 ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
496 τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
497 ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,
498 ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
499 στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
500 νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
501 ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
502 αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι
503 Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
Livro 21
1 ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
2 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
3 ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
4 πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
5 ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·
6 τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη
7 πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ
8 ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
9 ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,
10 ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
11 ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
12 ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
13 φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ
14 ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·
15 ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
16 πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
17 αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ
18 κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος
19 φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
20 τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς
21 ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.
22 ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
23 φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
24 δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·
25 ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
26 πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
27 ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
28 ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·
29 τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
30 δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
31 τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
32 δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
33 αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
34 ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
35 ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς
36 ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
37 ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ
38 τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·
39 τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
40 καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
41 νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·
42 κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν
43 Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·
44 ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
45 ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
46 ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις
47 χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
48 πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
49 τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
50 γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,
51 ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς
52 φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·
53 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
54 “ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
55 ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
56 αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
57 οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
58 Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε
59 πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.
60 ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
61 γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
62 ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει
63 γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.”
64 ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
65 γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ
66 ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
67 ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
68 οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων
69 κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ
70 ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
71 αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
72 τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·
73 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
74 “γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
75 ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·
76 πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
77 ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
78 καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
79 Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.
80 νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν
81 ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα
82 πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
83 μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
84 ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ
85 γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
86 Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
87 Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
88 τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·
89 τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,
90 ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
91 ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·
92 νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω
93 σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.
94 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
95 μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
96 ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.”
97 ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
98 λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·
99 “νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·
100 πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
101 τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
102 Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·
103 νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
104 Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
105 καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.
106 ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;
107 κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.
108 οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
109 πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·
110 ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·
111 ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ
112 ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
113 ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.”
114 ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·
115 ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας
116 ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
117 τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω
118 δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ
119 κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.
120 τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
121 καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·
122 “ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν
123 αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ
124 ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος
125 οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·
126 θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει
127 ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
128 φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
129 ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.
130 οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
131 ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
132 ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
133 ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες
134 τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
135 οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.”
136 ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
137 ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
138 δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
139 τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
140 Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
141 υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος
142 γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
143 πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
144 τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο
145 ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε
146 Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
147 τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.
148 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
149 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
150 “τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
151 δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.”
152 τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·
153 “Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
154 εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης
155 Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν
156 ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
157 αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
158 Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
159 ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι
160 γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.”
161 ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς
162 Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς
163 ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.
164 καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ
165 ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·
166 τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
167 δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ
168 γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
169 δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
170 Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
171 καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,
172 μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.
173 Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
174 ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος
175 οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
176 τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
177 τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ
178 ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
179 ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
180 γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι
181 χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν
182 ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας
183 τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
184 “κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
185 παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
186 φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
187 αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
188 τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι
189 Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.
190 τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
191 κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
192 καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι
193 χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
194 τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
195 οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
196 ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
197 καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·
198 ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
199 δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.”
200 ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
201 τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
202 κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.
203 τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
204 δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·
205 αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
206 οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
207 ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
208 χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
209 ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
210 Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·
211 καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
212 εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
213 ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·
214 “ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις
215 ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
216 εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
217 ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·
218 πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
219 οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
220 στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.
221 ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.”
222 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
223 “ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.
224 Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
225 πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
226 ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.”
227 ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·
228 καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·
229 “ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
230 εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε
231 Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ
232 δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.”
233 ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
234 κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,
235 πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς
236 πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς
237 τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
238 χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
239 κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
240 δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
241 ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν
242 εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν
243 εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα
244 κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα
245 ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν
246 εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας
247 ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
248 δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ
249 ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο
250 δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
251 Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,
252 αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,
253 ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·
254 τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς
255 σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς
256 φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
257 ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
258 ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
259 χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·
260 τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
261 ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει
262 χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·
263 ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
264 καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
265 ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
266 στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
267 ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
268 τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
269 πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα
270 θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα
271 λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.
272 Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
273 “Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
274 ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.
275 ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
276 ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·
277 ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
278 λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
279 ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·
280 τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·
281 νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
282 ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
283 ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.”
284 ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη
285 στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,
286 χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.
287 τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·
288 “Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·
289 τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
290 Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·
291 ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
292 ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·
293 αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·
294 μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
295 πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
296 Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας
297 ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.”
298 τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·
299 αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
300 ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,
301 πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
302 πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα
303 πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν
304 εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.
305 οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον
306 χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο
307 ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·
308 “φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
309 σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
310 ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
311 ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα
312 ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,
313 ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε
314 φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα
315 ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.
316 φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
317 οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης
318 κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν
319 εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
320 μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ
321 ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
322 αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ
323 ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.”
324 ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
325 μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
326 πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο
327 ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·
328 Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ
329 μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
330 αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
331 “ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ
332 Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·
333 ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.
334 αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
335 εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
336 ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
337 φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας
338 δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν
339 μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·
340 μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ
341 φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.”
342 ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
343 πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς
344 πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·
345 πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.
346 ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν
347 αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·
348 ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς
349 κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
350 καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
351 καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
352 τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·
353 τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
354 οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
355 πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
356 καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
357 “Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,
358 οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
359 λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
360 ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;”
361 φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.
362 ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
363 κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
364 πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
365 ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·
366 οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ
367 Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην
368 πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
369 “Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
370 ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
371 ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.
372 ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
373 παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,
374 μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
375 μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
376 καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.”
377 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
378 αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·
379 “Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν
380 ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.”
381 ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
382 ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
383 αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα
384 παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·
385 ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
386 ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·
387 σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,
388 ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς
389 ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ
390 γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
391 ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης
392 ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
393 χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·
394 “τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
395 θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;
396 ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας
397 οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
398 ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;
399 τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.”
400 ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν
401 σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·
402 τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
403 ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
404 κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
405 τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·
406 τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.
407 ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,
408 τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,
409 καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·
410 “νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
411 εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.
412 οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
413 ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς
414 κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.”
415 ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·
416 τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
417 πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.
418 τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
419 αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
420 “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
421 καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
422 δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.”
423 ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,
424 καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
425 ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
426 τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
427 ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·
428 “τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
429 εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
430 ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη
431 ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·
432 τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
433 Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.”
434 ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
435 αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·
436 “Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν
437 ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ
438 ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
439 ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε
440 καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
441 νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ
442 μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
443 μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι
444 πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
445 μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.
446 ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
447 εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
448 Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
449 Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
450 ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
451 ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
452 Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.
453 σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
454 δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·
455 στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
456 νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
457 μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
458 τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων
459 πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
460 πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι”
461 τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·
462 “ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο
463 ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
464 δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
465 ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
466 ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα
467 παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.”
468 ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα
469 πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
470 τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
471 Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·
472 “φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην
473 πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·
474 νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
475 μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
476 εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
477 ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.”
478 ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
479 ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
480 νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·
481 “πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο
482 στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
483 τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ
484 Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.
485 ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν
486 ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
487 εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς
488 ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.”
489 ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
490 σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,
491 αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα
492 ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.
493 δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
494 ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
495 χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·
496 ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.
497 Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·
498 “Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ
499 πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·
500 ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν
501 εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.”
502 ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
503 πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
504 ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·
505 ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
506 δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
507 ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ
508 εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·
509 “τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων
510 μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;”
511 τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·
512 “σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
513 ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.”
514 ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
515 “αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·
516 μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
517 μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
518 οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
519 οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·
520 κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς
521 Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.
522 ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
523 ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,
524 πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,
525 ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.
526 ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
527 ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ
528 Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ
529 γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
530 ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·
531 “πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ
532 ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς
533 ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.
534 αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
535 αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·
536 δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.””
537 ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·
538 αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων
539 ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
540 οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
541 δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
542 φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ
543 αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.
544 ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
545 εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
546 φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
547 ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς
548 ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
549 φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.
550 αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
551 ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·
552 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
553 “ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
554 φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
555 αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.
556 εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
557 Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ
558 φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι
559 Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·
560 ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
561 ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·
562 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
563 μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
564 καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
565 οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·
566 λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.
567 εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·
568 καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
569 ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι
570 ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.”
571 ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ
572 ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
573 ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
574 ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ
575 ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·
576 εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
577 ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
578 ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·
579 ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
580 οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
581 ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,
582 ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·
583 “ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ
584 ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
585 νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.
586 ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
587 οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
588 Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις
589 ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.”
590 ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
591 καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.
592 ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
593 σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε
594 βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.
595 Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο
596 δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
597 ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,
598 ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
599 αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·
600 αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
601 ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·
602 εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
603 τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
604 τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων
605 ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·
606 τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
607 ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.
608 οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
609 μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι
610 ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο
611 ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.
Livro 22
1 ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
2 ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν
3 κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ
4 τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.
5 Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
6 Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
7 αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·
8 “τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
9 αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με
10 ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.
11 ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,
12 οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.
13 οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.”
14 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
15 “ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
16 ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ
17 γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
18 νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας
19 ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.
20 ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.”
21 ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
22 σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
23 ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·
24 ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.
25 τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
26 παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,
27 ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ
28 φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,
29 ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
30 λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,
31 καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·
32 ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
33 ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν
34 ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει
35 λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων
36 ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·
37 τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·
38 “Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
39 οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
40 Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
41 σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
42 ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
43 κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·
44 ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
45 κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
46 καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
47 οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
48 τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
49 ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα
50 χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·
51 πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
52 εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,
53 ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·
54 λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
55 ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
56 ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς
57 Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς
58 Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
59 πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον
60 δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
61 αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα
62 υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
63 καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
64 βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
65 ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
66 αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
67 ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ
68 τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
69 οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,
70 οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
71 κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν
72 ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
73 κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·
74 ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
75 αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
76 τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.”
77 ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ
78 τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.
79 μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
80 κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·
81 καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·
82 “Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον
83 αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·
84 τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
85 τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ
86 σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε
87 κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,
88 οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν
89 Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.”
90 ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
91 πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,
92 ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
93 ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
94 βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,
95 σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·
96 ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
97 πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·
98 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
99 “ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,
100 Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
101 ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
102 νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.
103 ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.
104 νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
105 αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
106 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·
107 “Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.”
108 ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη
109 ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
110 ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
111 εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
112 καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
113 αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
114 καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,
115 πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
116 ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,
117 δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς
118 ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·
119 Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
120 μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι
121 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·
122 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
123 μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει
124 οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα
125 αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.
126 οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης
127 τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε
128 παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.
129 βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·
130 εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.”
131 ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
132 ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
133 σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
134 δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
135 ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
136 Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
137 αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·
138 Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
139 ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
140 ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
141 ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς
142 ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·
143 ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ
144 τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.
145 οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
146 τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,
147 κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ
148 δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
149 ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
150 γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·
151 ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
152 ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
153 ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
154 καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα
155 πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
156 τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
157 τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·
158 πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων
159 καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
160 ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
161 ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
162 ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
163 ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον
164 ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·
165 ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
166 καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·
167 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
168 “ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
169 ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ
170 Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν
171 Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε
172 ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
173 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
174 ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
175 ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη
176 Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.”
177 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
178 “ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·
179 ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
180 ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
181 ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.”
182 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
183 “θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
184 πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·
185 ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.”
186 ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
187 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
188 Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.
189 ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
190 ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·
191 τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
192 ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·
193 ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
194 ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων
195 ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
196 εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
197 τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
198 πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.
199 ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·
200 οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·
201 ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.
202 πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
203 εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων
204 ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
205 λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
206 οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
207 μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.
208 ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
209 καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
210 ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
211 τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,
212 ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,
213 ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
214 Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
215 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
216 “νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ
217 οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
218 Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
219 οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
220 οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
221 προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
222 ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι
223 οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.”
224 ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ,
225 στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
226 ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον
227 Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν·
228 ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·
229 “ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
230 ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων·
231 ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.”
232 τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
233 “Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
234 γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας·
235 νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
236 ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
237 τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.”
238 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
239 “ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
240 λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι,
241 αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες·
242 ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
243 νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων
244 ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
245 νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
246 νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.”
247 ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη·
248 οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
249 τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
250 “οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ
251 τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην
252 μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε
253 στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην.
254 ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι
255 μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων·
256 οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς
257 δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι·
258 ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ
259 νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.”
260 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
261 “Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε·
262 ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
263 οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
264 ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
265 ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν
266 ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα
267 αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
268 παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ
269 αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
270 οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
271 ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις
272 κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.”
273 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος·
274 καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ·
275 ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος,
276 ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη,
277 ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν.
278 Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα·
279 “ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
280 ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·
281 ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
282 ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
283 οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
284 ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
285 εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι
286 χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
287 καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
288 σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.”
289 ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
290 καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε·
291 τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ
292 ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
293 στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος.
294 Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας·
295 ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν.
296 Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
297 “ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν·
298 Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι·
299 ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη.
300 νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν,
301 οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
302 Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε
303 πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει.
304 μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
305 ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.”
306 ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
307 τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
308 οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις,
309 ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
310 ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν·
311 ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
312 ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν
313 ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
314 καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ
315 τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι
316 χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
317 οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ
318 ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
319 ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς
320 πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ,
321 εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα.
322 τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα,
323 καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς·
324 φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι,
325 λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος·
326 τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς,
327 ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή·
328 οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
329 ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
330 ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·
331 “Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων
332 σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα,
333 νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων
334 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
335 ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ
336 ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.”
337 τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·
338 “λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων,
339 μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
340 ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο,
341 δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
342 σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με
343 Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.”
344 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς·
345 “μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων·
346 αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
347 ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας,
348 ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
349 οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα
350 στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα,
351 οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
352 Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ
353 ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
354 ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.”
355 τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ·
356 “ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον
357 πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
358 φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι
359 ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
360 ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.”
361 ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
362 ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
363 ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.
364 τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς·
365 “τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
366 Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.”
367 ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
368 καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα
369 αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
370 οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
371 Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
372 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
373 “ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
374 Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.”
375 ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
376 τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
377 στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν·
378 “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
379 ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
380 ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι,
381 εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
382 ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν,
383 ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
384 ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος.
385 ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
386 κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
387 Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε
388 ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ·
389 εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο
390 αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου.
391 νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
392 νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν.
393 ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον,
394 ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.”
395 ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
396 ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
397 ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας,
398 ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν·
399 ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας
400 μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
401 τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται
402 κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι
403 κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι
404 δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
405 ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ
406 τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
407 τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα·
408 ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ
409 κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
410 τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
411 Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης.
412 λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
413 ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
414 πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
415 ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον·
416 “σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ
417 ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν.
418 λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
419 ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ
420 γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
421 Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
422 Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε.
423 τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας·
424 τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
425 ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
426 Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι·
427 τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
428 μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.”
429 ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται·
430 Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
431 “τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα
432 σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
433 εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ
434 Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς
435 δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
436 ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.”
437 ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο
438 Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
439 ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
440 ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
441 δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε.
442 κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
443 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο
444 Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
445 νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
446 χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
447 κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου·
448 τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς·
449 ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα·
450 “δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται.
451 αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ
452 στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα
453 πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
454 αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς
455 δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
456 μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
457 καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
458 ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
459 ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.”
460 ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
461 παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ
462 αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
463 ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν
464 ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι
465 ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
466 τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
467 ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
468 τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
469 ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
470 κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
471 ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ
472 ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα.
473 ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
474 αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
475 ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
476 ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν·
477 “Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ
478 ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
479 αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
480 ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν
481 δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι.
482 νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
483 ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
484 χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως,
485 ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ
486 ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος.
487 ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
488 αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω
489 ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
490 ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι·
491 πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί,
492 δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
493 ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος·
494 τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε·
495 χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε.
496 τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
497 χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων·
498 “ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.”
499 δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην
500 Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
501 μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν·
502 αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων,
503 εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
504 εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ·
505 νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
506 Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν·
507 οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
508 νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
509 αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται
510 γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται
511 λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
512 ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
513 οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
514 ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.”
515 ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
Livro 23
1 ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ
2 ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
3 οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
4 Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
5 ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα·
6 “Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
7 μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
8 ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
9 Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
10 αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο,
11 ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.”
12 ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς.
13 οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
14 μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
15 δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν
16 δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
17 τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
18 χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·
19 “χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
20 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
21 Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
22 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
23 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.”
24 ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
25 πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
26 ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος
27 χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους,
28 κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
29 μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
30 πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ
31 σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες·
32 πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
33 εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·
34 πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
35 αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
36 εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
37 σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
38 οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
39 αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
40 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν
41 Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
42 αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν·
43 “οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
44 οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
45 πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
46 κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε
47 ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
48 ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·
49 ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
50 ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς
51 νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
52 ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
53 θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.”
54 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
55 ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
56 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
57 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
58 οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
59 Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
60 κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν
61 ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον·
62 εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
63 νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα
64 Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·
65 ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
66 πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα
67 καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·
68 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
69 “εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
70 οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος·
71 θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
72 τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
73 οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
74 ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
75 καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις
76 νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.
77 οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
78 βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ
79 ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·
80 καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
81 τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
82 ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·
83 μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ,
84 ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
85 εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
86 ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς,
87 ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
88 νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς·
89 ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
90 ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν·
91 ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
92 χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.”
93 τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
94 “τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας
95 καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι
96 πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
97 ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε
98 ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.”
99 ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
100 οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
101 ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς
102 χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·
103 “ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
104 ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·
105 παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
106 ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
107 καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.”
108 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο·
109 μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
110 ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων
111 οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
112 πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει
113 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
114 οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
115 σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν.
116 πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον·
117 ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
118 αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
119 τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι
120 πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ
121 ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο
122 ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.
123 πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει
124 Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
125 κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς
126 φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.
127 αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην
128 ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς
129 αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε
130 χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον
131 ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,
132 ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,
133 πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν
134 μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.
135 θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον
136 κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς
137 ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ.
138 οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς
139 κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.
140 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
141 στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,
142 τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·
143 ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·
144 “Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
145 κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν
146 σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην,
147 πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν
148 ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.
149 ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.
150 νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν
151 Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.”
152 ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο
153 θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
154 καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο
155 εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς·
156 “Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
157 πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,
158 νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι
159 ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα
160 κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.”
161 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
162 αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,
163 κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην,
164 ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,
165 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ.
166 πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
167 πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων
168 δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς
169 ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.
170 ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας
171 πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους
172 ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.
173 ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,
174 καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,
175 δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
176 χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·
177 ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.
178 ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
179 “χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·
180 πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην,
181 δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
182 τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι
183 δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.”
184 ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο,
185 ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
186 ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
187 ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
188 τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων
189 οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα
190 ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο
191 σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.
192 οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·
193 ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
194 στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι
195 Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά·
196 πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν
197 ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,
198 ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις
199 ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν.
200 οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον
201 εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη
202 βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι
203 πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·
204 ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·
205 “οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα
206 Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας
207 ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.
208 ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν
209 ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,
210 ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται
211 Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.”
212 ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο
213 ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.
214 αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα
215 πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην,
216 ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ.
217 παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον
218 φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς
219 χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον
220 οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν
221 ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.
222 ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων
223 νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,
224 ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,
225 ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων.
226 ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,
227 ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,
228 τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.
229 οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι
230 Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων.
231 Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς
232 κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·
233 οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·
234 τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,
235 ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν·
236 “Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
237 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ
238 πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
239 ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν
240 εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·
241 ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν
242 ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.
243 καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
244 θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.
245 τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
246 ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ
247 εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο
248 δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.”
249 ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.
250 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
251 ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·
252 κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ
253 ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,
254 ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·
255 τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο
256 ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
257 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς
258 αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,
259 νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε
260 ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα,
261 ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.
262 ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα
263 θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν
264 καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον
265 τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν
266 ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·
267 αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα
268 καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως·
269 τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,
270 πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε.
271 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
272 “Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
273 ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι.
274 εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
275 ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.
276 ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·
277 ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς
278 πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν.
279 ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·
280 τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
281 ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
282 χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
283 τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι
284 χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.
285 ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν
286 ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.”
287 ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.
288 ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
289 Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·
290 τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
291 ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα
292 Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
293 τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
294 διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
295 Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·
296 τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος
297 δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
298 ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε
299 Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·
300 τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
301 Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους,
302 Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
303 τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι
304 ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς
305 μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·
306 “Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν
307 Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν
308 παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·
309 οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι
310 βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.
311 τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ
312 πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
313 ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
314 παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
315 μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι·
316 μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
317 νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·
318 μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
319 ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
320 ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
321 ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·
322 ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,
323 αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει
324 ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
325 ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
326 σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.
327 ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης
328 ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
329 λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
330 ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς
331 ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,
332 ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
333 καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
334 τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,
335 αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
336 ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον
337 κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
338 ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
339 ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
340 κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν,
341 μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·
342 χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ
343 ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
344 εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
345 οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,
346 οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
347 Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,
348 ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.”
349 ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
350 ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.
351 Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.
352 ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·
353 πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
354 Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·
355 τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,
356 τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε
357 Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.
358 στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς
359 τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν
360 ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,
361 ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
362 οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν,
363 πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν
364 ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο
365 νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη
366 ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
367 χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
368 ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
369 ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες
370 ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου
371 νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος
372 ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.
373 ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
374 ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου
375 φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα
376 αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
377 τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
378 Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·
379 αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
380 πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω
381 θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
382 καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν,
383 εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
384 ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
385 τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
386 οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
387 οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
388 οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων
389 Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν,
390 δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·
391 ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει,
392 ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι
393 ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.
394 αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
395 ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
396 θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε
397 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
398 Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
399 πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη
400 ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.
401 τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
402 Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
403 “ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.
404 ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
405 Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη
406 νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·
407 ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,
408 καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
409 Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;
410 ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
411 οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
412 ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
413 αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
414 ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·
415 ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
416 στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.”
417 ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
418 μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα
419 στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
420 ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ
421 ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·
422 τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
423 Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
424 ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
425 Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει·
426 “Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους·
427 στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι·
428 μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.”
429 ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
430 κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
431 ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
432 ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
433 τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω
434 Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
435 μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
436 δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ
437 ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
438 τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·
439 “Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·
440 ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
441 ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.”
442 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
443 “μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ.
444 φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
445 ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.”
446 ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
447 μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
448 Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
449 ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
450 πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους·
451 ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·
452 τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
453 ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα,
454 ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ
455 λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
456 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
457 “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
458 οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
459 ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
460 ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ
461 ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·
462 ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
463 νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε
464 Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·
465 ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη
466 εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·
467 ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι,
468 αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
469 ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε
470 εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
471 Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει
472 Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.”
473 τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·
474 “Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν
475 ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
476 οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον,
477 οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·
478 ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ
479 λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
480 ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ,
481 Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.”
482 τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·
483 “Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
484 δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.
485 δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,
486 ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,
487 ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.”
488 ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας
489 χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·
490 καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν,
491 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·
492 “μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
493 Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.
494 καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
495 ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
496 ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
497 ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος
498 ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.”
499 ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
500 μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι
501 ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
502 αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
503 ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
504 ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ
505 γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
506 ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.
507 στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς
508 ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
509 αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
510 κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν
511 ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον,
512 δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
513 καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους.
514 τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
515 κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον·
516 ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους.
517 ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα
518 ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·
519 τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
520 οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
521 χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·
522 τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
523 λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
524 ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ
525 ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης·
526 εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
527 τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν.
528 αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
529 λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·
530 βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
531 ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι.
532 υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
533 ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
534 τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
535 στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε·
536 “λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·
537 ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
538 δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.”
539 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
540 καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,
541 εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
542 Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς·
543 “ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
544 τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
545 τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω
546 αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν
547 εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.
548 εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ
549 ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς
550 καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι·
551 τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον
552 ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί.
553 τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω
554 ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.”
555 ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
556 χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·
557 καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
558 “Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
559 Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
560 δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων
561 χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
562 ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.”
563 ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
564 οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν,
565 Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων.
566 τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
567 Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ
568 χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν
569 Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς·
570 “Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.
571 ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους
572 τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.
573 ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
574 ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ,
575 μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων·
576 “Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
577 οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν
578 ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.”
579 εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι
580 ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.
581 Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,
582 στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην
583 χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,
584 ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
585 ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.”
586 τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·
587 “ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
588 σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.
589 οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·
590 κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις.
591 τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς
592 δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο
593 μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι
594 βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα
595 ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.”
596 ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
597 ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς
598 ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
599 ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·
600 ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.
601 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
602 “Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
603 χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων
604 ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.
605 δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
606 οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.
607 ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
608 σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο·
609 τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον
610 δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε
611 ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.”
612 ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
613 ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα.
614 Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα
615 τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον,
616 ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
617 Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·
618 “τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
619 Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν
620 ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον
621 αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,
622 οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι
623 θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.”
624 ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων,
625 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
626 “ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·
627 οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες
628 ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.
629 εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
630 ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
631 Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα·
632 ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν
633 οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων.
634 πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,
635 Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη·
636 Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
637 δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
638 οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε
639 πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,
640 οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα.
641 οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,
642 ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν.
643 ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων
644 ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
645 πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν.
646 ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.
647 τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,
648 ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,
649 τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς.
650 σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.”
651 ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν
652 ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο.
653 αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·
654 ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι
655 ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι·
656 τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
657 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
658 “Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
659 ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
660 πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων
661 δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,
662 ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·
663 αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.”
664 ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε
665 εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
666 ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε·
667 “ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·
668 ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν
669 πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
670 ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν
671 ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
672 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
673 ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω.
674 κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων,
675 οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.”
676 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
677 Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
678 Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
679 ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο
680 ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
681 τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
682 θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην.
683 ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
684 δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
685 τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
686 ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω
687 σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
688 δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς
689 πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός,
690 κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν
691 ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
692 ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
693 θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,
694 ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς
695 χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,
696 οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
697 αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·
698 κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
699 αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
700 Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
701 δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
702 τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,
703 τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·
704 ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,
705 πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
706 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
707 “ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.”
708 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
709 ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
710 ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,
711 ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
712 ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων
713 δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
714 τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
715 ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
716 πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
717 αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ
718 νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·
719 οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,
720 οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.
721 ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
722 δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·
723 “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
724 ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.”
725 ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·
726 κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,
727 κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
728 κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
729 δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
730 κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,
731 ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
732 πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.
733 καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,
734 εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·
735 “μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·
736 νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες
737 ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.”
738 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
739 καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
740 Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα
741 ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα
742 χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν
743 πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
744 Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,
745 στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·
746 υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
747 Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
748 καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
749 ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·
750 δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,
751 ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.
752 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
753 “ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.”
754 ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,
755 ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς
756 Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
757 στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.
758 τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα
759 ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς
760 ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
761 στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ
762 πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει
763 στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
764 ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·
765 κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς
766 αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ
767 νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
768 ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς
769 εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·
770 “κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.”
771 ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,
772 γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
773 ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
774 ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,
775 τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,
776 οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·
777 ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·
778 κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
779 ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
780 στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο
781 ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·
782 “ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
783 μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.”
784 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
785 Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον
786 μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
787 “εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν
788 ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.
789 Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,
790 οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·
791 ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ
792 ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.”
793 ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
794 τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·
795 “Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
796 ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.”
797 ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.
798 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
799 θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν
800 τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.
801 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
802 “ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,
803 τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
804 ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.
805 ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,
806 ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,
807 τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
808 καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·
809 τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·
810 καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.”
811 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
812 ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.
813 οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,
814 ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι
815 δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.
816 ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
817 τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.
818 ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην
819 νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·
820 Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο
821 αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.
822 καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ
823 παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.
824 αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως
825 σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.
826 αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον
827 ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·
828 ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,
829 τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.
830 στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·
831 “ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
832 εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,
833 ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς
834 χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου
835 ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.”
836 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης,
837 ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,
838 ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.
839 ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός,
840 ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.
841 δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·
842 τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας
843 χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.
844 ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,
845 ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ,
846 ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,
847 τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.
848 ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο
849 νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.
850 αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον,
851 κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα,
852 ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο
853 τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν
854 λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει
855 τοξεύειν· “ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,”
856 “πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·”
857 “ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,”
858 “ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.”
859 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος,
860 ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος.
861 κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,
862 Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν
863 ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι
864 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
865 ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων·
866 αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις·
867 ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός.
868 ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη
869 μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.
870 σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς
871 τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.
872 αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι
873 ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.
874 ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·
875 τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην,
876 ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ
877 πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις
878 ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο
879 αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.
880 ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ
881 κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.
882 ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,
883 Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.
884 αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,
885 κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα
886 θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν·
887 ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
888 ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.
889 τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
890 “Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων
891 ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·
892 ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας
893 ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,
894 εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.”
895 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
896 δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως
897 Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.
Livro 24
1 λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
2 ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
3 ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς
4 κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
5 ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα
6 Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
7 ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
8 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
9 τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
10 ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε
11 ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς
12 δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς
13 φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.
14 ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
15 Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
16 τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
17 αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν
18 ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων
19 πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων
20 καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε
21 χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
22 ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
23 τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
24 κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
25 ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ
26 οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,
27 ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
28 καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
29 ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
30 τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
31 ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
32 καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
33 “σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν
34 Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;
35 τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
36 ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
37 καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
38 ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
39 ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,
40 ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
41 γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,
42 ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
43 εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·
44 ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
45 γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.
46 μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
47 ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·
48 ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·
49 τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
50 αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
51 ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο
52 ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.
53 μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·
54 κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.”
55 τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·
56 “εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
57 εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
58 Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·
59 αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ
60 θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
61 Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.
62 πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι
63 δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.”
64 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
65 “Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·
66 οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ
67 φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·
68 ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
69 οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
70 λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
71 ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,
72 λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ
73 μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.
74 ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
75 ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς
76 δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.”
77 ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
78 μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
79 ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.
80 ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
81 ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
82 ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα.
83 εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι
84 εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς
85 κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε
86 φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
87 ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
88 “ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.”
89 τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
90 “τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ
91 μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.
92 εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.”
93 ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων
94 κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
95 βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
96 ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
97 ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
98 εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες
99 εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
100 ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη.
101 Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
102 καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα.
103 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
104 “ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,
105 πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός·
106 ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα.
107 ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
108 Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·
109 κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·
110 αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω
111 αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
112 αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·
113 σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων
114 ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
115 Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν,
116 αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ.
117 αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω
118 λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
119 δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.”
120 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,
121 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα,
122 ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε
123 εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
124 ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·
125 τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.
126 ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ,
127 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
128 “τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
129 σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
130 οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
131 μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη
132 ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.
133 ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·
134 σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων
135 ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν
136 Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας.
137 ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.”
138 τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
139 “τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
140 εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.”
141 ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
142 πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον.
143 Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·
144 “βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο
145 ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω
146 λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
147 δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
148 οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
149 κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι
150 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
151 νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
152 μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·
153 τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,
154 ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
155 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
156 οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·
157 οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,
158 ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.”
159 ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
160 ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε.
161 παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
162 δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς
163 ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ
164 κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος
165 τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.
166 θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο
167 τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
168 χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
169 στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα
170 τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα·
171 “θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·
172 οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω
173 ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,
174 ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.
175 λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,
176 δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
177 οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
178 κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι
179 ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις
180 νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
181 μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·
182 τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης,
183 ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
184 αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
185 οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει·
186 οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων,
187 ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.”
188 ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
189 αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
190 ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς.
191 αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα
192 κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·
193 ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·
194 “δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
195 λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,
196 δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.
197 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;
198 αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
199 κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.”
200 ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ·
201 “ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ
202 ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις;
203 πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
204 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
205 υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ.
206 εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
207 ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει,
208 οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν
209 ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ
210 γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή,
211 ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
212 ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
213 ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο
214 παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
215 ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
216 ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.”
217 τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·
218 “μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ
219 ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.
220 εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν,
221 ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,
222 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·
223 νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
224 εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα
225 τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
226 βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
227 ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.”
228 ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν·
229 ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
230 δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
231 τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας.
232 χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
233 ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,
234 ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες
235 ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ
236 φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ
237 λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας
238 αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων·
239 “ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν
240 οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;
241 ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε
242 παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·
243 ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
244 κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε
245 πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
246 ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.”
247 ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω
248 σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα
249 νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον
250 Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
251 Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·
252 ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·
253 “σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες
254 Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
255 ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
256 Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι,
257 Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
258 Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει
259 ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.
260 τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται
261 ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
262 ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
263 οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
264 ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;”
265 ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
266 ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
267 καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς,
268 κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
269 πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·
270 ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
271 καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
272 πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
273 τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα
274 ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν.
275 ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης
276 νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα,
277 ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
278 τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
279 ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς
280 αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.
281 τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
282 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες·
283 ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ
284 οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
285 χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην·
286 στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
287 “τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι
288 ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς
289 ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
290 ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι
291 Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
292 αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ
293 φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
294 δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
295 τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
296 εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
297 οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην
298 νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.”
299 τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·
300 “ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω.
301 ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.”
302 ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς
303 χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη
304 χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα.
305 νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο·
306 εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
307 οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·
308 “Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
309 δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν,
310 πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ
311 φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,
312 δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
313 τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.”
314 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς
315 αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
316 μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν.
317 ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
318 ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα,
319 τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι
320 δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες
321 γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
322 σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
323 ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
324 πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
325 τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν
326 ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
327 καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο
328 πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
329 οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,
330 οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
331 παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν
332 ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα,
333 αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·
334 “Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
335 ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα,
336 βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
337 ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ
338 τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.”
339 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
340 αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
341 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
342 ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
343 εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
344 ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
345 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
346 αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,
347 βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς
348 πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.
349 οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,
350 στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν
351 ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
352 τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
353 Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·
354 “φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.
355 ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω.
356 ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα
357 γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.”
358 ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς,
359 ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,
360 στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν
361 χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·
362 “πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
363 νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι;
364 οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,
365 οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;
366 τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
367 τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;
368 οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,
369 ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
370 ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον
371 σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.”
372 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
373 “οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.
374 ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,
375 ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
376 αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,
377 πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.”
378 τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
379 “ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
380 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
381 ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
382 ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,
383 ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν
384 δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
385 σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.”
386 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
387 “τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων;
388 ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.”
389 τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
390 “πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.
391 τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
392 ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας
393 Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·
394 ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς
395 εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.
396 τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής·
397 Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
398 ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
399 ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·
400 τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι.
401 νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ
402 θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
403 ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται
404 ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.”
405 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
406 “εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
407 εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,
408 ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη
409 ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.”
410 τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
411 “ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί,
412 ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
413 αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς
414 κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ
415 ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
416 ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
417 ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,
418 οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν
419 οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται,
420 οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν
421 ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.
422 ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
423 καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.”
424 ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·
425 “ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
426 ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε,
427 λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·
428 τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
429 ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,
430 αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν,
431 ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.”
432 τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·
433 “πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,
434 ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.
435 τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
436 συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.
437 σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,
438 ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·
439 οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.”
440 ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
441 καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
442 ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
443 ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
444 οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
445 τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης
446 πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,
447 ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης.
448 ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
449 ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
450 δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν
451 λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες·
452 ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
453 σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς
454 εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
455 τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
456 τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος·
457 δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,
458 ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,
459 ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·
460 “ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
461 Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
462 ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος
463 ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη
464 ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·
465 τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,
466 καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
467 λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.”
468 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
469 Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε,
470 Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων
471 ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου,
472 τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν
473 εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω
474 ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
475 ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς
476 ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.
477 τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς
478 χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
479 δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.
480 ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ
481 φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
482 ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας,
483 ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·
484 θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.
485 τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε·
486 “μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
487 τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·
488 καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες
489 τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.
490 ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων
491 χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα
492 ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·
493 αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους
494 Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι.
495 πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν·
496 ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
497 τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.
498 τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν·
499 ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,
500 τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
501 Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν
502 λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα.
503 ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον
504 μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ,
505 ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,
506 ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.”
507 ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο·
508 ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
509 τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο
510 κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,
511 αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε
512 Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει.
513 αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
514 καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων,
515 αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη
516 οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
517 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
518 “ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν.
519 πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
520 ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
521 υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.
522 ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης
523 ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·
524 οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·
525 ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
526 ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί.
527 δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
528 δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·
529 ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
530 ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ·
531 ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,
532 καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
533 φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
534 ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
535 ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο
536 ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,
537 καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
538 ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι
539 παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
540 ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε
541 γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης
542 ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.
543 καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·
544 ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
545 καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,
546 τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
547 αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες
548 αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε.
549 ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·
550 οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
551 οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.”
552 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
553 “μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
554 κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα
555 λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα
556 πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις
557 σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας
558 αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.”
559 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
560 “μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς
561 Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε
562 μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.
563 καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,
564 ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
565 οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν,
566 ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα
567 ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
568 τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
569 μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
570 καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.”
571 ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
572 Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε
573 οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο
574 ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα
575 τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
576 οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
577 ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
578 κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης
579 ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα.
580 κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα,
581 ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
582 δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι
583 νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
584 μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
585 παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ,
586 καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς.
587 τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
588 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,
589 αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,
590 σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην.
591 ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
592 “μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι
593 εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
594 πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
595 σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.”
596 ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,
597 ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
598 τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·
599 “υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,
600 κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν
601 ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.
602 καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
603 τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
604 ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες.
605 τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο
606 χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα,
607 οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·
608 φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς·
609 τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν.
610 οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν
611 κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·
612 τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
613 ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα.
614 νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
615 ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
616 νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο,
617 ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
618 ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
619 σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
620 Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.”
621 ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
622 σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
623 μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
624 ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
625 Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
626 καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
627 οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
628 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
629 ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα
630 ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει·
631 αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
632 εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων.
633 αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
634 τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·
635 “λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη
636 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·
637 οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
638 ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,
639 ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
640 αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
641 νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
642 λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.”
643 ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
644 δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
645 πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας,
646 χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
647 αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
648 αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι.
649 τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
650 “ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν
651 ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ
652 βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·
653 τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
654 αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,
655 καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
656 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
657 ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,
658 ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.”
659 τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής·
660 “εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,
661 ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
662 οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη
663 ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.
664 ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,
665 τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
666 ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν,
667 τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.”
668 τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·
669 “ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις·
670 σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.”
671 ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
672 ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ.
673 οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
674 κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες,
675 αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου·
676 τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
677 ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
678 εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·
679 ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
680 ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
681 νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
682 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
683 “ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις
684 ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς.
685 καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας·
686 σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
687 παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων
688 γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.”
689 ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη.
690 τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε,
691 ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.
692 ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
693 Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,
694 Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
695 Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
696 οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
697 ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος
698 ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
699 ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
700 Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν
701 ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·
702 τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·
703 κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·
704 “ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες,
705 εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
706 χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.”
707 ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ
708 οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·
709 ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
710 πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
711 τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
712 ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος.
713 καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
714 Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
715 εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα·
716 “εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα
717 ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.”
718 ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
719 οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα
720 τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς
721 θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν
722 οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
723 τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
724 Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·
725 “ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην
726 λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως
727 ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω
728 ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης
729 πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν
730 ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
731 αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
732 καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
733 ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
734 ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν
735 ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
736 χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
737 ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
738 Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
739 οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·
740 τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,
741 ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
742 Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
743 οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,
744 οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ
745 μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.”
746 ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες.
747 τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·
748 “Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
749 ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·
750 οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
751 ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
752 πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
753 ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·
754 σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
755 πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο
756 Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς.
757 νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
758 κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων
759 οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.”
760 ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε.
761 τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·
762 “Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
763 ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
764 ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
765 ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
766 ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
767 ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον·
768 ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
769 δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
770 ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
771 ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
772 σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
773 τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ·
774 οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
775 ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.”
776 ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων.
777 λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·
778 “ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ
779 δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς
780 πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
781 μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.”
782 ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε
783 ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
784 ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·
785 ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
786 καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
787 ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ.
788 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
789 τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
790 αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο
791 πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
792 πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα
793 ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε
794 μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
795 καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
796 πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
797 αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε
798 πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·
799 ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,
800 μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.
801 χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα
802 εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα
803 δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.
804 ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.
Ὁ Διαφορεύς παρῆν
[1]: This edition omits lines 458-461.