---
id: homero-iliada-grc-monro-allen-1920
type: primary_text
title: Ἰλιάς
subtitle: Iliad
author: Homer
editor:
- David B. Monro
- Thomas W. Allen
base_edition: 'Homeri Opera, vols. 1–2 (Iliad), ed. David B. Monro and Thomas W. Allen, 3rd ed. (Oxford: Clarendon Press, 1920), Scriptorum Classicorum Bibliotheca Oxoniensis'
cite_in: 'MONRO, David B.; ALLEN, Thomas W. (ed.). Homeri Opera. 3. ed. Oxford: Clarendon Press, 1920, v. 1–2'
year_original: c. 8th century BCE
publication_year: 1920
language: grc
tags:
- greek-epic
- homer
- hexameter
- trojan-war
- archaic-greece
status: draft
project: pedra_angular
related:
- homero-iliada-en-murray-1924
reference_system: book-line
scope: 'The whole poem, 24 books, line by line, cited book.line (Il. 1.1): the line number in bold (**1**) and the anchor ^v-1-1. Speeches (TEI <q>) open with “ on their first line and close with ” on their last; lines the editor marks as spurious stay in the text between [ ], and his supplements go between ⟨ ⟩'
urn_work: urn:cts:greekLit:tlg0012.tlg001
urn: urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2
source: https://github.com/PerseusDL/canonical-greekLit/tree/master/data/tlg0012/tlg001
source_repo: PerseusDL/canonical-greekLit
source_file: data/tlg0012/tlg001/tlg0012.tlg001.perseus-grc2.xml
source_commit: 282e6f5a
license: CC-BY-SA-4.0
processing: Saneamento/obra_nova_tei.py and conversor_tei.py (profile epica), 2026-11-04; prepared by Διαφορεύς, Claude Opus 5.5.
---

# Ἰλιάς

### Livro 1

**1** μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος ^v-1-1

**2** οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε, ^v-1-2

**3** πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ^v-1-3

**4** ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν ^v-1-4

**5** οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή, ^v-1-5

**6** ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε ^v-1-6

**7** Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. ^v-1-7

**8** τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; ^v-1-8

**9** Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς ^v-1-9

**10** νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, ^v-1-10

**11** οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα ^v-1-11

**12** Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ^v-1-12

**13** λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, ^v-1-13

**14** στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος ^v-1-14

**15** χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, ^v-1-15

**16** Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν· ^v-1-16

**17** “Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, ^v-1-17

**18** ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες ^v-1-18

**19** ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι· ^v-1-19

**20** παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι, ^v-1-20

**21** ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.” ^v-1-21

**22** ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ ^v-1-22

**23** αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· ^v-1-23

**24** ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ^v-1-24

**25** ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· ^v-1-25

**26** “μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω ^v-1-26

**27** ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα, ^v-1-27

**28** μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο· ^v-1-28

**29** τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν ^v-1-29

**30** ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης ^v-1-30

**31** ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν· ^v-1-31

**32** ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.” ^v-1-32

**33** ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ· ^v-1-33

**34** βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης· ^v-1-34

**35** πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὁ γεραιὸς ^v-1-35

**36** Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ· ^v-1-36

**37** “κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας ^v-1-37

**38** Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, ^v-1-38

**39** Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα, ^v-1-39

**40** ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα ^v-1-40

**41** ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ· ^v-1-41

**42** τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.” ^v-1-42

**43** ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων, ^v-1-43

**44** βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ, ^v-1-44

**45** τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην· ^v-1-45

**46** ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο, ^v-1-46

**47** αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς. ^v-1-47

**48** ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε· ^v-1-48

**49** δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο· ^v-1-49

**50** οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, ^v-1-50

**51** αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς ^v-1-51

**52** βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. ^v-1-52

**53** ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, ^v-1-53

**54** τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς· ^v-1-54

**55** τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη· ^v-1-55

**56** κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο. ^v-1-56

**57** οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, ^v-1-57

**58** τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-1-58

**59** “Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω ^v-1-59

**60** ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, ^v-1-60

**61** εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς· ^v-1-61

**62** ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ^v-1-62

**63** ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν, ^v-1-63

**64** ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, ^v-1-64

**65** εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης, ^v-1-65

**66** αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων ^v-1-66

**67** βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.” ^v-1-67

**68** ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη ^v-1-68

**69** Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος, ^v-1-69

**70** ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, ^v-1-70

**71** καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω ^v-1-71

**72** ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· ^v-1-72

**73** ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-1-73

**74** “ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι ^v-1-74

**75** μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· ^v-1-75

**76** τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον ^v-1-76

**77** ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν· ^v-1-77

**78** ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων ^v-1-78

**79** Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί· ^v-1-79

**80** κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· ^v-1-80

**81** εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ^v-1-81

**82** ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ^v-1-82

**83** ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.” ^v-1-83

**84** τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-1-84

**85** “θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· ^v-1-85

**86** οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν ^v-1-86

**87** εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, ^v-1-87

**88** οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο ^v-1-88

**89** σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει ^v-1-89

**90** συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς, ^v-1-90

**91** ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.” ^v-1-91

**92** καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· ^v-1-92

**93** “οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης, ^v-1-93

**94** ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων, ^v-1-94

**95** οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα, ^v-1-95

**96** τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει· ^v-1-96

**97** οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει ^v-1-97

**98** πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην ^v-1-98

**99** ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην ^v-1-99

**100** ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.” ^v-1-100

**101** ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη ^v-1-101

**102** ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ^v-1-102

**103** ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι ^v-1-103

**104** πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην· ^v-1-104

**105** Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε· ^v-1-105

**106** “μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· ^v-1-106

**107** αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, ^v-1-107

**108** ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας· ^v-1-108

**109** καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις ^v-1-109

**110** ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, ^v-1-110

**111** οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα ^v-1-111

**112** οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν ^v-1-112

**113** οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα ^v-1-113

**114** κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, ^v-1-114

**115** οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα. ^v-1-115

**116** ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον· ^v-1-116

**117** βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι· ^v-1-117

**118** αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος ^v-1-118

**119** Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε· ^v-1-119

**120** λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.” ^v-1-120

**121** τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· ^v-1-121

**122** “Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων, ^v-1-122

**123** πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; ^v-1-123

**124** οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά· ^v-1-124

**125** ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, ^v-1-125

**126** λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν. ^v-1-126

**127** ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ ^v-1-127

**128** τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς ^v-1-128

**129** δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.” ^v-1-129

**130** τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· ^v-1-130

**131** “μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ ^v-1-131

**132** κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. ^v-1-132

**133** ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως ^v-1-133

**134** ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι; ^v-1-134

**135** ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ ^v-1-135

**136** ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται· ^v-1-136

**137** εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ^v-1-137

**138** ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος ^v-1-138

**139** ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. ^v-1-139

**140** ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, ^v-1-140

**141** νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, ^v-1-141

**142** ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην ^v-1-142

**143** θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον ^v-1-143

**144** βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, ^v-1-144

**145** ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ^v-1-145

**146** ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν, ^v-1-146

**147** ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.” ^v-1-147

**148** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-1-148

**149** “ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον ^v-1-149

**150** πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν ^v-1-150

**151** ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; ^v-1-151

**152** οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων ^v-1-152

**153** δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· ^v-1-153

**154** οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, ^v-1-154

**155** οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ ^v-1-155

**156** καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ ^v-1-156

**157** οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· ^v-1-157

**158** ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς, ^v-1-158

**159** τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα ^v-1-159

**160** πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις· ^v-1-160

**161** καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ^v-1-161

**162** ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. ^v-1-162

**163** οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ ^v-1-163

**164** Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον· ^v-1-164

**165** ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο ^v-1-165

**166** χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, ^v-1-166

**167** σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε ^v-1-167

**168** ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. ^v-1-168

**169** νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν ^v-1-169

**170** οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω ^v-1-170

**171** ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.” ^v-1-171

**172** τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-1-172

**173** “φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε ^v-1-173

**174** λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι ^v-1-174

**175** οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. ^v-1-175

**176** ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· ^v-1-176

**177** αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· ^v-1-177

**178** εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν· ^v-1-178

**179** οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι ^v-1-179

**180** Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω, ^v-1-180

**181** οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· ^v-1-181

**182** ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, ^v-1-182

**183** τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι ^v-1-183

**184** πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον ^v-1-184

**185** αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς ^v-1-185

**186** ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος ^v-1-186

**187** ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.” ^v-1-187

**188** ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ ^v-1-188

**189** στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, ^v-1-189

**190** ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ^v-1-190

**191** τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι, ^v-1-191

**192** ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. ^v-1-192

**193** ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-1-193

**194** ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη ^v-1-194

**195** οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη ^v-1-195

**196** ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· ^v-1-196

**197** στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα ^v-1-197

**198** οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο· ^v-1-198

**199** θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω ^v-1-199

**200** Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· ^v-1-200

**201** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-1-201

**202** “τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; ^v-1-202

**203** ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; ^v-1-203

**204** ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· ^v-1-204

**205** ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.” ^v-1-205

**206** τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-1-206

**207** “ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, ^v-1-207

**208** οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη ^v-1-208

**209** ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· ^v-1-209

**210** ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· ^v-1-210

**211** ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· ^v-1-211

**212** ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ^v-1-212

**213** καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα ^v-1-213

**214** ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.” ^v-1-214

**215** τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-1-215

**216** “χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι ^v-1-216

**217** καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον· ^v-1-217

**218** ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.” ^v-1-218

**219** ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, ^v-1-219

**220** ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε ^v-1-220

**221** μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει ^v-1-221

**222** δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. ^v-1-222

**223** Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν ^v-1-223

**224** Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· ^v-1-224

**225** “οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, ^v-1-225

**226** οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι ^v-1-226

**227** οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν ^v-1-227

**228** τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. ^v-1-228

**229** ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν ^v-1-229

**230** δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· ^v-1-230

**231** δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· ^v-1-231

**232** ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. ^v-1-232

**233** ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ^v-1-233

**234** ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους ^v-1-234

**235** φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, ^v-1-235

**236** οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε ^v-1-236

**237** φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ^v-1-237

**238** ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας ^v-1-238

**239** πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· ^v-1-239

**240** ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν ^v-1-240

**241** σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ ^v-1-241

**242** χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο ^v-1-242

**243** θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις ^v-1-243

**244** χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.” ^v-1-244

**245** ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ ^v-1-245

**246** χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός· ^v-1-246

**247** Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ ^v-1-247

**248** ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, ^v-1-248

**249** τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· ^v-1-249

**250** τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ^v-1-250

**251** ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο ^v-1-251

**252** ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν· ^v-1-252

**253** ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-1-253

**254** “ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει· ^v-1-254

**255** ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες ^v-1-255

**256** ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ ^v-1-256

**257** εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν, ^v-1-257

**258** οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι. ^v-1-258

**259** ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο· ^v-1-259

**260** ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν ^v-1-260

**261** ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον. ^v-1-261

**262** οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, ^v-1-262

**263** οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν ^v-1-263

**264** Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον ^v-1-264

**265** Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· ^v-1-265

**266** κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· ^v-1-266

**267** κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο ^v-1-267

**268** φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. ^v-1-268

**269** καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν ^v-1-269

**270** τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· ^v-1-270

**271** καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις ^v-1-271

**272** τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο· ^v-1-272

**273** καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ· ^v-1-273

**274** ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον· ^v-1-274

**275** μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, ^v-1-275

**276** ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· ^v-1-276

**277** μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ ^v-1-277

**278** ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς ^v-1-278

**279** σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν. ^v-1-279

**280** εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, ^v-1-280

**281** ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. ^v-1-281

**282** Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε ^v-1-282

**283** λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν ^v-1-283

**284** ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.” ^v-1-284

**285** τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· ^v-1-285

**286** “ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· ^v-1-286

**287** ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, ^v-1-287

**288** πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν, ^v-1-288

**289** πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω· ^v-1-289

**290** εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες ^v-1-290

**291** τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;” ^v-1-291

**292** τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· ^v-1-292

**293** “ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην ^v-1-293

**294** εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· ^v-1-294

**295** ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε ^v-1-295

**296** σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω. ^v-1-296

**297** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· ^v-1-297

**298** χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης ^v-1-298

**299** οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες· ^v-1-299

**300** τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ ^v-1-300

**301** τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο· ^v-1-301

**302** εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε· ^v-1-302

**303** αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.” ^v-1-303

**304** ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν ^v-1-304

**305** ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· ^v-1-305

**306** Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας ^v-1-306

**307** ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν· ^v-1-307

**308** Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, ^v-1-308

**309** ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην ^v-1-309

**310** βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον ^v-1-310

**311** εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. ^v-1-311

**312** οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, ^v-1-312

**313** λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· ^v-1-313

**314** οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, ^v-1-314

**315** ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ^v-1-315

**316** ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο· ^v-1-316

**317** κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. ^v-1-317

**318** ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων ^v-1-318

**319** λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ, ^v-1-319

**320** ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, ^v-1-320

**321** τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· ^v-1-321

**322** “ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· ^v-1-322

**323** χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· ^v-1-323

**324** εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ^v-1-324

**325** ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.” ^v-1-325

**326** ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· ^v-1-326

**327** τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο, ^v-1-327

**328** Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, ^v-1-328

**329** τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ^v-1-329

**330** ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. ^v-1-330

**331** τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα ^v-1-331

**332** στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο· ^v-1-332

**333** αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· ^v-1-333

**334** “χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, ^v-1-334

**335** ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων, ^v-1-335

**336** ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. ^v-1-336

**337** ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην ^v-1-337

**338** καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων ^v-1-338

**339** πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων ^v-1-339

**340** καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε ^v-1-340

**341** χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι ^v-1-341

**342** τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει, ^v-1-342

**343** οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, ^v-1-343

**344** ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.” ^v-1-344

**345** ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, ^v-1-345

**346** ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, ^v-1-346

**347** δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· ^v-1-347

**348** ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς ^v-1-348

**349** δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, ^v-1-349

**350** θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον· ^v-1-350

**351** πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· ^v-1-351

**352** “μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, ^v-1-352

**353** τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι ^v-1-353

**354** Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν· ^v-1-354

**355** ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ^v-1-355

**356** ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.” ^v-1-356

**357** ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ ^v-1-357

**358** ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι· ^v-1-358

**359** καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη, ^v-1-359

**360** καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος, ^v-1-360

**361** χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-1-361

**362** “τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; ^v-1-362

**363** ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.” ^v-1-363

**364** τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-1-364

**365** “οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω; ^v-1-365

**366** ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, ^v-1-366

**367** τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα· ^v-1-367

**368** καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, ^v-1-368

**369** ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον. ^v-1-369

**370** Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος ^v-1-370

**371** ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων ^v-1-371

**372** λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, ^v-1-372

**373** στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος ^v-1-373

**374** χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, ^v-1-374

**375** Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. ^v-1-375

**376** ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ ^v-1-376

**377** αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· ^v-1-377

**378** ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ^v-1-378

**379** ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· ^v-1-379

**380** χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων ^v-1-380

**381** εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, ^v-1-381

**382** ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ ^v-1-382

**383** θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο ^v-1-383

**384** πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις ^v-1-384

**385** εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. ^v-1-385

**386** αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· ^v-1-386

**387** Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς ^v-1-387

**388** ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· ^v-1-388

**389** τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ ^v-1-389

**390** ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· ^v-1-390

**391** τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες ^v-1-391

**392** κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. ^v-1-392

**393** ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· ^v-1-393

**394** ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι ^v-1-394

**395** ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. ^v-1-395

**396** πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα ^v-1-396

**397** εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι ^v-1-397

**398** οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, ^v-1-398

**399** ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι ^v-1-399

**400** Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· ^v-1-400

**401** ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, ^v-1-401

**402** ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον, ^v-1-402

**403** ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες ^v-1-403

**404** Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων· ^v-1-404

**405** ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· ^v-1-405

**406** τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν. ^v-1-406

**407** τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων ^v-1-407

**408** αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, ^v-1-408

**409** τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς ^v-1-409

**410** κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, ^v-1-410

**411** γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ^v-1-411

**412** ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.” ^v-1-412

**413** τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· ^v-1-413

**414** “ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα; ^v-1-414

**415** αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ^v-1-415

**416** ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· ^v-1-416

**417** νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ^v-1-417

**418** ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. ^v-1-418

**419** τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ ^v-1-419

**420** εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. ^v-1-420

**421** ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι ^v-1-421

**422** μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν· ^v-1-422

**423** Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας ^v-1-423

**424** χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο· ^v-1-424

**425** δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, ^v-1-425

**426** καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, ^v-1-426

**427** καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.” ^v-1-427

**428** ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ ^v-1-428

**429** χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς ^v-1-429

**430** τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς ^v-1-430

**431** ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. ^v-1-431

**432** οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο ^v-1-432

**433** ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ, ^v-1-433

**434** ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες ^v-1-434

**435** καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. ^v-1-435

**436** ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· ^v-1-436

**437** ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, ^v-1-437

**438** ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· ^v-1-438

**439** ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο. ^v-1-439

**440** τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς ^v-1-440

**441** πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· ^v-1-441

**442** “ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-1-442

**443** παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην ^v-1-443

**444** ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα, ^v-1-444

**445** ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.” ^v-1-445

**446** ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων ^v-1-446

**447** παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην ^v-1-447

**448** ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, ^v-1-448

**449** χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. ^v-1-449

**450** τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· ^v-1-450

**451** “κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας ^v-1-451

**452** Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· ^v-1-452

**453** ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, ^v-1-453

**454** τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν· ^v-1-454

**455** ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· ^v-1-455

**456** ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.” ^v-1-456

**457** ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων. ^v-1-457

**458** αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, ^v-1-458

**459** αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, ^v-1-459

**460** μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν ^v-1-460

**461** δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν· ^v-1-461

**462** καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον ^v-1-462

**463** λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. ^v-1-463

**464** αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, ^v-1-464

**465** μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ^v-1-465

**466** ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. ^v-1-466

**467** αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα ^v-1-467

**468** δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. ^v-1-468

**469** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-1-469

**470** κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, ^v-1-470

**471** νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· ^v-1-471

**472** οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο ^v-1-472

**473** καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν ^v-1-473

**474** μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων. ^v-1-474

**475** ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, ^v-1-475

**476** δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· ^v-1-476

**477** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-1-477

**478** καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ^v-1-478

**479** τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· ^v-1-479

**480** οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν, ^v-1-480

**481** ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα ^v-1-481

**482** στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· ^v-1-482

**483** ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. ^v-1-483

**484** αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, ^v-1-484

**485** νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν ^v-1-485

**486** ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· ^v-1-486

**487** αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. ^v-1-487

**488** αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι ^v-1-488

**489** διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· ^v-1-489

**490** οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν ^v-1-490

**491** οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ ^v-1-491

**492** αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε. ^v-1-492

**493** ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, ^v-1-493

**494** καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες ^v-1-494

**495** πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων ^v-1-495

**496** παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης. ^v-1-496

**497** ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. ^v-1-497

**498** εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ^v-1-498

**499** ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· ^v-1-499

**500** καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων ^v-1-500

**501** σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα ^v-1-501

**502** λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· ^v-1-502

**503** “Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα ^v-1-503

**504** ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· ^v-1-504

**505** τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ^v-1-505

**506** ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-1-506

**507** ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ^v-1-507

**508** ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· ^v-1-508

**509** τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ ^v-1-509

**510** υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.” ^v-1-510

**511** ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, ^v-1-511

**512** ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων ^v-1-512

**513** ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· ^v-1-513

**514** “νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ^v-1-514

**515** ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω ^v-1-515

**516** ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.” ^v-1-516

**517** τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ^v-1-517

**518** “ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις ^v-1-518

**519** Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· ^v-1-519

**520** ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι ^v-1-520

**521** νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. ^v-1-521

**522** ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ ^v-1-522

**523** Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· ^v-1-523

**524** εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· ^v-1-524

**525** τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον ^v-1-525

**526** τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν ^v-1-526

**527** οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.” ^v-1-527

**528** ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· ^v-1-528

**529** ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος ^v-1-529

**530** κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. ^v-1-530

**531** τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα ^v-1-531

**532** εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου, ^v-1-532

**533** Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν ^v-1-533

**534** ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη ^v-1-534

**535** μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες. ^v-1-535

**536** ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη ^v-1-536

**537** ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς ^v-1-537

**538** ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. ^v-1-538

**539** αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· ^v-1-539

**540** “τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; ^v-1-540

**541** αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα ^v-1-541

**542** κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι ^v-1-542

**543** πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.” ^v-1-543

**544** τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· ^v-1-544

**545** “Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους ^v-1-545

**546** εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ· ^v-1-546

**547** ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα ^v-1-547

**548** οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων· ^v-1-548

**549** ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι ^v-1-549

**550** μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.” ^v-1-550

**551** τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ^v-1-551

**552** “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες; ^v-1-552

**553** καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ, ^v-1-553

**554** ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα. ^v-1-554

**555** νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ ^v-1-555

**556** ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος· ^v-1-556

**557** ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων· ^v-1-557

**558** τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα ^v-1-558

**559** τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.” ^v-1-559

**560** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-1-560

**561** “δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω· ^v-1-561

**562** πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ ^v-1-562

**563** μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. ^v-1-563

**564** εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι· ^v-1-564

**565** ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ, ^v-1-565

**566** μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ ^v-1-566

**567** ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.” ^v-1-567

**568** ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, ^v-1-568

**569** καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· ^v-1-569

**570** ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· ^v-1-570

**571** τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν ^v-1-571

**572** μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· ^v-1-572

**573** “ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά, ^v-1-573

**574** εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, ^v-1-574

**575** ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς ^v-1-575

**576** ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. ^v-1-576

**577** μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ ^v-1-577

**578** πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε ^v-1-578

**579** νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ. ^v-1-579

**580** εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς ^v-1-580

**581** ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. ^v-1-581

**582** ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· ^v-1-582

**583** αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.” ^v-1-583

**584** ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον ^v-1-584

**585** μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· ^v-1-585

**586** “τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, ^v-1-586

**587** μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι ^v-1-587

**588** θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ ^v-1-588

**589** χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· ^v-1-589

**590** ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα ^v-1-590

**591** ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, ^v-1-591

**592** πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι ^v-1-592

**593** κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν· ^v-1-593

**594** ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.” ^v-1-594

**595** ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, ^v-1-595

**596** μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον· ^v-1-596

**597** αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν ^v-1-597

**598** οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων· ^v-1-598

**599** ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν ^v-1-599

**600** ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. ^v-1-600

**601** ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-1-601

**602** δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, ^v-1-602

**603** οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων, ^v-1-603

**604** Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. ^v-1-604

**605** αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, ^v-1-605

**606** οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, ^v-1-606

**607** ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις ^v-1-607

**608** Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· ^v-1-608

**609** Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής, ^v-1-609

**610** ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· ^v-1-610

**611** ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη. ^v-1-611

### Livro 2

**1** ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ ^v-2-1

**2** εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος, ^v-2-2

**3** ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα ^v-2-3

**4** τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. ^v-2-4

**5** ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, ^v-2-5

**6** πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· ^v-2-6

**7** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-2-7

**8** “βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· ^v-2-8

**9** ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο ^v-2-9

**10** πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· ^v-2-10

**11** θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς ^v-2-11

**12** πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν ^v-2-12

**13** Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ^v-2-13

**14** ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας ^v-2-14

**15** Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.” ^v-2-15

**16** ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· ^v-2-16

**17** καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, ^v-2-17

**18** βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν ^v-2-18

**19** εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος. ^v-2-19

**20** στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς ^v-2-20

**21** Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων· ^v-2-21

**22** τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· ^v-2-22

**23** “εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· ^v-2-23

**24** οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα ^v-2-24

**25** ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· ^v-2-25

**26** νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, ^v-2-26

**27** ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. ^v-2-27

**28** θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς ^v-2-28

**29** πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν ^v-2-29

**30** Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ^v-2-30

**31** ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας ^v-2-31

**32** Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται ^v-2-32

**33** ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη ^v-2-33

**34** αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.” ^v-2-34

**35** ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ ^v-2-35

**36** τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον· ^v-2-36

**37** φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ ^v-2-37

**38** νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· ^v-2-38

**39** θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε ^v-2-39

**40** Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. ^v-2-40

**41** ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή· ^v-2-41

**42** ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα ^v-2-42

**43** καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· ^v-2-43

**44** ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ^v-2-44

**45** ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· ^v-2-45

**46** εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ ^v-2-46

**47** σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων· ^v-2-47

**48** ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον ^v-2-48

**49** Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν· ^v-2-49

**50** αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε ^v-2-50

**51** κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς· ^v-2-51

**52** οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα· ^v-2-52

**53** βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων ^v-2-53

**54** Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος· ^v-2-54

**55** τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· ^v-2-55

**56** “κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ^v-2-56

**57** ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ ^v-2-57

**58** εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει· ^v-2-58

**59** στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν· ^v-2-59

**60** “εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· ^v-2-60

**61** οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ^v-2-61

**62** ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε· ^v-2-62

**63** νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, ^v-2-63

**64** ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει· ^v-2-64

**65** θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς ^v-2-65

**66** πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν ^v-2-66

**67** Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες ^v-2-67

**68** ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας ^v-2-68

**69** Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται ^v-2-69

**70** ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν ^v-2-70

**71** ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν. ^v-2-71

**72** ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν· ^v-2-72

**73** πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, ^v-2-73

**74** καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω· ^v-2-74

**75** ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.”” ^v-2-75

**76** ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη ^v-2-76

**77** Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, ^v-2-77

**78** ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-2-78

**79** “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ^v-2-79

**80** εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε ^v-2-80

**81** ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· ^v-2-81

**82** νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι· ^v-2-82

**83** ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.” ^v-2-83

**84** ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, ^v-2-84

**85** οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν ^v-2-85

**86** σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. ^v-2-86

**87** ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων ^v-2-87

**88** πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, ^v-2-88

**89** βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν· ^v-2-89

**90** αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· ^v-2-90

**91** ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ^v-2-91

**92** ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο ^v-2-92

**93** ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει ^v-2-93

**94** ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο. ^v-2-94

**95** τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα ^v-2-95

**96** λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας ^v-2-96

**97** κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς ^v-2-97

**98** σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. ^v-2-98

**99** σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας ^v-2-99

**100** παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων ^v-2-100

**101** ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. ^v-2-101

**102** Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, ^v-2-102

**103** αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· ^v-2-103

**104** Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, ^v-2-104

**105** αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν, ^v-2-105

**106** Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, ^v-2-106

**107** αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι, ^v-2-107

**108** πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. ^v-2-108

**109** τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα· ^v-2-109

**110** “ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος ^v-2-110

**111** Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, ^v-2-111

**112** σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν ^v-2-112

**113** Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, ^v-2-113

**114** νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει ^v-2-114

**115** δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. ^v-2-115

**116** οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, ^v-2-116

**117** ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα ^v-2-117

**118** ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. ^v-2-118

**119** αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι ^v-2-119

**120** μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν ^v-2-120

**121** ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ^v-2-121

**122** ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται· ^v-2-122

**123** εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε ^v-2-123

**124** ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, ^v-2-124

**125** Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, ^v-2-125

**126** ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, ^v-2-126

**127** Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν, ^v-2-127

**128** πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο. ^v-2-128

**129** τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν ^v-2-129

**130** Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι ^v-2-130

**131** πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν, ^v-2-131

**132** οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα ^v-2-132

**133** Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον. ^v-2-133

**134** ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, ^v-2-134

**135** καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται· ^v-2-135

**136** αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα ^v-2-136

**137** εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον ^v-2-137

**138** αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα. ^v-2-138

**139** ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· ^v-2-139

**140** φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· ^v-2-140

**141** οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.” ^v-2-141

**142** ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε ^v-2-142

**143** πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν· ^v-2-143

**144** κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης ^v-2-144

**145** πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε ^v-2-145

**146** ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων. ^v-2-146

**147** ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν ^v-2-147

**148** λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν, ^v-2-148

**149** ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ ^v-2-149

**150** νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη ^v-2-150

**151** ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον ^v-2-151

**152** ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν, ^v-2-152

**153** οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν ^v-2-153

**154** οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν. ^v-2-154

**155** ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη ^v-2-155

**156** εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· ^v-2-156

**157** “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, ^v-2-157

**158** οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν ^v-2-158

**159** Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης, ^v-2-159

**160** κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν ^v-2-160

**161** Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν ^v-2-161

**162** ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης· ^v-2-162

**163** ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· ^v-2-163

**164** σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, ^v-2-164

**165** μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.” ^v-2-165

**166** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη, ^v-2-166

**167** βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα· ^v-2-167

**168** καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. ^v-2-168

**169** εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ^v-2-169

**170** ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης ^v-2-170

**171** ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν· ^v-2-171

**172** ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· ^v-2-172

**173** “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ, ^v-2-173

**174** οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν ^v-2-174

**175** φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες, ^v-2-175

**176** κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε ^v-2-176

**177** Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν ^v-2-177

**178** ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης; ^v-2-178

**179** ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει, ^v-2-179

**180** σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, ^v-2-180

**181** μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.” ^v-2-181

**182** ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, ^v-2-182

**183** βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε ^v-2-183

**184** κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει· ^v-2-184

**185** αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν ^v-2-185

**186** δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί· ^v-2-186

**187** σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. ^v-2-187

**188** ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη ^v-2-188

**189** τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· ^v-2-189

**190** “δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, ^v-2-190

**191** ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς· ^v-2-191

**192** οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος· ^v-2-192

**193** νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν. ^v-2-193

**194** ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. ^v-2-194

**195** μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν· ^v-2-195

**196** θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, ^v-2-196

**197** τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.” ^v-2-197

**198** ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, ^v-2-198

**199** τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· ^v-2-199

**200** “δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, ^v-2-200

**201** οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις ^v-2-201

**202** οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ· ^v-2-202

**203** οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί· ^v-2-203

**204** οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, ^v-2-204

**205** εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω ^v-2-205

**206** σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.” ^v-2-206

**207** ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ ^v-2-207

**208** αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων ^v-2-208

**209** ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης ^v-2-209

**210** αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος. ^v-2-210

**211** ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας· ^v-2-211

**212** Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα, ^v-2-212

**213** ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη ^v-2-213

**214** μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν, ^v-2-214

**215** ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν ^v-2-215

**216** ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε· ^v-2-216

**217** φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω ^v-2-217

**218** κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε ^v-2-218

**219** φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη. ^v-2-219

**220** ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ· ^v-2-220

**221** τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ ^v-2-221

**222** ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ ^v-2-222

**223** ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ. ^v-2-223

**224** αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ· ^v-2-224

**225** “Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις; ^v-2-225

**226** πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες ^v-2-226

**227** εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ ^v-2-227

**228** πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν. ^v-2-228

**229** ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει ^v-2-229

**230** Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα, ^v-2-230

**231** ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν, ^v-2-231

**232** ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, ^v-2-232

**233** ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν ^v-2-233

**234** ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. ^v-2-234

**235** ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ ^v-2-235

**236** οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν ^v-2-236

**237** αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται ^v-2-237

**238** ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί· ^v-2-238

**239** ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα ^v-2-239

**240** ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ^v-2-240

**241** ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων· ^v-2-241

**242** ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·” ^v-2-242

**243** ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, ^v-2-243

**244** Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς, ^v-2-244

**245** καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· ^v-2-245

**246** “Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ^v-2-246

**247** ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν· ^v-2-247

**248** οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον ^v-2-248

**249** ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον. ^v-2-249

**250** τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις, ^v-2-250

**251** καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις. ^v-2-251

**252** οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα, ^v-2-252

**253** ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν. ^v-2-253

**254** τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν ^v-2-254

**255** ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν ^v-2-255

**256** ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις. ^v-2-256

**257** ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ^v-2-257

**258** εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε, ^v-2-258

**259** μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη, ^v-2-259

**260** μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην, ^v-2-260

**261** εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, ^v-2-261

**262** χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει, ^v-2-262

**263** αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω ^v-2-263

**264** πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.” ^v-2-264

**265** ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω ^v-2-265

**266** πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ· ^v-2-266

**267** σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη ^v-2-267

**268** σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε, ^v-2-268

**269** ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ. ^v-2-269

**270** οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν· ^v-2-270

**271** ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ^v-2-271

**272** “ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε ^v-2-272

**273** βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων· ^v-2-273

**274** νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, ^v-2-274

**275** ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων. ^v-2-275

**276** οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ ^v-2-276

**277** νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.” ^v-2-277

**278** ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς ^v-2-278

**279** ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη ^v-2-279

**280** εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει, ^v-2-280

**281** ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν ^v-2-281

**282** μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν· ^v-2-282

**283** ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-2-283

**284** “Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ ^v-2-284

**285** πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν, ^v-2-285

**286** οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν ^v-2-286

**287** ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο ^v-2-287

**288** Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι. ^v-2-288

**289** ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ^v-2-289

**290** ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι. ^v-2-290

**291** ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· ^v-2-291

**292** καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ^v-2-292

**293** ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι ^v-2-293

**294** χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα· ^v-2-294

**295** ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ^v-2-295

**296** ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς ^v-2-296

**297** ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης ^v-2-297

**298** αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι. ^v-2-298

**299** τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν ^v-2-299

**300** ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί. ^v-2-300

**301** εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες ^v-2-301

**302** μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι· ^v-2-302

**303** χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν ^v-2-303

**304** ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι, ^v-2-304

**305** ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς ^v-2-305

**306** ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας ^v-2-306

**307** καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ· ^v-2-307

**308** ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς ^v-2-308

**309** σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ, ^v-2-309

**310** βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. ^v-2-310

**311** ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, ^v-2-311

**312** ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες ^v-2-312

**313** ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα· ^v-2-313

**314** ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· ^v-2-314

**315** μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· ^v-2-315

**316** τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. ^v-2-316

**317** αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν, ^v-2-317

**318** τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε· ^v-2-318

**319** λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω· ^v-2-319

**320** ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. ^v-2-320

**321** ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας, ^v-2-321

**322** Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε· ^v-2-322

**323** “τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί; ^v-2-323

**324** ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς ^v-2-324

**325** ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται. ^v-2-325

**326** ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν ^v-2-326

**327** ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, ^v-2-327

**328** ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι, ^v-2-328

**329** τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.” ^v-2-329

**330** κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ^v-2-330

**331** ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ ^v-2-331

**332** αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.” ^v-2-332

**333** ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες ^v-2-333

**334** σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν, ^v-2-334

**335** μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· ^v-2-335

**336** τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ· ^v-2-336

**337** “ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε ^v-2-337

**338** νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα. ^v-2-338

**339** πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν; ^v-2-339

**340** ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν ^v-2-340

**341** σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν· ^v-2-341

**342** αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος ^v-2-342

**343** εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες. ^v-2-343

**344** Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ^v-2-344

**345** ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, ^v-2-345

**346** τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν ^v-2-346

**347** νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν· ^v-2-347

**348** πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο ^v-2-348

**349** γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. ^v-2-349

**350** φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ^v-2-350

**351** ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον ^v-2-351

**352** Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες ^v-2-352

**353** ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων. ^v-2-353

**354** τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι ^v-2-354

**355** πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, ^v-2-355

**356** τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε. ^v-2-356

**357** εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι ^v-2-357

**358** ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, ^v-2-358

**359** ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ. ^v-2-359

**360** ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ· ^v-2-360

**361** οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω· ^v-2-361

**362** κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, ^v-2-362

**363** ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. ^v-2-363

**364** εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, ^v-2-364

**365** γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν ^v-2-365

**366** ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται. ^v-2-366

**367** γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, ^v-2-367

**368** ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.” ^v-2-368

**369** τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· ^v-2-369

**370** “ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. ^v-2-370

**371** αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ^v-2-371

**372** τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν· ^v-2-372

**373** τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος ^v-2-373

**374** χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ^v-2-374

**375** ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν, ^v-2-375

**376** ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. ^v-2-376

**377** καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης ^v-2-377

**378** ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων· ^v-2-378

**379** εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα ^v-2-379

**380** Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν. ^v-2-380

**381** νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. ^v-2-381

**382** εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω, ^v-2-382

**383** εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, ^v-2-383

**384** εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, ^v-2-384

**385** ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ. ^v-2-385

**386** οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν ^v-2-386

**387** εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. ^v-2-387

**388** ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν ^v-2-388

**389** ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται· ^v-2-389

**390** ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων. ^v-2-390

**391** ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω ^v-2-391

**392** μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα ^v-2-392

**393** ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.” ^v-2-393

**394** ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα ^v-2-394

**395** ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, ^v-2-395

**396** προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει ^v-2-396

**397** παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται. ^v-2-397

**398** ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας, ^v-2-398

**399** κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο. ^v-2-399

**400** ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων ^v-2-400

**401** εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος. ^v-2-401

**402** αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-2-402

**403** πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι, ^v-2-403

**404** κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν, ^v-2-404

**405** Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, ^v-2-405

**406** αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν, ^v-2-406

**407** ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον. ^v-2-407

**408** αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος· ^v-2-408

**409** ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. ^v-2-409

**410** βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο· ^v-2-410

**411** τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων· ^v-2-411

**412** “Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων ^v-2-412

**413** μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν ^v-2-413

**414** πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον ^v-2-414

**415** αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, ^v-2-415

**416** Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι ^v-2-416

**417** χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι ^v-2-417

**418** πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.” ^v-2-418

**419** ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, ^v-2-419

**420** ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν. ^v-2-420

**421** αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, ^v-2-421

**422** αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, ^v-2-422

**423** μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν ^v-2-423

**424** δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. ^v-2-424

**425** καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, ^v-2-425

**426** σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. ^v-2-426

**427** αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, ^v-2-427

**428** μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ^v-2-428

**429** ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. ^v-2-429

**430** αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα ^v-2-430

**431** δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. ^v-2-431

**432** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-2-432

**433** τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· ^v-2-433

**434** “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, ^v-2-434

**435** μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν ^v-2-435

**436** ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει. ^v-2-436

**437** ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων ^v-2-437

**438** λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας, ^v-2-438

**439** ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν ^v-2-439

**440** ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.” ^v-2-440

**441** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. ^v-2-441

**442** αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε ^v-2-442

**443** κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς· ^v-2-443

**444** οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. ^v-2-444

**445** οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες ^v-2-445

**446** θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη ^v-2-446

**447** αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε, ^v-2-447

**448** τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, ^v-2-448

**449** πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος· ^v-2-449

**450** σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν ^v-2-450

**451** ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ ^v-2-451

**452** καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. ^v-2-452

**453** τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ^v-2-453

**454** ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. ^v-2-454

**455** ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην ^v-2-455

**456** οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή, ^v-2-456

**457** ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο ^v-2-457

**458** αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε. ^v-2-458

**459** τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ ^v-2-459

**460** χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων ^v-2-460

**461** Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα ^v-2-461

**462** ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι ^v-2-462

**463** κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, ^v-2-463

**464** ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ^v-2-464

**465** ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν ^v-2-465

**466** σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. ^v-2-466

**467** ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι ^v-2-467

**468** μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ. ^v-2-468

**469** ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ ^v-2-469

**470** αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν ^v-2-470

**471** ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, ^v-2-471

**472** τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ ^v-2-472

**473** ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες. ^v-2-473

**474** τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες ^v-2-474

**475** ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, ^v-2-475

**476** ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα ^v-2-476

**477** ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων ^v-2-477

**478** ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, ^v-2-478

**479** Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. ^v-2-479

**480** ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων ^v-2-480

**481** ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· ^v-2-481

**482** τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ ^v-2-482

**483** ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. ^v-2-483

**484** ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι· ^v-2-484

**485** ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, ^v-2-485

**486** ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν· ^v-2-486

**487** οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· ^v-2-487

**488** πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, ^v-2-488

**489** οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν, ^v-2-489

**490** φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, ^v-2-490

**491** εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο ^v-2-491

**492** θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον· ^v-2-492

**493** ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. ^v-2-493

**494** Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον ^v-2-494

**495** Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, ^v-2-495

**496** οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν ^v-2-496

**497** Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν, ^v-2-497

**498** Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, ^v-2-498

**499** οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, ^v-2-499

**500** οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα, ^v-2-500

**501** Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον, ^v-2-501

**502** Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, ^v-2-502

**503** οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον, ^v-2-503

**504** οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο, ^v-2-504

**505** οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, ^v-2-505

**506** Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, ^v-2-506

**507** οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν ^v-2-507

**508** Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν· ^v-2-508

**509** τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ ^v-2-509

**510** κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. ^v-2-510

**511** οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον, ^v-2-511

**512** τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος ^v-2-512

**513** οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, ^v-2-513

**514** παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα ^v-2-514

**515** Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· ^v-2-515

**516** τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. ^v-2-516

**517** αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον ^v-2-517

**518** υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, ^v-2-518

**519** οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν ^v-2-519

**520** Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, ^v-2-520

**521** οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, ^v-2-521

**522** οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, ^v-2-522

**523** οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο· ^v-2-523

**524** τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-524

**525** οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, ^v-2-525

**526** Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο. ^v-2-526

**527** Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας ^v-2-527

**528** μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας ^v-2-528

**529** ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ, ^v-2-529

**530** ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· ^v-2-530

**531** οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε ^v-2-531

**532** Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς ^v-2-532

**533** Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα· ^v-2-533

**534** τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο ^v-2-534

**535** Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. ^v-2-535

**536** οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες ^v-2-536

**537** Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν ^v-2-537

**538** Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον, ^v-2-538

**539** οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον, ^v-2-539

**540** τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος ^v-2-540

**541** Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων. ^v-2-541

**542** τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες ^v-2-542

**543** αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι ^v-2-543

**544** θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι· ^v-2-544

**545** τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-545

**546** οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον ^v-2-546

**547** δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη ^v-2-547

**548** θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα, ^v-2-548

**549** κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ· ^v-2-549

**550** ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται ^v-2-550

**551** κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν· ^v-2-551

**552** τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς. ^v-2-552

**553** τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ ^v-2-553

**554** κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας· ^v-2-554

**555** Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν· ^v-2-555

**556** τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-556

**557** Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, ^v-2-557

**558** στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες. ^v-2-558

**559** οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν ^v-2-559

**560** Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, ^v-2-560

**561** Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον, ^v-2-561

**562** οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, ^v-2-562

**563** τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης ^v-2-563

**564** καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός· ^v-2-564

**565** τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς ^v-2-565

**566** Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος· ^v-2-566

**567** συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης· ^v-2-567

**568** τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-568

**569** οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον ^v-2-569

**570** ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, ^v-2-570

**571** Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν ^v-2-571

**572** καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν, ^v-2-572

**573** οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν ^v-2-573

**574** Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο ^v-2-574

**575** Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν, ^v-2-575

**576** τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων ^v-2-576

**577** Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι ^v-2-577

**578** λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν ^v-2-578

**579** κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν ^v-2-579

**580** οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς. ^v-2-580

**581** οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, ^v-2-581

**582** Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, ^v-2-582

**583** Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, ^v-2-583

**584** οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον, ^v-2-584

**585** οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο, ^v-2-585

**586** τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος ^v-2-586

**587** ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο· ^v-2-587

**588** ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς ^v-2-588

**589** ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ ^v-2-589

**590** τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. ^v-2-590

**591** οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν ^v-2-591

**592** καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ ^v-2-592

**593** καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον ^v-2-593

**594** καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι ^v-2-594

**595** ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς ^v-2-595

**596** Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος· ^v-2-596

**597** στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ ^v-2-597

**598** Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο· ^v-2-598

**599** αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν ^v-2-599

**600** θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν· ^v-2-600

**601** τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ· ^v-2-601

**602** τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. ^v-2-602

**603** οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ ^v-2-603

**604** Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί, ^v-2-604

**605** οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον ^v-2-605

**606** Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην ^v-2-606

**607** καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν ^v-2-607

**608** Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο, ^v-2-608

**609** τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ ^v-2-609

**610** ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ ^v-2-610

**611** Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν. ^v-2-611

**612** αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-2-612

**613** νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον ^v-2-613

**614** Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. ^v-2-614

**615** οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον ^v-2-615

**616** ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα ^v-2-616

**617** πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει, ^v-2-617

**618** τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ ^v-2-618

**619** νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί. ^v-2-619

**620** τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην ^v-2-620

**621** υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε· ^v-2-621

**622** τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης· ^v-2-622

**623** τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς ^v-2-623

**624** υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος. ^v-2-624

**625** οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων ^v-2-625

**626** νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, ^v-2-626

**627** τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ ^v-2-627

**628** Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, ^v-2-628

**629** ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς· ^v-2-629

**630** τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-630

**631** αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους, ^v-2-631

**632** οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον ^v-2-632

**633** καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, ^v-2-633

**634** οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, ^v-2-634

**635** οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο· ^v-2-635

**636** τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος· ^v-2-636

**637** τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι. ^v-2-637

**638** Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, ^v-2-638

**639** οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην ^v-2-639

**640** Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν· ^v-2-640

**641** οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, ^v-2-641

**642** οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος· ^v-2-642

**643** τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι· ^v-2-643

**644** τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-644

**645** Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, ^v-2-645

**646** οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν, ^v-2-646

**647** Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον ^v-2-647

**648** Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, ^v-2-648

**649** ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο. ^v-2-649

**650** τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε ^v-2-650

**651** Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ· ^v-2-651

**652** τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-652

**653** Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε ^v-2-653

**654** ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, ^v-2-654

**655** οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες ^v-2-655

**656** Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. ^v-2-656

**657** τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, ^v-2-657

**658** ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, ^v-2-658

**659** τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος ^v-2-659

**660** πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. ^v-2-660

**661** Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ, ^v-2-661

**662** αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ^v-2-662

**663** ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος· ^v-2-663

**664** αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας ^v-2-664

**665** βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι ^v-2-665

**666** υἱέες υἱωνοί τε βίης Ἡρακληείης. ^v-2-666

**667** αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων· ^v-2-667

**668** τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν ^v-2-668

**669** ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, ^v-2-669

**670** καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. ^v-2-670

**671** Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας ^v-2-671

**672** Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος ^v-2-672

**673** Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε ^v-2-673

**674** τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα· ^v-2-674

**675** ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. ^v-2-675

**676** οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε ^v-2-676

**677** καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας, ^v-2-677

**678** τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην ^v-2-678

**679** Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος· ^v-2-679

**680** τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. ^v-2-680

**681** νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, ^v-2-681

**682** οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο, ^v-2-682

**683** οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα, ^v-2-683

**684** Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, ^v-2-684

**685** τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς. ^v-2-685

**686** ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο· ^v-2-686

**687** οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο· ^v-2-687

**688** κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς ^v-2-688

**689** κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο, ^v-2-689

**690** τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας ^v-2-690

**691** Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης, ^v-2-691

**692** κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους, ^v-2-692

**693** υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος· ^v-2-693

**694** τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν. ^v-2-694

**695** οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα ^v-2-695

**696** Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, ^v-2-696

**697** ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, ^v-2-697

**698** τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε ^v-2-698

**699** ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα. ^v-2-699

**700** τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο ^v-2-700

**701** καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ ^v-2-701

**702** νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν. ^v-2-702

**703** οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ^v-2-703

**704** ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος ^v-2-704

**705** Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο ^v-2-705

**706** αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ^v-2-706

**707** ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων ^v-2-707

**708** ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ ^v-2-708

**709** δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· ^v-2-709

**710** τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-710

**711** οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην ^v-2-711

**712** Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, ^v-2-712

**713** τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν ^v-2-713

**714** Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν ^v-2-714

**715** Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. ^v-2-715

**716** οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο ^v-2-716

**717** καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, ^v-2-717

**718** τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς ^v-2-718

**719** ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα ^v-2-719

**720** ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. ^v-2-720

**721** ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων ^v-2-721

**722** Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν ^v-2-722

**723** ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· ^v-2-723

**724** ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον ^v-2-724

**725** Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος. ^v-2-725

**726** οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ^v-2-726

**727** ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός, ^v-2-727

**728** τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ. ^v-2-728

**729** οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, ^v-2-729

**730** οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, ^v-2-730

**731** τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε ^v-2-731

**732** ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων· ^v-2-732

**733** τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. ^v-2-733

**734** οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, ^v-2-734

**735** οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, ^v-2-735

**736** τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· ^v-2-736

**737** τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-737

**738** οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, ^v-2-738

**739** Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν, ^v-2-739

**740** τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης ^v-2-740

**741** υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς· ^v-2-741

**742** τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια ^v-2-742

**743** ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, ^v-2-743

**744** τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν· ^v-2-744

**745** οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος ^v-2-745

**746** υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο· ^v-2-746

**747** τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-747

**748** Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· ^v-2-748

**749** τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ ^v-2-749

**750** οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, ^v-2-750

**751** οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο ^v-2-751

**752** ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, ^v-2-752

**753** οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ^v-2-753

**754** ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον· ^v-2-754

**755** ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. ^v-2-755

**756** Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, ^v-2-756

**757** οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ^v-2-757

**758** ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, ^v-2-758

**759** τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. ^v-2-759

**760** οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· ^v-2-760

**761** τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα ^v-2-761

**762** αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο. ^v-2-762

**763** ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο, ^v-2-763

**764** τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς ^v-2-764

**765** ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· ^v-2-765

**766** τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων ^v-2-766

**767** ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας. ^v-2-767

**768** ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας ^v-2-768

**769** ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν, ^v-2-769

**770** ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα. ^v-2-770

**771** ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι ^v-2-771

**772** κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν ^v-2-772

**773** Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης ^v-2-773

**774** δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες ^v-2-774

**775** τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος ^v-2-775

**776** λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον ^v-2-776

**777** ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων ^v-2-777

**778** ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες ^v-2-778

**779** φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο. ^v-2-779

**780** οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· ^v-2-780

**781** γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ ^v-2-781

**782** χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ ^v-2-782

**783** εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ^v-2-783

**784** ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα ^v-2-784

**785** ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο. ^v-2-785

**786** Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις ^v-2-786

**787** πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ· ^v-2-787

**788** οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι ^v-2-788

**789** πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες· ^v-2-789

**790** ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· ^v-2-790

**791** εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ, ^v-2-791

**792** ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς ^v-2-792

**793** τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος, ^v-2-793

**794** δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί· ^v-2-794

**795** τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· ^v-2-795

**796** “ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ^v-2-796

**797** ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν. ^v-2-797

**798** ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ^v-2-798

**799** ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα· ^v-2-799

**800** λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν ^v-2-800

**801** ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ. ^v-2-801

**802** Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι· ^v-2-802

**803** πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ^v-2-803

**804** ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων· ^v-2-804

**805** τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, ^v-2-805

**806** τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.” ^v-2-806

**807** ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν, ^v-2-807

**808** αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο· ^v-2-808

**809** πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς ^v-2-809

**810** πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ^v-2-810

**811** ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη ^v-2-811

**812** ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα, ^v-2-812

**813** τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ^v-2-813

**814** ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης· ^v-2-814

**815** ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι. ^v-2-815

**816** Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ ^v-2-816

**817** Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι ^v-2-817

**818** λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι. ^v-2-818

**819** Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο ^v-2-819

**820** Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη ^v-2-820

**821** Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα, ^v-2-821

**822** οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε ^v-2-822

**823** Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. ^v-2-823

**824** οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης ^v-2-824

**825** ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο ^v-2-825

**826** Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς ^v-2-826

**827** Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. ^v-2-827

**828** οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ ^v-2-828

**829** καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ, ^v-2-829

**830** τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ ^v-2-830

**831** υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων ^v-2-831

**832** ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε ^v-2-832

**833** στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι ^v-2-833

**834** πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. ^v-2-834

**835** οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο ^v-2-835

**836** καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, ^v-2-836

**837** τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν, ^v-2-837

**838** Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι ^v-2-838

**839** αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. ^v-2-839

**840** Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων ^v-2-840

**841** τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον· ^v-2-841

**842** τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος, ^v-2-842

**843** υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο. ^v-2-843

**844** αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως ^v-2-844

**845** ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. ^v-2-845

**846** Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων ^v-2-846

**847** υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο. ^v-2-847

**848** αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους ^v-2-848

**849** τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος, ^v-2-849

**850** Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν. ^v-2-850

**851** Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ^v-2-851

**852** ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, ^v-2-852

**853** οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο ^v-2-853

**854** ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον ^v-2-854

**855** Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. ^v-2-855

**856** αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον ^v-2-856

**857** τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ^v-2-857

**858** Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής· ^v-2-858

**859** ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν, ^v-2-859

**860** ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ^v-2-860

**861** ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους. ^v-2-861

**862** Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς ^v-2-862

**863** τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι. ^v-2-863

**864** Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην ^v-2-864

**865** υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, ^v-2-865

**866** οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας. ^v-2-866

**867** Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, ^v-2-867

**868** οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον ^v-2-868

**869** Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα· ^v-2-869

**870** τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, ^v-2-870

**871** Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα, ^v-2-871

**872** ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη ^v-2-872

**873** νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον, ^v-2-873

**874** ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ^v-2-874

**875** ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων. ^v-2-875

**876** Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων ^v-2-876

**877** τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος. ^v-2-877

### Livro 3

**1** αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι, ^v-3-1

**2** Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς ^v-3-2

**3** ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό· ^v-3-3

**4** αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον ^v-3-4

**5** κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων ^v-3-5

**6** ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι· ^v-3-6

**7** ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται. ^v-3-7

**8** οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ ^v-3-8

**9** ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. ^v-3-9

**10** εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην ^v-3-10

**11** ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, ^v-3-11

**12** τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν· ^v-3-12

**13** ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς ^v-3-13

**14** ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο. ^v-3-14

**15** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ^v-3-15

**16** Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς ^v-3-16

**17** παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα ^v-3-17

**18** καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ ^v-3-18

**19** πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους ^v-3-19

**20** ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. ^v-3-20

**21** τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος ^v-3-21

**22** ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, ^v-3-22

**23** ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας ^v-3-23

**24** εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα ^v-3-24

**25** πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν ^v-3-25

**26** σεύωνται ταχέες τε κύνες θαλεροί τʼ αἰζηοί· ^v-3-26

**27** ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα ^v-3-27

**28** ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην· ^v-3-28

**29** αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. ^v-3-29

**30** τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς ^v-3-30

**31** ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, ^v-3-31

**32** ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων. ^v-3-32

**33** ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη ^v-3-33

**34** οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ^v-3-34

**35** ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, ^v-3-35

**36** ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων ^v-3-36

**37** δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. ^v-3-37

**38** τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν· ^v-3-38

**39** “Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ ^v-3-39

**40** αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι· ^v-3-40

**41** καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν ^v-3-41

**42** ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων. ^v-3-42

**43** ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ ^v-3-43

**44** φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν ^v-3-44

**45** εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. ^v-3-45

**46** ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι ^v-3-46

**47** πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, ^v-3-47

**48** μιχθεὶς ἀλλοδαποῖσι γυναῖκʼ εὐειδέʼ ἀνῆγες ^v-3-48

**49** ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων ^v-3-49

**50** πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, ^v-3-50

**51** δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ; ^v-3-51

**52** οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον; ^v-3-52

**53** γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν· ^v-3-53

**54** οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης ^v-3-54

**55** ἥ τε κόμη τό τε εἶδος ὅτʼ ἐν κονίῃσι μιγείης. ^v-3-55

**56** ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη ^v-3-56

**57** λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχʼ ὅσσα ἔοργας.” ^v-3-57

**58** τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· ^v-3-58

**59** “Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν· ^v-3-59

**60** αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς ^v-3-60

**61** ὅς τʼ εἶσιν διὰ δουρὸς ὑπʼ ἀνέρος ὅς ῥά τε τέχνῃ ^v-3-61

**62** νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν· ^v-3-62

**63** ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί· ^v-3-63

**64** μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης· ^v-3-64

**65** οὔ τοι ἀπόβλητʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα ^v-3-65

**66** ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο· ^v-3-66

**67** νῦν αὖτʼ εἴ μʼ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι, ^v-3-67

**68** ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, ^v-3-68

**69** αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον ^v-3-69

**70** συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι· ^v-3-70

**71** ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, ^v-3-71

**72** κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω· ^v-3-72

**73** οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες ^v-3-73

**74** ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων ^v-3-74

**75** Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.” ^v-3-75

**76** ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα μῦθον ἀκούσας, ^v-3-76

**77** καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας ^v-3-77

**78** μέσσου δουρὸς ἑλών· τοὶ δʼ ἱδρύνθησαν ἅπαντες. ^v-3-78

**79** τῷ δʼ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ ^v-3-79

**80** ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον· ^v-3-80

**81** αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-3-81

**82** “ἴσχεσθʼ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν· ^v-3-82

**83** στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.” ^v-3-83

**84** ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο ^v-3-84

**85** ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε· ^v-3-85

**86** “κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ ^v-3-86

**87** μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν. ^v-3-87

**88** ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς ^v-3-88

**89** τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, ^v-3-89

**90** αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον ^v-3-90

**91** οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ^v-3-91

**92** ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται ^v-3-92

**93** κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω· ^v-3-93

**94** οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.” ^v-3-94

**95** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· ^v-3-95

**96** τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος· ^v-3-96

**97** “κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει ^v-3-97

**98** θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη ^v-3-98

**99** Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε ^v-3-99

**100** εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς· ^v-3-100

**101** ἡμέων δʼ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται ^v-3-101

**102** τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. ^v-3-102

**103** οἴσετε ἄρνʼ, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, ^v-3-103

**104** Γῇ τε καὶ Ἠελίῳ· Διὶ δʼ ἡμεῖς οἴσομεν ἄλλον· ^v-3-104

**105** ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ ^v-3-105

**106** αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, ^v-3-106

**107** μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. ^v-3-107

**108** αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· ^v-3-108

**109** οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω ^v-3-109

**110** λεύσσει, ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται.” ^v-3-110

**111** ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ^v-3-111

**112** ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. ^v-3-112

**113** καί ῥʼ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δʼ ἔβαν αὐτοί, ^v-3-113

**114** τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ ^v-3-114

**115** πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα· ^v-3-115

**116** Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε ^v-3-116

**117** καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι· ^v-3-117

**118** αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων ^v-3-118

**119** νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδʼ ἄρνʼ ἐκέλευεν ^v-3-119

**120** οἰσέμεναι· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησʼ Ἀγαμέμνονι δίῳ. ^v-3-120

**121** Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν ^v-3-121

**122** εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, ^v-3-122

**123** τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων ^v-3-123

**124** Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. ^v-3-124

**125** τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε ^v-3-125

**126** δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους ^v-3-126

**127** Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, ^v-3-127

**128** οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων· ^v-3-128

**129** ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· ^v-3-129

**130** “δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι ^v-3-130

**131** Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, ^v-3-131

**132** οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα ^v-3-132

**133** ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· ^v-3-133

**134** οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ^v-3-134

**135** ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν. ^v-3-135

**136** αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος ^v-3-136

**137** μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· ^v-3-137

**138** τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.” ^v-3-138

**139** ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ^v-3-139

**140** ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων· ^v-3-140

**141** αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν ^v-3-141

**142** ὁρμᾶτʼ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα ^v-3-142

**143** οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο, ^v-3-143

**144** Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις· ^v-3-144

**145** αἶψα δʼ ἔπειθʼ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν. ^v-3-145

**146** οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην ^v-3-146

**147** Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος ^v-3-147

**148** Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω ^v-3-148

**149** ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, ^v-3-149

**150** γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ ^v-3-150

**151** ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην ^v-3-151

**152** δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· ^v-3-152

**153** τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ. ^v-3-153

**154** οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ^v-3-154

**155** ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον· ^v-3-155

**156** “οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς ^v-3-156

**157** τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· ^v-3-157

**158** αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· ^v-3-158

**159** ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω, ^v-3-159

**160** μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.” ^v-3-160

**161** ὣς ἄρʼ ἔφαν, Πρίαμος δʼ Ἑλένην ἐκαλέσσατο φωνῇ· ^v-3-161

**162** “δεῦρο πάροιθʼ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο, ^v-3-162

**163** ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε· ^v-3-163

**164** οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν ^v-3-164

**165** οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· ^v-3-165

**166** ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς ^v-3-166

**167** ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε. ^v-3-167

**168** ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι, ^v-3-168

**169** καλὸν δʼ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν, ^v-3-169

**170** οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.” ^v-3-170

**171** τὸν δʼ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν· ^v-3-171

**172** “αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε· ^v-3-172

**173** ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο ^v-3-173

**174** υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα ^v-3-174

**175** παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. ^v-3-175

**176** ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα. ^v-3-176

**177** τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς· ^v-3-177

**178** οὗτός γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, ^v-3-178

**179** ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής· ^v-3-179

**180** δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε.” ^v-3-180

**181** ὣς φάτο, τὸν δʼ ὁ γέρων ἠγάσσατο φώνησέν τε· ^v-3-181

**182** “ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον, ^v-3-182

**183** ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. ^v-3-183

**184** ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ^v-3-184

**185** ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους ^v-3-185

**186** λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, ^v-3-186

**187** οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο· ^v-3-187

**188** καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην ^v-3-188

**189** ἤματι τῷ ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι· ^v-3-189

**190** ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.” ^v-3-190

**191** δεύτερον αὖτʼ Ὀδυσῆα ἰδὼν ἐρέεινʼ ὁ γεραιός· ^v-3-191

**192** “εἴπʼ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδʼ ἐστί· ^v-3-192

**193** μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο, ^v-3-193

**194** εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι. ^v-3-194

**195** τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, ^v-3-195

**196** αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν· ^v-3-196

**197** ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, ^v-3-197

**198** ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.” ^v-3-198

**199** τὸν δʼ ἠμείβετʼ ἔπειθʼ Ἑλένη Διὸς ἐκγεγαυῖα· ^v-3-199

**200** “οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, ^v-3-200

**201** ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης ^v-3-201

**202** εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.” ^v-3-202

**203** τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· ^v-3-203

**204** “ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· ^v-3-204

**205** ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς ^v-3-205

**206** σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ· ^v-3-206

**207** τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, ^v-3-207

**208** ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. ^v-3-208

**209** ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν ^v-3-209

**210** στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ^v-3-210

**211** ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς· ^v-3-211

**212** ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον ^v-3-212

**213** ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, ^v-3-213

**214** παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος ^v-3-214

**215** οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. ^v-3-215

**216** ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς ^v-3-216

**217** στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, ^v-3-217

**218** σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ^v-3-218

**219** ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· ^v-3-219

**220** φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως. ^v-3-220

**221** ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη ^v-3-221

**222** καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, ^v-3-222

**223** οὐκ ἂν ἔπειτʼ Ὀδυσῆΐ γʼ ἐρίσσειε βροτὸς ἄλλος· ^v-3-223

**224** οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες.” ^v-3-224

**225** τὸ τρίτον αὖτʼ Αἴαντα ἰδὼν ἐρέεινʼ ὃ γεραιός· ^v-3-225

**226** “τίς τὰρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε ^v-3-226

**227** ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;” ^v-3-227

**228** τὸν δʼ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· ^v-3-228

**229** “οὗτος δʼ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν· ^v-3-229

**230** Ἰδομενεὺς δʼ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς ^v-3-230

**231** ἕστηκʼ, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται. ^v-3-231

**232** πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος ^v-3-232

**233** οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο. ^v-3-233

**234** νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, ^v-3-234

**235** οὕς κεν ἐῢ γνοίην καί τʼ οὔνομα μυθησαίμην· ^v-3-235

**236** δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν ^v-3-236

**237** Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα ^v-3-237

**238** αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ. ^v-3-238

**239** ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, ^v-3-239

**240** ἢ δεύρω μὲν ἕποντο νέεσσʼ ἔνι ποντοπόροισι, ^v-3-240

**241** νῦν αὖτʼ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν ^v-3-241

**242** αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν.” ^v-3-242

**243** ὣς φάτο, τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα ^v-3-243

**244** ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ. ^v-3-244

**245** κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ ^v-3-245

**246** ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης ^v-3-246

**247** ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν ^v-3-247

**248** κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα· ^v-3-248

**249** ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν· ^v-3-249

**250** “ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι ^v-3-250

**251** Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων ^v-3-251

**252** ἐς πεδίον καταβῆναι ἵνʼ ὅρκια πιστὰ τάμητε· ^v-3-252

**253** αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος ^v-3-253

**254** μακρῇς ἐγχείῃσι μαχήσοντʼ ἀμφὶ γυναικί· ^v-3-254

**255** τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθʼ ἕποιτο· ^v-3-255

**256** οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες ^v-3-256

**257** ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται ^v-3-257

**258** Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.” ^v-3-258

**259** ὣς φάτο ῥίγησεν δʼ ὃ γέρων, ἐκέλευσε δʼ ἑταίρους ^v-3-259

**260** ἵππους ζευγνύμεναι· τοὶ δʼ ὀτραλέως ἐπίθοντο. ^v-3-260

**261** ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· ^v-3-261

**262** πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον· ^v-3-262

**263** τὼ δὲ διὰ Σκαιῶν πεδίον δʼ ἔχον ὠκέας ἵππους. ^v-3-263

**264** ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, ^v-3-264

**265** ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν ^v-3-265

**266** ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. ^v-3-266

**267** ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ^v-3-267

**268** ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ ^v-3-268

**269** ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον ^v-3-269

**270** μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. ^v-3-270

**271** Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, ^v-3-271

**272** ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο, ^v-3-272

**273** ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα ^v-3-273

**274** κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. ^v-3-274

**275** τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· ^v-3-275

**276** “Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, ^v-3-276

**277** Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις, ^v-3-277

**278** καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας ^v-3-278

**279** ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ, ^v-3-279

**280** ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά· ^v-3-280

**281** εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ ^v-3-281

**282** αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, ^v-3-282

**283** ἡμεῖς δʼ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν· ^v-3-283

**284** εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, ^v-3-284

**285** Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι, ^v-3-285

**286** τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν ἥν τινʼ ἔοικεν, ^v-3-286

**287** ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται. ^v-3-287

**288** εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες ^v-3-288

**289** τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, ^v-3-289

**290** αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς ^v-3-290

**291** αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.” ^v-3-291

**292** ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ· ^v-3-292

**293** καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας ^v-3-293

**294** θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. ^v-3-294

**295** οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν ^v-3-295

**296** ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν. ^v-3-296

**297** ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· ^v-3-297

**298** “Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ^v-3-298

**299** ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν ^v-3-299

**300** ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος ^v-3-300

**301** αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν.” ^v-3-301

**302** ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. ^v-3-302

**303** τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· ^v-3-303

**304** “κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί· ^v-3-304

**305** ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ^v-3-305

**306** ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι ^v-3-306

**307** μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ· ^v-3-307

**308** Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ^v-3-308

**309** ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.” ^v-3-309

**310** ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, ^v-3-310

**311** ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· ^v-3-311

**312** πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. ^v-3-312

**313** τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο· ^v-3-313

**314** Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς ^v-3-314

**315** χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα ^v-3-315

**316** κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, ^v-3-316

**317** ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος. ^v-3-317

**318** λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον, ^v-3-318

**319** ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· ^v-3-319

**320** “Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε ^v-3-320

**321** ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε, ^v-3-321

**322** τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, ^v-3-322

**323** ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.” ^v-3-323

**324** ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ ^v-3-324

**325** ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. ^v-3-325

**326** οἳ μὲν ἔπειθʼ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ ^v-3-326

**327** ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειτο· ^v-3-327

**328** αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ ^v-3-328

**329** δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο. ^v-3-329

**330** κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε ^v-3-330

**331** καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· ^v-3-331

**332** δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν ^v-3-332

**333** οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δʼ αὐτῷ. ^v-3-333

**334** ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον ^v-3-334

**335** χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· ^v-3-335

**336** κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ^v-3-336

**337** ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· ^v-3-337

**338** εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει. ^v-3-338

**339** ὣς δʼ αὔτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνεν. ^v-3-339

**340** οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ^v-3-340

**341** ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο ^v-3-341

**342** δεινὸν δερκόμενοι· θάμβος δʼ ἔχεν εἰσορόωντας ^v-3-342

**343** Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. ^v-3-343

**344** καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ ^v-3-344

**345** σείοντʼ ἐγχείας ἀλλήλοισιν κοτέοντε. ^v-3-345

**346** πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, ^v-3-346

**347** καὶ βάλεν Ἀτρεΐδαο κατʼ ἀσπίδα πάντοσε ἴσην, ^v-3-347

**348** οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ^v-3-348

**349** ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ ^v-3-349

**350** Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· ^v-3-350

**351** “Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκʼ ἔοργε ^v-3-351

**352** δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, ^v-3-352

**353** ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων ^v-3-353

**354** ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.” ^v-3-354

**355** ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, ^v-3-355

**356** καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσε ἴσην· ^v-3-356

**357** διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, ^v-3-357

**358** καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· ^v-3-358

**359** ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα ^v-3-359

**360** ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. ^v-3-360

**361** Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον ^v-3-361

**362** πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ ^v-3-362

**363** τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός. ^v-3-363

**364** Ἀτρεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· ^v-3-364

**365** “Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· ^v-3-365

**366** ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος· ^v-3-366

**367** νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος ^v-3-367

**368** ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδʼ ἔβαλόν μιν.” ^v-3-368

**369** ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης, ^v-3-369

**370** ἕλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιούς· ^v-3-370

**371** ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν, ^v-3-371

**372** ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης. ^v-3-372

**373** καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, ^v-3-373

**374** εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, ^v-3-374

**375** ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· ^v-3-375

**376** κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ. ^v-3-376

**377** τὴν μὲν ἔπειθʼ ἥρως μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς ^v-3-377

**378** ῥῖψʼ ἐπιδινήσας, κόμισαν δʼ ἐρίηρες ἑταῖροι· ^v-3-378

**379** αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων ^v-3-379

**380** ἔγχεϊ χαλκείῳ· τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη ^v-3-380

**381** ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, ^v-3-381

**382** κὰδ δʼ εἷσʼ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι. ^v-3-382

**383** αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε ^v-3-383

**384** πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· ^v-3-384

**385** χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, ^v-3-385

**386** γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν ^v-3-386

**387** εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ ^v-3-387

**388** ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· ^v-3-388

**389** τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· ^v-3-389

**390** “δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. ^v-3-390

**391** κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι ^v-3-391

**392** κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης ^v-3-392

**393** ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ ^v-3-393

**394** ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.” ^v-3-394

**395** ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· ^v-3-395

**396** καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν ^v-3-396

**397** στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, ^v-3-397

**398** θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-3-398

**399** “δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; ^v-3-399

**400** ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων ^v-3-400

**401** ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, ^v-3-401

**402** εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων· ^v-3-402

**403** οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος ^v-3-403

**404** νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδʼ ἄγεσθαι, ^v-3-404

**405** τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; ^v-3-405

**406** ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόεικε κελεύθου, ^v-3-406

**407** μηδʼ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, ^v-3-407

**408** ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, ^v-3-408

**409** εἰς ὅ κέ σʼ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. ^v-3-409

**410** κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· ^v-3-410

**411** κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσσω ^v-3-411

**412** πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ.” ^v-3-412

**413** τὴν δὲ χολωσαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· ^v-3-413

**414** “μή μʼ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω, ^v-3-414

**415** τὼς δέ σʼ ἀπεχθήρω ὡς νῦν ἔκπαγλʼ ἐφίλησα, ^v-3-415

**416** μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ ^v-3-416

**417** Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.” ^v-3-417

**418** ὣς ἔφατʼ, ἔδεισεν δʼ Ἑλένη Διὸς ἐκγεγαυῖα, ^v-3-418

**419** βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ ^v-3-419

**420** σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. ^v-3-420

**421** αἳ δʼ ὅτʼ Ἀλεξάνδροιο δόμον περικαλλέʼ ἵκοντο, ^v-3-421

**422** ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, ^v-3-422

**423** ἣ δʼ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. ^v-3-423

**424** τῇ δʼ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη ^v-3-424

**425** ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· ^v-3-425

**426** ἔνθα κάθιζʼ Ἑλένη κούρη Διὸς αἰγιόχοιο ^v-3-426

**427** ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ· ^v-3-427

**428** “ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι ^v-3-428

**429** ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. ^v-3-429

**430** ἦ μὲν δὴ πρίν γʼ εὔχεʼ ἀρηϊφίλου Μενελάου ^v-3-430

**431** σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· ^v-3-431

**432** ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον ^v-3-432

**433** ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σʼ ἔγωγε ^v-3-433

**434** παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ ^v-3-434

**435** ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ^v-3-435

**436** ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμήῃς.” ^v-3-436

**437** τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε· ^v-3-437

**438** “μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε· ^v-3-438

**439** νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, ^v-3-439

**440** κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. ^v-3-440

**441** ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε· ^v-3-441

**442** οὐ γάρ πώ ποτέ μʼ ὧδέ γʼ ἔρως φρένας ἀμφεκάλυψεν, ^v-3-442

**443** οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ^v-3-443

**444** ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, ^v-3-444

**445** νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, ^v-3-445

**446** ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.” ^v-3-446

**447** ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις. ^v-3-447

**448** τὼ μὲν ἄρʼ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, ^v-3-448

**449** Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς ^v-3-449

**450** εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. ^v-3-450

**451** ἀλλʼ οὔ τις δύνατο Τρώων κλειτῶν τʼ ἐπικούρων ^v-3-451

**452** δεῖξαι Ἀλέξανδρον τότʼ ἀρηϊφίλῳ Μενελάῳ· ^v-3-452

**453** οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον εἴ τις ἴδοιτο· ^v-3-453

**454** ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. ^v-3-454

**455** τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-3-455

**456** “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι· ^v-3-456

**457** νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου, ^v-3-457

**458** ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ ^v-3-458

**459** ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τινʼ ἔοικεν, ^v-3-459

**460** ἥ τε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι πέληται.” ^v-3-460

**461** ὣς ἔφατʼ Ἀτρεΐδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί. ^v-3-461

### Livro 4

**1** οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο ^v-4-1

**2** χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη ^v-4-2

**3** νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι ^v-4-3

**4** δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες· ^v-4-4

**5** αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην ^v-4-5

**6** κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων· ^v-4-6

**7** “δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων ^v-4-7

**8** Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. ^v-4-8

**9** ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι ^v-4-9

**10** τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη ^v-4-10

**11** αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· ^v-4-11

**12** καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι. ^v-4-12

**13** ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου· ^v-4-13

**14** ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα, ^v-4-14

**15** ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν ^v-4-15

**16** ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν. ^v-4-16

**17** εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο, ^v-4-17

**18** ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος, ^v-4-18

**19** αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.” ^v-4-19

**20** ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· ^v-4-20

**21** πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. ^v-4-21

**22** ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε ^v-4-22

**23** σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· ^v-4-23

**24** Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· ^v-4-24

**25** “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες· ^v-4-25

**26** πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον, ^v-4-26

**27** ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι ^v-4-27

**28** λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν. ^v-4-28

**29** ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.” ^v-4-29

**30** τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ^v-4-30

**31** “δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες ^v-4-31

**32** τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις ^v-4-32

**33** Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον; ^v-4-33

**34** εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ^v-4-34

**35** ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας ^v-4-35

**36** ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο. ^v-4-36

**37** ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω ^v-4-37

**38** σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται. ^v-4-38

**39** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-4-39

**40** ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι ^v-4-40

**41** τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, ^v-4-41

**42** μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι· ^v-4-42

**43** καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ· ^v-4-43

**44** αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι ^v-4-44

**45** ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, ^v-4-45

**46** τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ ^v-4-46

**47** καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. ^v-4-47

**48** οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης ^v-4-48

**49** λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.” ^v-4-49

**50** τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ^v-4-50

**51** “ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες ^v-4-51

**52** Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη· ^v-4-52

**53** τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι· ^v-4-53

**54** τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω. ^v-4-54

**55** εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, ^v-4-55

**56** οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι. ^v-4-56

**57** ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· ^v-4-57

**58** καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, ^v-4-58

**59** καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, ^v-4-59

**60** ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις ^v-4-60

**61** κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις. ^v-4-61

**62** ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι, ^v-4-62

**63** σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι ^v-4-63

**64** ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι ^v-4-64

**65** ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, ^v-4-65

**66** πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ^v-4-66

**67** ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.” ^v-4-67

**68** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· ^v-4-68

**69** αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ^v-4-69

**70** “αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, ^v-4-70

**71** πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ^v-4-71

**72** ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.” ^v-4-72

**73** ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, ^v-4-73

**74** βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. ^v-4-74

**75** οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω ^v-4-75

**76** ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν ^v-4-76

**77** λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται· ^v-4-77

**78** τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, ^v-4-78

**79** κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας ^v-4-79

**80** Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· ^v-4-80

**81** ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ^v-4-81

**82** “ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ^v-4-82

**83** ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι ^v-4-83

**84** Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.” ^v-4-84

**85** ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. ^v-4-85

**86** ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον ^v-4-86

**87** Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, ^v-4-87

**88** Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. ^v-4-88

**89** εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε ^v-4-89

**90** ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων ^v-4-90

**91** λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων· ^v-4-91

**92** ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ^v-4-92

**93** “ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. ^v-4-93

**94** τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, ^v-4-94

**95** πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ^v-4-95

**96** ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. ^v-4-96

**97** τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο, ^v-4-97

**98** αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν ^v-4-98

**99** σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς. ^v-4-99

**100** ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο, ^v-4-100

**101** εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ^v-4-101

**102** ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην ^v-4-102

**103** οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.” ^v-4-103

**104** ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν· ^v-4-104

**105** αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς ^v-4-105

**106** ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας ^v-4-106

**107** πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι ^v-4-107

**108** βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ. ^v-4-108

**109** τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει· ^v-4-109

**110** καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, ^v-4-110

**111** πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. ^v-4-111

**112** καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ ^v-4-112

**113** ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι ^v-4-113

**114** μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν ^v-4-114

**115** πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. ^v-4-115

**116** αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν ^v-4-116

**117** ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων· ^v-4-117

**118** αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, ^v-4-118

**119** εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ ^v-4-119

**120** ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην ^v-4-120

**121** οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. ^v-4-121

**122** ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· ^v-4-122

**123** νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. ^v-4-123

**124** αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, ^v-4-124

**125** λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς ^v-4-125

**126** ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. ^v-4-126

**127** οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο ^v-4-127

**128** ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, ^v-4-128

**129** ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν. ^v-4-129

**130** ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ ^v-4-130

**131** παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ, ^v-4-131

**132** αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες ^v-4-132

**133** χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. ^v-4-133

**134** ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός· ^v-4-134

**135** διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, ^v-4-135

**136** καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο ^v-4-136

**137** μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, ^v-4-137

**138** ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. ^v-4-138

**139** ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός· ^v-4-139

**140** αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. ^v-4-140

**141** ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ ^v-4-141

**142** Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων· ^v-4-142

**143** κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο ^v-4-143

**144** ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ^v-4-144

**145** ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος· ^v-4-145

**146** τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ ^v-4-146

**147** εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε. ^v-4-147

**148** ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-4-148

**149** ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς· ^v-4-149

**150** ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. ^v-4-150

**151** ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας ^v-4-151

**152** ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. ^v-4-152

**153** τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων ^v-4-153

**154** χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι· ^v-4-154

**155** “φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον ^v-4-155

**156** οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, ^v-4-156

**157** ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν. ^v-4-157

**158** οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν ^v-4-158

**159** σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν. ^v-4-159

**160** εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, ^v-4-160

**161** ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν ^v-4-161

**162** σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν. ^v-4-162

**163** εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ^v-4-163

**164** ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ ^v-4-164

**165** καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, ^v-4-165

**166** Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων ^v-4-166

**167** αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι ^v-4-167

**168** τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· ^v-4-168

**169** ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε ^v-4-169

**170** αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. ^v-4-170

**171** καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· ^v-4-171

**172** αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· ^v-4-172

**173** κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν ^v-4-173

**174** Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα ^v-4-174

**175** κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. ^v-4-175

**176** καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων ^v-4-176

**177** τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· ^v-4-177

**178** “αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων, ^v-4-178

**179** ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν, ^v-4-179

**180** καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν ^v-4-180

**181** σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.” ^v-4-181

**182** ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.” ^v-4-182

**183** τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· ^v-4-183

**184** “θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· ^v-4-184

**185** οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν ^v-4-185

**186** εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε ^v-4-186

**187** ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.” ^v-4-187

**188** τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· ^v-4-188

**189** “αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε· ^v-4-189

**190** ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει ^v-4-190

**191** φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.” ^v-4-191

**192** ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· ^v-4-192

**193** “Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον ^v-4-193

**194** φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, ^v-4-194

**195** ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, ^v-4-195

**196** ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς ^v-4-196

**197** Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.” ^v-4-197

**198** ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, ^v-4-198

**199** βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ^v-4-199

**200** παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν ^v-4-200

**201** ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων ^v-4-201

**202** λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. ^v-4-202

**203** ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ^v-4-203

**204** “ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, ^v-4-204

**205** ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, ^v-4-205

**206** ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς ^v-4-206

**207** Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.” ^v-4-207

**208** ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· ^v-4-208

**209** βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. ^v-4-209

**210** ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος ^v-4-210

**211** βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι ^v-4-211

**212** κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, ^v-4-212

**213** αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· ^v-4-213

**214** τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. ^v-4-214

**215** λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε ^v-4-215

**216** ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. ^v-4-216

**217** αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός, ^v-4-217

**218** αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς ^v-4-218

**219** πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. ^v-4-219

**220** ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, ^v-4-220

**221** τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων· ^v-4-221

**222** οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης. ^v-4-222

**223** ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον ^v-4-223

**224** οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι, ^v-4-224

**225** ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. ^v-4-225

**226** ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· ^v-4-226

**227** καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας ^v-4-227

**228** Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο· ^v-4-228

**229** τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν ^v-4-229

**230** γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· ^v-4-230

**231** αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν· ^v-4-231

**232** καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, ^v-4-232

**233** τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· ^v-4-233

**234** “Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· ^v-4-234

**235** οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός, ^v-4-235

**236** ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο ^v-4-236

**237** τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, ^v-4-237

**238** ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα ^v-4-238

**239** ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.” ^v-4-239

**240** οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, ^v-4-240

**241** τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν· ^v-4-241

**242** “Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε; ^v-4-242

**243** τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, ^v-4-243

**244** αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι ^v-4-244

**245** ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· ^v-4-245

**246** ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε. ^v-4-246

**247** ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες ^v-4-247

**248** εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, ^v-4-248

**249** ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;” ^v-4-249

**250** ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· ^v-4-250

**251** ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν. ^v-4-251

**252** οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο· ^v-4-252

**253** Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, ^v-4-253

**254** Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. ^v-4-254

**255** τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ^v-4-255

**256** αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν· ^v-4-256

**257** “Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων ^v-4-257

**258** ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ ^v-4-258

**259** ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον ^v-4-259

**260** Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. ^v-4-260

**261** εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ ^v-4-261

**262** δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ ^v-4-262

**263** ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. ^v-4-263

**264** ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι.” ^v-4-264

**265** τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ^v-4-265

**266** “Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος ^v-4-266

**267** ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα· ^v-4-267

**268** ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς ^v-4-268

**269** ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν ^v-4-269

**270** Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω ^v-4-270

**271** ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.” ^v-4-271

**272** ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ· ^v-4-272

**273** ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· ^v-4-273

**274** τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. ^v-4-274

**275** ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ ^v-4-275

**276** ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς· ^v-4-276

**277** τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα ^v-4-277

**278** φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, ^v-4-278

**279** ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· ^v-4-279

**280** τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν ^v-4-280

**281** δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες ^v-4-281

**282** κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. ^v-4-282

**283** καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, ^v-4-283

**284** καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-4-284

**285** “Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, ^v-4-285

**286** σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω· ^v-4-286

**287** αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. ^v-4-287

**288** αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ^v-4-288

**289** τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· ^v-4-289

**290** τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος ^v-4-290

**291** χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.” ^v-4-291

**292** ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους· ^v-4-292

**293** ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν ^v-4-293

**294** οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι ^v-4-294

**295** ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε ^v-4-295

**296** Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· ^v-4-296

**297** ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, ^v-4-297

**298** πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς ^v-4-298

**299** ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν, ^v-4-299

**300** ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. ^v-4-300

**301** ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει ^v-4-301

**302** σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ· ^v-4-302

**303** “μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς ^v-4-303

**304** οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, ^v-4-304

**305** μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. ^v-4-305

**306** ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται ^v-4-306

**307** ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. ^v-4-307

**308** ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον ^v-4-308

**309** τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.” ^v-4-309

**310** ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· ^v-4-310

**311** καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, ^v-4-311

**312** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-4-312

**313** “ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ^v-4-313

**314** ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· ^v-4-314

**315** ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις ^v-4-315

**316** ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.” ^v-4-316

**317** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-4-317

**318** “Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς ^v-4-318

**319** ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. ^v-4-319

**320** ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· ^v-4-320

**321** εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει. ^v-4-321

**322** ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω ^v-4-322

**323** βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων. ^v-4-323

**324** αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο ^v-4-324

**325** ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.” ^v-4-325

**326** ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ. ^v-4-326

**327** εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον ^v-4-327

**328** ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς· ^v-4-328

**329** αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, ^v-4-329

**330** πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ ^v-4-330

**331** ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, ^v-4-331

**332** ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες ^v-4-332

**333** Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες ^v-4-333

**334** ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν ^v-4-334

**335** Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. ^v-4-335

**336** τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ^v-4-336

**337** καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-4-337

**338** “ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, ^v-4-338

**339** καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον ^v-4-339

**340** τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους; ^v-4-340

**341** σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας ^v-4-341

**342** ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι· ^v-4-342

**343** πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, ^v-4-343

**344** ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί. ^v-4-344

**345** ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα ^v-4-345

**346** οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον· ^v-4-346

**347** νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν ^v-4-347

**348** ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.” ^v-4-348

**349** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ^v-4-349

**350** “Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; ^v-4-350

**351** πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ ^v-4-351

**352** Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; ^v-4-352

**353** ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ ^v-4-353

**354** Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα ^v-4-354

**355** Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις.” ^v-4-355

**356** τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων ^v-4-356

**357** ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον· ^v-4-357

**358** “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ^v-4-358

**359** οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω· ^v-4-359

**360** οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ^v-4-360

**361** ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ. ^v-4-361

**362** ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν ^v-4-362

**363** εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.” ^v-4-363

**364** ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους. ^v-4-364

**365** εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα ^v-4-365

**366** ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι· ^v-4-366

**367** πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός. ^v-4-367

**368** καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων, ^v-4-368

**369** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-4-369

**370** “ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο ^v-4-370

**371** τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας; ^v-4-371

**372** οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν, ^v-4-372

**373** ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι, ^v-4-373

**374** ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε ^v-4-374

**375** ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι. ^v-4-375

**376** ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας ^v-4-376

**377** ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων· ^v-4-377

**378** οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης, ^v-4-378

**379** καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους· ^v-4-379

**380** οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· ^v-4-380

**381** ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. ^v-4-381

**382** οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, ^v-4-382

**383** Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην, ^v-4-383

**384** ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. ^v-4-384

**385** αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας ^v-4-385

**386** δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης. ^v-4-386

**387** ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς ^v-4-387

**388** τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν, ^v-4-388

**389** ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα ^v-4-389

**390** ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. ^v-4-390

**391** οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων ^v-4-391

**392** ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες ^v-4-392

**393** κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν, ^v-4-393

**394** Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν, ^v-4-394

**395** υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. ^v-4-395

**396** Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε· ^v-4-396

**397** πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι· ^v-4-397

**398** Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας. ^v-4-398

**399** τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν ^v-4-399

**400** γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω.” ^v-4-400

**401** ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης ^v-4-401

**402** αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο· ^v-4-402

**403** τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο· ^v-4-403

**404** “Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν· ^v-4-404

**405** ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι· ^v-4-405

**406** ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο ^v-4-406

**407** παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον, ^v-4-407

**408** πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· ^v-4-408

**409** κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο· ^v-4-409

**410** τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ.” ^v-4-410

**411** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· ^v-4-411

**412** “τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ· ^v-4-412

**413** οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν ^v-4-413

**414** ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς· ^v-4-414

**415** τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ ^v-4-415

**416** Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, ^v-4-416

**417** τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων. ^v-4-417

**418** ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.” ^v-4-418

**419** ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε· ^v-4-419

**420** δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος ^v-4-420

**421** ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν. ^v-4-421

**422** ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ^v-4-422

**423** ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· ^v-4-423

**424** πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα ^v-4-424

**425** χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας ^v-4-425

**426** κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην· ^v-4-426

**427** ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες ^v-4-427

**428** νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος ^v-4-428

**429** ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης ^v-4-429

**430** τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν, ^v-4-430

**431** σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι ^v-4-431

**432** τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο. ^v-4-432

**433** Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ ^v-4-433

**434** μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν ^v-4-434

**435** ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, ^v-4-435

**436** ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· ^v-4-436

**437** οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς, ^v-4-437

**438** ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες. ^v-4-438

**439** ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη ^v-4-439

**440** Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, ^v-4-440

**441** Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, ^v-4-441

**442** ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα ^v-4-442

**443** οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει· ^v-4-443

**444** ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ ^v-4-444

**445** ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. ^v-4-445

**446** οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, ^v-4-446

**447** σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν ^v-4-447

**448** χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ^v-4-448

**449** ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ^v-4-449

**450** ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ^v-4-450

**451** ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα. ^v-4-451

**452** ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ^v-4-452

**453** ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ ^v-4-453

**454** κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, ^v-4-454

**455** τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· ^v-4-455

**456** ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. ^v-4-456

**457** πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν ^v-4-457

**458** ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· ^v-4-458

**459** τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ^v-4-459

**460** ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω ^v-4-460

**461** αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, ^v-4-461

**462** ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. ^v-4-462

**463** τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ ^v-4-463

**464** Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, ^v-4-464

**465** ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα ^v-4-465

**466** τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή. ^v-4-466

**467** νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ ^v-4-467

**468** πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη, ^v-4-468

**469** οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. ^v-4-469

**470** ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη ^v-4-470

**471** ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς ^v-4-471

**472** ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν. ^v-4-472

**473** ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας ^v-4-473

**474** ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ ^v-4-474

**475** Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος ^v-4-475

**476** γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι· ^v-4-476

**477** τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι ^v-4-477

**478** θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ^v-4-478

**479** ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. ^v-4-479

**480** πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν ^v-4-480

**481** δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος ^v-4-481

**482** ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς ^v-4-482

**483** ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει ^v-4-483

**484** λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι· ^v-4-484

**485** τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ ^v-4-485

**486** ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ· ^v-4-486

**487** ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας. ^v-4-487

**488** τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν ^v-4-488

**489** Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ ^v-4-489

**490** Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. ^v-4-490

**491** τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον ^v-4-491

**492** βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα· ^v-4-492

**493** ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. ^v-4-493

**494** τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, ^v-4-494

**495** βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, ^v-4-495

**496** στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ ^v-4-496

**497** ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο ^v-4-497

**498** ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, ^v-4-498

**499** ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα ^v-4-499

**500** ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων. ^v-4-500

**501** τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ ^v-4-501

**502** κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν ^v-4-502

**503** αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε, ^v-4-503

**504** δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ^v-4-504

**505** χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· ^v-4-505

**506** Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, ^v-4-506

**507** ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων ^v-4-507

**508** Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας· ^v-4-508

**509** “ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης ^v-4-509

**510** Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος ^v-4-510

**511** χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν· ^v-4-511

**512** οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο ^v-4-512

**513** μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.” ^v-4-513

**514** ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς ^v-4-514

**515** ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια ^v-4-515

**516** ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο. ^v-4-516

**517** ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε· ^v-4-517

**518** χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι ^v-4-518

**519** κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν ^v-4-519

**520** Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει. ^v-4-520

**521** ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς ^v-4-521

**522** ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι ^v-4-522

**523** κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας ^v-4-523

**524** θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ ^v-4-524

**525** Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι ^v-4-525

**526** χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε. ^v-4-526

**527** τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ ^v-4-527

**528** στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός· ^v-4-528

**529** ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος ^v-4-529

**530** ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, ^v-4-530

**531** τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν. ^v-4-531

**532** τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι ^v-4-532

**533** Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες, ^v-4-533

**534** οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ^v-4-534

**535** ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ^v-4-535

**536** ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην, ^v-4-536

**537** ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων ^v-4-537

**538** ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι. ^v-4-538

**539** ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, ^v-4-539

**540** ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ ^v-4-540

**541** δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη ^v-4-541

**542** χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν· ^v-4-542

**543** πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ ^v-4-543

**544** πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο. ^v-4-544

### Livro 5

**1** ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη ^v-5-1

**2** δῶκε μένος καὶ θάρσος, ἵνʼ ἔκδηλος μετὰ πᾶσιν ^v-5-2

**3** Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο· ^v-5-3

**4** δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ ^v-5-4

**5** ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα ^v-5-5

**6** λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο· ^v-5-6

**7** τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων, ^v-5-7

**8** ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο. ^v-5-8

**9** ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων ^v-5-9

**10** ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην ^v-5-10

**11** Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης. ^v-5-11

**12** τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην· ^v-5-12

**13** τὼ μὲν ἀφʼ ἵπποιιν, ὃ δʼ ἀπὸ χθονὸς ὄρνυτο πεζός. ^v-5-13

**14** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες ^v-5-14

**15** Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος· ^v-5-15

**16** Τυδεΐδεω δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ ^v-5-16

**17** ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ ^v-5-17

**18** Τυδεΐδης· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, ^v-5-18

**19** ἀλλʼ ἔβαλε στῆθος μεταμάζιον, ὦσε δʼ ἀφʼ ἵππων. ^v-5-19

**20** Ἰδαῖος δʼ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, ^v-5-20

**21** οὐδʼ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο· ^v-5-21

**22** οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν, ^v-5-22

**23** ἀλλʼ Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας, ^v-5-23

**24** ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη. ^v-5-24

**25** ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς ^v-5-25

**26** δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. ^v-5-26

**27** Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος ^v-5-27

**28** τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι, ^v-5-28

**29** πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη ^v-5-29

**30** χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα· ^v-5-30

**31** “Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα ^v-5-31

**32** οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς ^v-5-32

**33** μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ, ^v-5-33

**34** νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν;” ^v-5-34

**35** ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα· ^v-5-35

**36** τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ, ^v-5-36

**37** Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος ^v-5-37

**38** ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-5-38

**39** ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου· ^v-5-39

**40** πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ^v-5-40

**41** ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, ^v-5-41

**42** δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ^v-5-42

**43** Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν ^v-5-43

**44** Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει. ^v-5-44

**45** τὸν μὲν ἄρʼ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ ^v-5-45

**46** νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· ^v-5-46

**47** ἤριπε δʼ ἐξ ὀχέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλε. ^v-5-47

**48** τὸν μὲν ἄρʼ Ἰδομενῆος ἐσύλευον θεράποντες· ^v-5-48

**49** υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης ^v-5-49

**50** Ἀτρεΐδης Μενέλαος ἕλʼ ἔγχεϊ ὀξυόεντι ^v-5-50

**51** ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ ^v-5-51

**52** βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη· ^v-5-52

**53** ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα, ^v-5-53

**54** οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο· ^v-5-54

**55** ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος ^v-5-55

**56** πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ ^v-5-56

**57** ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν, ^v-5-57

**58** ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ^v-5-58

**59** Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν ^v-5-59

**60** Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα ^v-5-60

**61** τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη· ^v-5-61

**62** ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας ^v-5-62

**63** ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο ^v-5-63

**64** οἷ τʼ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη. ^v-5-64

**65** τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων ^v-5-65

**66** βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ ^v-5-66

**67** ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή· ^v-5-67

**68** γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε. ^v-5-68

**69** Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν ^v-5-69

**70** ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ ^v-5-70

**71** ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ. ^v-5-71

**72** τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν ^v-5-72

**73** βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί· ^v-5-73

**74** ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός· ^v-5-74

**75** ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν. ^v-5-75

**76** Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον ^v-5-76

**77** υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου ^v-5-77

**78** ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ, ^v-5-78

**79** τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, ^v-5-79

**80** πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον ^v-5-80

**81** φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἔξεσε χεῖρα βαρεῖαν· ^v-5-81

**82** αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατʼ ὄσσε ^v-5-82

**83** ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. ^v-5-83

**84** ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· ^v-5-84

**85** Τυδεΐδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη ^v-5-85

**86** ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετʼ Ἀχαιοῖς. ^v-5-86

**87** θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς ^v-5-87

**88** χειμάρρῳ, ὅς τʼ ὦκα ῥέων ἐκέδασσε γεφύρας· ^v-5-88

**89** τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν, ^v-5-89

**90** οὔτʼ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων ^v-5-90

**91** ἐλθόντʼ ἐξαπίνης ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος· ^v-5-91

**92** πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰζηῶν· ^v-5-92

**93** ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες ^v-5-93

**94** Τρώων, οὐδʼ ἄρα μιν μίμνον πολέες περ ἐόντες. ^v-5-94

**95** τὸν δʼ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς ^v-5-95

**96** θύνοντʼ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας, ^v-5-96

**97** αἶψʼ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα, ^v-5-97

**98** καὶ βάλʼ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον ^v-5-98

**99** θώρηκος γύαλον· διὰ δʼ ἔπτατο πικρὸς ὀϊστός, ^v-5-99

**100** ἀντικρὺ δὲ διέσχε, παλάσσετο δʼ αἵματι θώρηξ. ^v-5-100

**101** τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· ^v-5-101

**102** “ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων· ^v-5-102

**103** βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι ^v-5-103

**104** δήθʼ ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με ^v-5-104

**105** ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.” ^v-5-105

**106** ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν, ^v-5-106

**107** ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν ^v-5-107

**108** ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν· ^v-5-108

**109** “ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου, ^v-5-109

**110** ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.” ^v-5-110

**111** ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε, ^v-5-111

**112** πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου· ^v-5-112

**113** αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος. ^v-5-113

**114** δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· ^v-5-114

**115** “κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, ^v-5-115

**116** εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης ^v-5-116

**117** δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη· ^v-5-117

**118** δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν ^v-5-118

**119** ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι ^v-5-119

**120** δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.” ^v-5-120

**121** ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη, ^v-5-121

**122** γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν· ^v-5-122

**123** ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ^v-5-123

**124** “θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι· ^v-5-124

**125** ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα ^v-5-125

**126** ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς· ^v-5-126

**127** ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν, ^v-5-127

**128** ὄφρʼ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα. ^v-5-128

**129** τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδʼ ἵκηται ^v-5-129

**130** μή τι σύ γʼ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι ^v-5-130

**131** τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ^v-5-131

**132** ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ.” ^v-5-132

**133** ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη, ^v-5-133

**134** Τυδεΐδης δʼ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη ^v-5-134

**135** καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι· ^v-5-135

**136** δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα ^v-5-136

**137** ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπʼ εἰροπόκοις ὀΐεσσι ^v-5-137

**138** χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ· ^v-5-138

**139** τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τʼ οὐ προσαμύνει, ^v-5-139

**140** ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δʼ ἐρῆμα φοβεῖται· ^v-5-140

**141** αἳ μέν τʼ ἀγχιστῖναι ἐπʼ ἀλλήλῃσι κέχυνται, ^v-5-141

**142** αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς· ^v-5-142

**143** ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης. ^v-5-143

**144** ἔνθʼ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν, ^v-5-144

**145** τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, ^v-5-145

**146** τὸν δʼ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρʼ ὦμον ^v-5-146

**147** πλῆξʼ, ἀπὸ δʼ αὐχένος ὦμον ἐέργαθεν ἠδʼ ἀπὸ νώτου. ^v-5-147

**148** τοὺς μὲν ἔασʼ, ὃ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύειδον ^v-5-148

**149** υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος· ^v-5-149

**150** τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατʼ ὀνείρους, ^v-5-150

**151** ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε· ^v-5-151

**152** βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε ^v-5-152

**153** ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ, ^v-5-153

**154** υἱὸν δʼ οὐ τέκετʼ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι. ^v-5-154

**155** ἔνθʼ ὅ γε τοὺς ἐνάριζε, φίλον δʼ ἐξαίνυτο θυμὸν ^v-5-155

**156** ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ ^v-5-156

**157** λεῖπʼ, ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε ^v-5-157

**158** δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο. ^v-5-158

**159** ἔνθʼ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο ^v-5-159

**160** εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε. ^v-5-160

**161** ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ ^v-5-161

**162** πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων, ^v-5-162

**163** ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς ^v-5-163

**164** βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχεʼ ἐσύλα· ^v-5-164

**165** ἵππους δʼ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν. ^v-5-165

**166** τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, ^v-5-166

**167** βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων ^v-5-167

**168** Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι· ^v-5-168

**169** εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, ^v-5-169

**170** στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· ^v-5-170

**171** “Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ ^v-5-171

**172** καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ, ^v-5-172

**173** οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων. ^v-5-173

**174** ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν ^v-5-174

**175** ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε ^v-5-175

**176** Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν· ^v-5-176

**177** εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν ^v-5-177

**178** ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.” ^v-5-178

**179** τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· ^v-5-179

**180** “Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων ^v-5-180

**181** Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω, ^v-5-181

**182** ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ, ^v-5-182

**183** ἵππους τʼ εἰσορόων· σάφα δʼ οὐκ οἶδʼ εἰ θεός ἐστιν. ^v-5-183

**184** εἰ δʼ ὅ γʼ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς ^v-5-184

**185** οὐχ ὅ γʼ ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι ^v-5-185

**186** ἕστηκʼ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους, ^v-5-186

**187** ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ. ^v-5-187

**188** ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον ^v-5-188

**189** δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο· ^v-5-189

**190** καί μιν ἔγωγʼ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, ^v-5-190

**191** ἔμπης δʼ οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις. ^v-5-191

**192** ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίην· ^v-5-192

**193** ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι ^v-5-193

**194** καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι ^v-5-194

**195** πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι ^v-5-195

**196** ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. ^v-5-196

**197** ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων ^v-5-197

**198** ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν· ^v-5-198

**199** ἵπποισίν μʼ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα ^v-5-199

**200** ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· ^v-5-200

**201** ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν· ^v-5-201

**202** ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς ^v-5-202

**203** ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην. ^v-5-203

**204** ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα ^v-5-204

**205** τόξοισιν πίσυνος· τὰ δέ μʼ οὐκ ἄρʼ ἔμελλον ὀνήσειν. ^v-5-205

**206** ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα ^v-5-206

**207** Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δʼ ἀμφοτέροιιν ^v-5-207

**208** ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον. ^v-5-208

**209** τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα ^v-5-209

**210** ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν ^v-5-210

**211** ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ. ^v-5-211

**212** εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι ^v-5-212

**213** πατρίδʼ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα, ^v-5-213

**214** αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς ^v-5-214

**215** εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην ^v-5-215

**216** χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.” ^v-5-216

**217** τὸν δʼ αὖτʼ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα· ^v-5-217

**218** “μὴ δʼ οὕτως ἀγόρευε· πάρος δʼ οὐκ ἔσσεται ἄλλως, ^v-5-218

**219** πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν ^v-5-219

**220** ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. ^v-5-220

**221** ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι ^v-5-221

**222** οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο ^v-5-222

**223** κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι· ^v-5-223

**224** τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε ^v-5-224

**225** Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. ^v-5-225

**226** ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα ^v-5-226

**227** δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι· ^v-5-227

**228** ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.” ^v-5-228

**229** τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· ^v-5-229

**230** “Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω· ^v-5-230

**231** μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα ^v-5-231

**232** οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν· ^v-5-232

**233** μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον ^v-5-233

**234** ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, ^v-5-234

**235** νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς ^v-5-235

**236** αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους. ^v-5-236

**237** ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω, ^v-5-237

**238** τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.” ^v-5-238

**239** ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες ^v-5-239

**240** ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. ^v-5-240

**241** τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός, ^v-5-241

**242** αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα· ^v-5-242

**243** “Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ, ^v-5-243

**244** ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι ^v-5-244

**245** ἶνʼ ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς ^v-5-245

**246** Πάνδαρος, υἱὸς δʼ αὖτε Λυκάονος εὔχεται εἶναι· ^v-5-246

**247** Αἰνείας δʼ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο ^v-5-247

**248** εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστʼ Ἀφροδίτη. ^v-5-248

**249** ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω ^v-5-249

**250** θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.” ^v-5-250

**251** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· ^v-5-251

**252** “μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω. ^v-5-252

**253** οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι ^v-5-253

**254** οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· ^v-5-254

**255** ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ^v-5-255

**256** ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. ^v-5-256

**257** τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι ^v-5-257

**258** ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν. ^v-5-258

**259** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-5-259

**260** αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ ^v-5-260

**261** ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους ^v-5-261

**262** αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας, ^v-5-262

**263** Αἰνείαο δʼ ἐπαΐξαι μεμνημένος ἵππων, ^v-5-263

**264** ἐκ δʼ ἐλάσαι Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. ^v-5-264

**265** τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς ^v-5-265

**266** δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι ^v-5-266

**267** ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε, ^v-5-267

**268** τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης ^v-5-268

**269** λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· ^v-5-269

**270** τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. ^v-5-270

**271** τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ, ^v-5-271

**272** τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο. ^v-5-272

**273** εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.” ^v-5-273

**274** ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-5-274

**275** τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους. ^v-5-275

**276** τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός· ^v-5-276

**277** “καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ ^v-5-277

**278** ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός· ^v-5-278

**279** νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.” ^v-5-279

**280** ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος ^v-5-280

**281** καὶ βάλε Τυδεΐδαο κατʼ ἀσπίδα· τῆς δὲ διὰ πρὸ ^v-5-281

**282** αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη· ^v-5-282

**283** τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός· ^v-5-283

**284** “βέβληαι κενεῶνα διαμπερές, οὐδέ σʼ ὀΐω ^v-5-284

**285** δηρὸν ἔτʼ ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκας.” ^v-5-285

**286** τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· ^v-5-286

**287** “ἤμβροτες οὐδʼ ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γʼ ὀΐω ^v-5-287

**288** πρίν γʼ ἀποπαύσεσθαι πρίν γʼ ἢ ἕτερόν γε πεσόντα ^v-5-288

**289** αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.” ^v-5-289

**290** ὣς φάμενος προέηκε· βέλος δʼ ἴθυνεν Ἀθήνη ^v-5-290

**291** ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας. ^v-5-291

**292** τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής, ^v-5-292

**293** αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα· ^v-5-293

**294** ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ ^v-5-294

**295** αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι ^v-5-295

**296** ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε. ^v-5-296

**297** Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ ^v-5-297

**298** δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί. ^v-5-298

**299** ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς, ^v-5-299

**300** πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, ^v-5-300

**301** τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι ^v-5-301

**302** σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ ^v-5-302

**303** Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, ^v-5-303

**304** οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. ^v-5-304

**305** τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς ^v-5-305

**306** ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· ^v-5-306

**307** θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε· ^v-5-307

**308** ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως ^v-5-308

**309** ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ ^v-5-309

**310** γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. ^v-5-310

**311** καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, ^v-5-311

**312** εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη ^v-5-312

**313** μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι· ^v-5-313

**314** ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, ^v-5-314

**315** πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν ^v-5-315

**316** ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων ^v-5-316

**317** χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο. ^v-5-317

**318** ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο· ^v-5-318

**319** οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων ^v-5-319

**320** τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, ^v-5-320

**321** ἀλλʼ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους ^v-5-321

**322** νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας, ^v-5-322

**323** Αἰνείαο δʼ ἐπαΐξας καλλίτριχας ἵππους ^v-5-323

**324** ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. ^v-5-324

**325** δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης ^v-5-325

**326** τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη, ^v-5-326

**327** νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γʼ ἥρως ^v-5-327

**328** ὧν ἵππων ἐπιβὰς ἔλαβʼ ἡνία σιγαλόεντα, ^v-5-328

**329** αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους ^v-5-329

**330** ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ ^v-5-330

**331** γιγνώσκων ὅ τʼ ἄναλκις ἔην θεός, οὐδὲ θεάων ^v-5-331

**332** τάων αἵ τʼ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν, ^v-5-332

**333** οὔτʼ ἄρʼ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ. ^v-5-333

**334** ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων, ^v-5-334

**335** ἔνθʼ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς ^v-5-335

**336** ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ ^v-5-336

**337** ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν ^v-5-337

**338** ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί, ^v-5-338

**339** πρυμνὸν ὕπερ θέναρος· ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο ^v-5-339

**340** ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· ^v-5-340

**341** οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον, ^v-5-341

**342** τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται. ^v-5-342

**343** ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν· ^v-5-343

**344** καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων ^v-5-344

**345** κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων ^v-5-345

**346** χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο· ^v-5-346

**347** τῇ δʼ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης· ^v-5-347

**348** “εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος· ^v-5-348

**349** ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις; ^v-5-349

**350** εἰ δὲ σύ γʼ ἐς πόλεμον πωλήσεαι, ἦ τέ σʼ ὀΐω ^v-5-350

**351** ῥιγήσειν πόλεμόν γε καὶ εἴ χʼ ἑτέρωθι πύθηαι.” ^v-5-351

**352** ὣς ἔφαθʼ, ἣ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς· ^v-5-352

**353** τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγʼ ὁμίλου ^v-5-353

**354** ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν. ^v-5-354

**355** εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα ^v-5-355

**356** ἥμενον· ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω· ^v-5-356

**357** ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο ^v-5-357

**358** πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους· ^v-5-358

**359** “φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους, ^v-5-359

**360** ὄφρʼ ἐς Ὄλυμπον ἵκωμαι ἵνʼ ἀθανάτων ἕδος ἐστί. ^v-5-360

**361** λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ ^v-5-361

**362** Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.” ^v-5-362

**363** ὣς φάτο, τῇ δʼ ἄρʼ Ἄρης δῶκε χρυσάμπυκας ἵππους· ^v-5-363

**364** ἣ δʼ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ, ^v-5-364

**365** πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, ^v-5-365

**366** μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. ^v-5-366

**367** αἶψα δʼ ἔπειθʼ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον· ^v-5-367

**368** ἔνθʼ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις ^v-5-368

**369** λύσασʼ ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ· ^v-5-369

**370** ἣ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη ^v-5-370

**371** μητρὸς ἑῆς· ἣ δʼ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν, ^v-5-371

**372** χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζε· ^v-5-372

**373** “τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων ^v-5-373

**374** μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;” ^v-5-374

**375** τὴν δʼ ἠμείβετʼ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· ^v-5-375

**376** “οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, ^v-5-376

**377** οὕνεκʼ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο ^v-5-377

**378** Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν. ^v-5-378

**379** οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή, ^v-5-379

**380** ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.” ^v-5-380

**381** τὴν δʼ ἠμείβετʼ ἔπειτα Διώνη, δῖα θεάων· ^v-5-381

**382** “τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ· ^v-5-382

**383** πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματʼ ἔχοντες ^v-5-383

**384** ἐξ ἀνδρῶν χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες. ^v-5-384

**385** τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τʼ Ἐφιάλτης ^v-5-385

**386** παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· ^v-5-386

**387** χαλκέῳ δʼ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας· ^v-5-387

**388** καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο, ^v-5-388

**389** εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια ^v-5-389

**390** Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δʼ ἐξέκλεψεν Ἄρηα ^v-5-390

**391** ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα. ^v-5-391

**392** τλῆ δʼ Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος ^v-5-392

**393** δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι ^v-5-393

**394** βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος. ^v-5-394

**395** τλῆ δʼ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, ^v-5-395

**396** εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο ^v-5-396

**397** ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν· ^v-5-397

**398** αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον ^v-5-398

**399** κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς ^v-5-399

**400** ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. ^v-5-400

**401** τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ^v-5-401

**402** ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο. ^v-5-402

**403** σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετʼ αἴσυλα ῥέζων, ^v-5-403

**404** ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι. ^v-5-404

**405** σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-5-405

**406** νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς ^v-5-406

**407** ὅττι μάλʼ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται, ^v-5-407

**408** οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν ^v-5-408

**409** ἐλθόντʼ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. ^v-5-409

**410** τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, ^v-5-410

**411** φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται, ^v-5-411

**412** μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη ^v-5-412

**413** ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ ^v-5-413

**414** κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν ^v-5-414

**415** ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.” ^v-5-415

**416** ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ· ^v-5-416

**417** ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι. ^v-5-417

**418** αἳ δʼ αὖτʼ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη ^v-5-418

**419** κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον. ^v-5-419

**420** τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-5-420

**421** “Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω; ^v-5-421

**422** ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα ^v-5-422

**423** Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε, ^v-5-423

**424** τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων ^v-5-424

**425** πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.” ^v-5-425

**426** ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, ^v-5-426

**427** καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην· ^v-5-427

**428** “οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα, ^v-5-428

**429** ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, ^v-5-429

**430** ταῦτα δʼ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.” ^v-5-430

**431** ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-5-431

**432** Αἰνείᾳ δʼ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης, ^v-5-432

**433** γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων· ^v-5-433

**434** ἀλλʼ ὅ γʼ ἄρʼ οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δʼ αἰεὶ ^v-5-434

**435** Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. ^v-5-435

**436** τρὶς μὲν ἔπειτʼ ἐπόρουσε κατακτάμεναι μενεαίνων, ^v-5-436

**437** τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδʼ Ἀπόλλων· ^v-5-437

**438** ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ^v-5-438

**439** δεινὰ δʼ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων· ^v-5-439

**440** “φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν ^v-5-440

**441** ἶσʼ ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον ^v-5-441

**442** ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων.” ^v-5-442

**443** ὣς φάτο, Τυδεΐδης δʼ ἀνεχάζετο τυτθὸν ὀπίσσω ^v-5-443

**444** μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. ^v-5-444

**445** Αἰνείαν δʼ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων ^v-5-445

**446** Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο. ^v-5-446

**447** ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα ^v-5-447

**448** ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε· ^v-5-448

**449** αὐτὰρ ὃ εἴδωλον τεῦξʼ ἀργυρότοξος Ἀπόλλων ^v-5-449

**450** αὐτῷ τʼ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, ^v-5-450

**451** ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ ^v-5-451

**452** δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ^v-5-452

**453** ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. ^v-5-453

**454** δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων· ^v-5-454

**455** “Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, ^v-5-455

**456** οὐκ ἂν δὴ τόνδʼ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν ^v-5-456

**457** Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο; ^v-5-457

**458** Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, ^v-5-458

**459** αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.” ^v-5-459

**460** ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, ^v-5-460

**461** Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν ^v-5-461

**462** εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· ^v-5-462

**463** υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· ^v-5-463

**464** “ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος ^v-5-464

**465** ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; ^v-5-465

**466** ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται; ^v-5-466

**467** κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ ^v-5-467

**468** Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο· ^v-5-468

**469** ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.” ^v-5-469

**470** ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-5-470

**471** ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· ^v-5-471

**472** “Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες; ^v-5-472

**473** φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων ^v-5-473

**474** οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. ^v-5-474

**475** τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι, ^v-5-475

**476** ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· ^v-5-476

**477** ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν. ^v-5-477

**478** καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· ^v-5-478

**479** τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, ^v-5-479

**480** ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, ^v-5-480

**481** κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κʼ ἐπιδευής. ^v-5-481

**482** ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμονʼ αὐτὸς ^v-5-482

**483** ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον ^v-5-483

**484** οἷόν κʼ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν· ^v-5-484

**485** τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις ^v-5-485

**486** λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι. ^v-5-486

**487** μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου ^v-5-487

**488** ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε· ^v-5-488

**489** οἳ δὲ τάχʼ ἐκπέρσουσʼ εὖ ναιομένην πόλιν ὑμήν. ^v-5-489

**490** σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ ^v-5-490

**491** ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων ^v-5-491

**492** νωλεμέως ἐχέμεν, κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν.” ^v-5-492

**493** ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος· ^v-5-493

**494** αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, ^v-5-494

**495** πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ^v-5-495

**496** ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. ^v-5-496

**497** οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· ^v-5-497

**498** Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν. ^v-5-498

**499** ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωὰς ^v-5-499

**500** ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ ^v-5-500

**501** κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας, ^v-5-501

**502** αἳ δʼ ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότʼ Ἀχαιοὶ ^v-5-502

**503** λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα διʼ αὐτῶν ^v-5-503

**504** οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων ^v-5-504

**505** ἂψ ἐπιμισγομένων· ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες. ^v-5-505

**506** οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα ^v-5-506

**507** θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων ^v-5-507

**508** πάντοσʼ ἐποιχόμενος· τοῦ δʼ ἐκραίαινεν ἐφετμὰς ^v-5-508

**509** Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει ^v-5-509

**510** Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδʼ Ἀθήνην ^v-5-510

**511** οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών. ^v-5-511

**512** αὐτὸς δʼ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο ^v-5-512

**513** ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν. ^v-5-513

**514** Αἰνείας δʼ ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν, ^v-5-514

**515** ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα ^v-5-515

**516** καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι. ^v-5-516

**517** οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν ^v-5-517

**518** Ἄρης τε βροτολοιγὸς Ἔρις τʼ ἄμοτον μεμαυῖα. ^v-5-518

**519** τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης ^v-5-519

**520** ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ ^v-5-520

**521** οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς, ^v-5-521

**522** ἀλλʼ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων ^v-5-522

**523** νηνεμίης ἔστησεν ἐπʼ ἀκροπόλοισιν ὄρεσσιν ^v-5-523

**524** ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ^v-5-524

**525** ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα ^v-5-525

**526** πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες· ^v-5-526

**527** ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. ^v-5-527

**528** Ἀτρεΐδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων· ^v-5-528

**529** “ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε, ^v-5-529

**530** ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας· ^v-5-530

**531** αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· ^v-5-531

**532** φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.” ^v-5-532

**533** ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα ^v-5-533

**534** Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα ^v-5-534

**535** Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι ^v-5-535

**536** τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι. ^v-5-536

**537** τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων· ^v-5-537

**538** ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, ^v-5-538

**539** νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· ^v-5-539

**540** δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ^v-5-540

**541** ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους ^v-5-541

**542** υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, ^v-5-542

**543** τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ ^v-5-543

**544** ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο ^v-5-544

**545** Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, ^v-5-545

**546** ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα· ^v-5-546

**547** Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον, ^v-5-547

**548** ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην, ^v-5-548

**549** Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης. ^v-5-549

**550** τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν ^v-5-550

**551** Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην, ^v-5-551

**552** τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ ^v-5-552

**553** ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν. ^v-5-553

**554** οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν ^v-5-554

**555** ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης· ^v-5-555

**556** τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα ^v-5-556

**557** σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ ^v-5-557

**558** ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ· ^v-5-558

**559** τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε ^v-5-559

**560** καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι. ^v-5-560

**561** τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος, ^v-5-561

**562** βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ ^v-5-562

**563** σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης, ^v-5-563

**564** τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη. ^v-5-564

**565** τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, ^v-5-565

**566** βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν ^v-5-566

**567** μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο. ^v-5-567

**568** τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα ^v-5-568

**569** ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι· ^v-5-569

**570** Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν. ^v-5-570

**571** Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς ^v-5-571

**572** ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε. ^v-5-572

**573** οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν, ^v-5-573

**574** τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων, ^v-5-574

**575** αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. ^v-5-575

**576** ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ ^v-5-576

**577** ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων. ^v-5-577

**578** τὸν μὲν ἄρʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος ^v-5-578

**579** ἑσταότʼ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας· ^v-5-579

**580** Ἀντίλοχος δὲ Μύδωνα βάλʼ ἡνίοχον θεράποντα ^v-5-580

**581** ἐσθλὸν Ἀτυμνιάδην· ὃ δʼ ὑπέστρεφε μώνυχας ἵππους· ^v-5-581

**582** χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δʼ ἄρα χειρῶν ^v-5-582

**583** ἡνία λεύκʼ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν. ^v-5-583

**584** Ἀντίλοχος δʼ ἄρʼ ἐπαΐξας ξίφει ἤλασε κόρσην· ^v-5-584

**585** αὐτὰρ ὅ γʼ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου ^v-5-585

**586** κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους. ^v-5-586

**587** δηθὰ μάλʼ ἑστήκει· τύχε γάρ ῥʼ ἀμάθοιο βαθείης· ^v-5-587

**588** ὄφρʼ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι· ^v-5-588

**589** τοὺς ἵμασʼ Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασʼ Ἀχαιῶν. ^v-5-589

**590** τοὺς δʼ Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς ^v-5-590

**591** κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες ^v-5-591

**592** καρτεραί· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ πότνιʼ Ἐνυώ, ^v-5-592

**593** ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος, ^v-5-593

**594** Ἄρης δʼ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα, ^v-5-594

**595** φοίτα δʼ ἄλλοτε μὲν πρόσθʼ Ἕκτορος, ἄλλοτʼ ὄπισθε. ^v-5-595

**596** τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης· ^v-5-596

**597** ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο ^v-5-597

**598** στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι ^v-5-598

**599** ἀφρῷ μορμύροντα ἰδών, ἀνά τʼ ἔδραμʼ ὀπίσσω, ^v-5-599

**600** ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ· ^v-5-600

**601** “ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον ^v-5-601

**602** αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· ^v-5-602

**603** τῷ δʼ αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει· ^v-5-603

**604** καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς. ^v-5-604

**605** ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω ^v-5-605

**606** εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.” ^v-5-606

**607** ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν. ^v-5-607

**608** ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης ^v-5-608

**609** εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε. ^v-5-609

**610** τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας· ^v-5-610

**611** στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, ^v-5-611

**612** καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ ^v-5-612

**613** ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα ^v-5-613

**614** ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας. ^v-5-614

**615** τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, ^v-5-615

**616** νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, ^v-5-616

**617** δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας ^v-5-617

**618** τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν ^v-5-618

**619** ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά. ^v-5-619

**620** αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος ^v-5-620

**621** ἐσπάσατʼ· οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ^v-5-621

**622** ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι. ^v-5-622

**623** δεῖσε δʼ ὅ γʼ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων, ^v-5-623

**624** οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχεʼ ἔχοντες, ^v-5-624

**625** οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ^v-5-625

**626** ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ^v-5-626

**627** ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην· ^v-5-627

**628** Τληπόλεμον δʼ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε ^v-5-628

**629** ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή. ^v-5-629

**630** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες ^v-5-630

**631** υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο, ^v-5-631

**632** τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε· ^v-5-632

**633** “Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη ^v-5-633

**634** πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί; ^v-5-634

**635** ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο ^v-5-635

**636** εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν ^v-5-636

**637** οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων· ^v-5-637

**638** ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην ^v-5-638

**639** εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα· ^v-5-639

**640** ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ^v-5-640

**641** ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν ^v-5-641

**642** Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς· ^v-5-642

**643** σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί. ^v-5-643

**644** οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι ^v-5-644

**645** ἐλθόντʼ ἐκ Λυκίης, οὐδʼ εἰ μάλα καρτερός ἐσσι, ^v-5-645

**646** ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.” ^v-5-646

**647** τὸν δʼ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα· ^v-5-647

**648** “Τληπόλεμʼ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν ^v-5-648

**649** ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος, ^v-5-649

**650** ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, ^v-5-650

**651** οὐδʼ ἀπέδωχʼ ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε. ^v-5-651

**652** σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ^v-5-652

**653** ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα ^v-5-653

**654** εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.” ^v-5-654

**655** ὣς φάτο Σαρπηδών, ὃ δʼ ἀνέσχετο μείλινον ἔγχος ^v-5-655

**656** Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ ^v-5-656

**657** ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον ^v-5-657

**658** Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθʼ ἀλεγεινή· ^v-5-658

**659** τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε. ^v-5-659

**660** Τληπόλεμος δʼ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ ^v-5-660

**661** βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα ^v-5-661

**662** ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν. ^v-5-662

**663** οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι ^v-5-663

**664** ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν ^v-5-664

**665** ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατʼ οὐδὲ νόησε ^v-5-665

**666** μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρʼ ἐπιβαίη ^v-5-666

**667** σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες. ^v-5-667

**668** Τληπόλεμον δʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ ^v-5-668

**669** ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς ^v-5-669

**670** τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· ^v-5-670

**671** μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ^v-5-671

**672** ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι, ^v-5-672

**673** ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο. ^v-5-673

**674** οὐδʼ ἄρʼ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν ^v-5-674

**675** ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· ^v-5-675

**676** τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη. ^v-5-676

**677** ἔνθʼ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε ^v-5-677

**678** Ἄλκανδρόν θʼ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. ^v-5-678

**679** καί νύ κʼ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς ^v-5-679

**680** εἰ μὴ ἄρʼ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· ^v-5-680

**681** βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ ^v-5-681

**682** δεῖμα φέρων Δαναοῖσι· χάρη δʼ ἄρα οἱ προσιόντι ^v-5-682

**683** Σαρπηδὼν Διὸς υἱός, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε· ^v-5-683

**684** “Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς ^v-5-684

**685** κεῖσθαι, ἀλλʼ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν ^v-5-685

**686** ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε ^v-5-686

**687** νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν ^v-5-687

**688** εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.” ^v-5-688

**689** ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ, ^v-5-689

**690** ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα ^v-5-690

**691** ὤσαιτʼ Ἀργείους, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο. ^v-5-691

**692** οἳ μὲν ἄρʼ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι ^v-5-692

**693** εἷσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ· ^v-5-693

**694** ἐκ δʼ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε ^v-5-694

**695** ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. ^v-5-695

**696** τὸν δʼ ἔλιπε ψυχή, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· ^v-5-696

**697** αὖτις δʼ ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο ^v-5-697

**698** ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν. ^v-5-698

**699** Ἀργεῖοι δʼ ὑπʼ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ ^v-5-699

**700** οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν ^v-5-700

**701** οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω ^v-5-701

**702** χάζονθʼ, ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα. ^v-5-702

**703** ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν ^v-5-703

**704** Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης; ^v-5-704

**705** ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην, ^v-5-705

**706** Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε, ^v-5-706

**707** Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην, ^v-5-707

**708** ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, ^v-5-708

**709** λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι ^v-5-709

**710** ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. ^v-5-710

**711** τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη ^v-5-711

**712** Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, ^v-5-712

**713** αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ^v-5-713

**714** “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, ^v-5-714

**715** ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ ^v-5-715

**716** Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, ^v-5-716

**717** εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. ^v-5-717

**718** ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.” ^v-5-718

**719** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. ^v-5-719

**720** ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους ^v-5-720

**721** Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο· ^v-5-721

**722** Ἥβη δʼ ἀμφʼ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα ^v-5-722

**723** χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς. ^v-5-723

**724** τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε ^v-5-724

**725** χάλκεʼ ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι· ^v-5-725

**726** πλῆμναι δʼ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν· ^v-5-726

**727** δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν ^v-5-727

**728** ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι. ^v-5-728

**729** τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπʼ ἄκρῳ ^v-5-729

**730** δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα ^v-5-730

**731** κάλʼ ἔβαλε χρύσειʼ· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη ^v-5-731

**732** ἵππους ὠκύποδας, μεμαυῖʼ ἔριδος καὶ ἀϋτῆς. ^v-5-732

**733** αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο ^v-5-733

**734** πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει ^v-5-734

**735** ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· ^v-5-735

**736** ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο ^v-5-736

**737** τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. ^v-5-737

**738** ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ αἰγίδα θυσσανόεσσαν ^v-5-738

**739** δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται, ^v-5-739

**740** ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, ^v-5-740

**741** ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου ^v-5-741

**742** δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο. ^v-5-742

**743** κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον ^v-5-743

**744** χρυσείην, ἑκατὸν πολίων πρυλέεσσʼ ἀραρυῖαν· ^v-5-744

**745** ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος ^v-5-745

**746** βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν ^v-5-746

**747** ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη. ^v-5-747

**748** Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους· ^v-5-748

**749** αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, ^v-5-749

**750** τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε ^v-5-750

**751** ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. ^v-5-751

**752** τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους· ^v-5-752

**753** εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων ^v-5-753

**754** ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο. ^v-5-754

**755** ἔνθʼ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη ^v-5-755

**756** Ζῆνʼ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε· ^v-5-756

**757** “Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα ^v-5-757

**758** ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν ^v-5-758

**759** μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δʼ ἄχος, οἳ δὲ ἕκηλοι ^v-5-759

**760** τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων ^v-5-760

**761** ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα; ^v-5-761

**762** Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα ^v-5-762

**763** λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;” ^v-5-763

**764** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-5-764

**765** “ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, ^v-5-765

**766** ἥ ἑ μάλιστʼ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.” ^v-5-766

**767** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, ^v-5-767

**768** μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην ^v-5-768

**769** μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. ^v-5-769

**770** ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν ^v-5-770

**771** ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον, ^v-5-771

**772** τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι. ^v-5-772

**773** ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε, ^v-5-773

**774** ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, ^v-5-774

**775** ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη ^v-5-775

**776** λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε· ^v-5-776

**777** τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι. ^v-5-777

**778** αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι ^v-5-778

**779** ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι· ^v-5-779

**780** ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι ^v-5-780

**781** ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο ^v-5-781

**782** εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν ^v-5-782

**783** ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, ^v-5-783

**784** ἔνθα στᾶσʼ ἤϋσε θεὰ λευκώλενος Ἥρη ^v-5-784

**785** Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, ^v-5-785

**786** ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα· ^v-5-786

**787** “αἰδὼς Ἀργεῖοι κάκʼ ἐλέγχεα εἶδος ἀγητοί· ^v-5-787

**788** ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς, ^v-5-788

**789** οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων ^v-5-789

**790** οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος· ^v-5-790

**791** νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.” ^v-5-791

**792** ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-5-792

**793** Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-5-793

**794** εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν ^v-5-794

**795** ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. ^v-5-795

**796** ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος ^v-5-796

**797** ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα, ^v-5-797

**798** ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ. ^v-5-798

**799** ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε· ^v-5-799

**800** “ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. ^v-5-800

**801** Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής· ^v-5-801

**802** καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον ^v-5-802

**803** οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν ^v-5-803

**804** ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας· ^v-5-804

**805** δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον· ^v-5-805

**806** αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ ^v-5-806

**807** κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα ^v-5-807

**808** ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα. ^v-5-808

**809** σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω, ^v-5-809

**810** καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· ^v-5-810

**811** ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν ^v-5-811

**812** ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα ^v-5-812

**813** Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.” ^v-5-813

**814** τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· ^v-5-814

**815** “γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο· ^v-5-815

**816** τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω. ^v-5-816

**817** οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος, ^v-5-817

**818** ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας· ^v-5-818

**819** οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι ^v-5-819

**820** τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ^v-5-820

**821** ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ. ^v-5-821

**822** τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους ^v-5-822

**823** Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας· ^v-5-823

**824** γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.” ^v-5-824

**825** τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· ^v-5-825

**826** “Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ ^v-5-826

**827** μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον ^v-5-827

**828** ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι· ^v-5-828

**829** ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους, ^v-5-829

**830** τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα ^v-5-830

**831** τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον, ^v-5-831

**832** ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων ^v-5-832

**833** Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, ^v-5-833

**834** νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.” ^v-5-834

**835** ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε, ^v-5-835

**836** χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν· ^v-5-836

**837** ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον ^v-5-837

**838** ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων ^v-5-838

**839** βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον. ^v-5-839

**840** λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη· ^v-5-840

**841** αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους. ^v-5-841

**842** ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν ^v-5-842

**843** Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν· ^v-5-843

**844** τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη ^v-5-844

**845** δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης. ^v-5-845

**846** ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον, ^v-5-846

**847** ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε ^v-5-847

**848** κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν, ^v-5-848

**849** αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο. ^v-5-849

**850** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ^v-5-850

**851** πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων ^v-5-851

**852** ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι· ^v-5-852

**853** καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη ^v-5-853

**854** ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι. ^v-5-854

**855** δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης ^v-5-855

**856** ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη ^v-5-856

**857** νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ· ^v-5-857

**858** τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν, ^v-5-858

**859** ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης ^v-5-859

**860** ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ^v-5-860

**861** ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος. ^v-5-861

**862** τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε ^v-5-862

**863** δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο. ^v-5-863

**864** οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ ^v-5-864

**865** καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, ^v-5-865

**866** τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης ^v-5-866

**867** φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. ^v-5-867

**868** καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον, ^v-5-868

**869** πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων, ^v-5-869

**870** δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, ^v-5-870

**871** καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-5-871

**872** “Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα; ^v-5-872

**873** αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν ^v-5-873

**874** ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες. ^v-5-874

**875** σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην ^v-5-875

**876** οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν. ^v-5-876

**877** ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ ^v-5-877

**878** σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος· ^v-5-878

**879** ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ, ^v-5-879

**880** ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον· ^v-5-880

**881** ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα ^v-5-881

**882** μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι. ^v-5-882

**883** Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, ^v-5-883

**884** αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος· ^v-5-884

**885** ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν ^v-5-885

**886** αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν, ^v-5-886

**887** ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.” ^v-5-887

**888** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς. ^v-5-888

**889** “μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. ^v-5-889

**890** ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν· ^v-5-890

**891** αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. ^v-5-891

**892** μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν ^v-5-892

**893** Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι· ^v-5-893

**894** τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν. ^v-5-894

**895** ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα· ^v-5-895

**896** ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ· ^v-5-896

**897** εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος ^v-5-897

**898** καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.” ^v-5-898

**899** ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι. ^v-5-899

**900** τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ^v-5-900

**901** ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο. ^v-5-901

**902** ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν ^v-5-902

**903** ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι, ^v-5-903

**904** ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. ^v-5-904

**905** τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε· ^v-5-905

**906** πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων. ^v-5-906

**907** αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο ^v-5-907

**908** Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη ^v-5-908

**909** παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων. ^v-5-909

### Livro 6

**1** Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· ^v-6-1

**2** πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο ^v-6-2

**3** ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα ^v-6-3

**4** μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων. ^v-6-4

**5** Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν ^v-6-5

**6** Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν, ^v-6-6

**7** ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο ^v-6-7

**8** υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε. ^v-6-8

**9** τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ^v-6-9

**10** ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω ^v-6-10

**11** αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν. ^v-6-11

**12** Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης ^v-6-12

**13** Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ ^v-6-13

**14** ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι. ^v-6-14

**15** πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. ^v-6-15

**16** ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον ^v-6-16

**17** πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα ^v-6-17

**18** αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων ^v-6-18

**19** ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην. ^v-6-19

**20** Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· ^v-6-20

**21** βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη ^v-6-21

**22** νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι. ^v-6-22

**23** Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος ^v-6-23

**24** πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ^v-6-24

**25** ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ^v-6-25

**26** ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. ^v-6-26

**27** καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα ^v-6-27

**28** Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. ^v-6-28

**29** Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· ^v-6-29

**30** Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ^v-6-30

**31** ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. ^v-6-31

**32** Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ ^v-6-32

**33** Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-6-33

**34** ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας ^v-6-34

**35** Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως ^v-6-35

**36** φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. ^v-6-36

**37** Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ^v-6-37

**38** ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο ^v-6-38

**39** ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ^v-6-39

**40** ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην ^v-6-40

**41** πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο, ^v-6-41

**42** αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη ^v-6-42

**43** πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη ^v-6-43

**44** Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος. ^v-6-44

**45** Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων· ^v-6-45

**46** “ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα· ^v-6-46

**47** πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται ^v-6-47

**48** χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, ^v-6-48

**49** τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα ^v-6-49

**50** εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.” ^v-6-50

**51** ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε· ^v-6-51

**52** καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ^v-6-52

**53** δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων ^v-6-53

**54** ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα· ^v-6-54

**55** “ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως ^v-6-55

**56** ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον ^v-6-56

**57** πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον ^v-6-57

**58** χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ ^v-6-58

**59** κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες ^v-6-59

**60** Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.” ^v-6-60

**61** ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως ^v-6-61

**62** αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ ^v-6-62

**63** ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων ^v-6-63

**64** οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ ^v-6-64

**65** λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. ^v-6-65

**66** Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας· ^v-6-66

**67** “ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος ^v-6-67

**68** μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε ^v-6-68

**69** μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, ^v-6-69

**70** ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι ^v-6-70

**71** νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.” ^v-6-71

**72** ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-6-72

**73** ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν ^v-6-73

**74** Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, ^v-6-74

**75** εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς ^v-6-75

**76** Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος· ^v-6-76

**77** “Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα ^v-6-77

**78** Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι ^v-6-78

**79** πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, ^v-6-79

**80** στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων ^v-6-80

**81** πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν ^v-6-81

**82** φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι. ^v-6-82

**83** αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας, ^v-6-83

**84** ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες, ^v-6-84

**85** καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· ^v-6-85

**86** Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα ^v-6-86

**87** μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς ^v-6-87

**88** νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ ^v-6-88

**89** οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο ^v-6-89

**90** πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος ^v-6-90

**91** εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ, ^v-6-91

**92** θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, ^v-6-92

**93** καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ^v-6-93

**94** ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ ^v-6-94

**95** ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, ^v-6-95

**96** ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς ^v-6-96

**97** ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο, ^v-6-97

**98** ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι. ^v-6-98

**99** οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ^v-6-99

**100** ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην ^v-6-100

**101** μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.” ^v-6-101

**102** ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν. ^v-6-102

**103** αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, ^v-6-103

**104** πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ^v-6-104

**105** ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. ^v-6-105

**106** οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· ^v-6-106

**107** Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο, ^v-6-107

**108** φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος ^v-6-108

**109** Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν. ^v-6-109

**110** Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· ^v-6-110

**111** “Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι ^v-6-111

**112** ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ^v-6-112

**113** ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν ^v-6-113

**114** εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι ^v-6-114

**115** δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.” ^v-6-115

**116** ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· ^v-6-116

**117** ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν ^v-6-117

**118** ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης. ^v-6-118

**119** Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς ^v-6-119

**120** ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. ^v-6-120

**121** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε, ^v-6-121

**122** τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης· ^v-6-122

**123** “τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων; ^v-6-123

**124** οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ ^v-6-124

**125** τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων ^v-6-125

**126** σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας· ^v-6-126

**127** δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν. ^v-6-127

**128** εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας, ^v-6-128

**129** οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. ^v-6-129

**130** οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος ^v-6-130

**131** δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν· ^v-6-131

**132** ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας ^v-6-132

**133** σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι ^v-6-133

**134** θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου ^v-6-134

**135** θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς ^v-6-135

**136** δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ ^v-6-136

**137** δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ. ^v-6-137

**138** τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες, ^v-6-138

**139** καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν ^v-6-139

**140** ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν· ^v-6-140

**141** οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι. ^v-6-141

**142** εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, ^v-6-142

**143** ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.” ^v-6-143

**144** τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός· ^v-6-144

**145** “Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; ^v-6-145

**146** οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν. ^v-6-146

**147** φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη ^v-6-147

**148** τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη· ^v-6-148

**149** ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει. ^v-6-149

**150** εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς ^v-6-150

**151** ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν· ^v-6-151

**152** ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, ^v-6-152

**153** ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν, ^v-6-153

**154** Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν, ^v-6-154

**155** αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην· ^v-6-155

**156** τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν ^v-6-156

**157** ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ, ^v-6-157

**158** ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν, ^v-6-158

**159** Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε. ^v-6-159

**160** τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια ^v-6-160

**161** κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι ^v-6-161

**162** πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην. ^v-6-162

**163** ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα· ^v-6-163

**164** “τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, ^v-6-164

**165** ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.” ^v-6-165

**166** ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε· ^v-6-166

**167** κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ, ^v-6-167

**168** πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ ^v-6-168

**169** γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά, ^v-6-169

**170** δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο. ^v-6-170

**171** αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ. ^v-6-171

**172** ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα, ^v-6-172

**173** προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης· ^v-6-173

**174** ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν. ^v-6-174

**175** ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς ^v-6-175

**176** καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι ^v-6-176

**177** ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο. ^v-6-177

**178** αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ, ^v-6-178

**179** πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε ^v-6-179

**180** πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων, ^v-6-180

**181** πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, ^v-6-181

**182** δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, ^v-6-182

**183** καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας. ^v-6-183

**184** δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· ^v-6-184

**185** καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. ^v-6-185

**186** τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας. ^v-6-186

**187** τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε· ^v-6-187

**188** κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους ^v-6-188

**189** εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο· ^v-6-189

**190** πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. ^v-6-190

**191** ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα ^v-6-191

**192** αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν, ^v-6-192

**193** δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης· ^v-6-193

**194** καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων ^v-6-194

**195** καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο. ^v-6-195

**196** ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ ^v-6-196

**197** Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν. ^v-6-197

**198** Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς, ^v-6-198

**199** ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν. ^v-6-199

**200** ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ^v-6-200

**201** ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο ^v-6-201

**202** ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων· ^v-6-202

**203** Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο ^v-6-203

**204** μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι· ^v-6-204

**205** τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. ^v-6-205

**206** Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι· ^v-6-206

**207** πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν ^v-6-207

**208** αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων, ^v-6-208

**209** μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι ^v-6-209

**210** ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. ^v-6-210

**211** ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.” ^v-6-211

**212** ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης· ^v-6-212

**213** ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ, ^v-6-213

**214** αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν· ^v-6-214

**215** “ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός· ^v-6-215

**216** Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην ^v-6-216

**217** ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας· ^v-6-217

**218** οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά· ^v-6-218

**219** Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, ^v-6-219

**220** Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον ^v-6-220

**221** καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι. ^v-6-221

**222** Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα ^v-6-222

**223** κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν. ^v-6-223

**224** τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ ^v-6-224

**225** εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. ^v-6-225

**226** ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου· ^v-6-226

**227** πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι ^v-6-227

**228** κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω, ^v-6-228

**229** πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι. ^v-6-229

**230** τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε ^v-6-230

**231** γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι.” ^v-6-231

**232** ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε ^v-6-232

**233** χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο· ^v-6-233

**234** ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, ^v-6-234

**235** ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε ^v-6-235

**236** χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων. ^v-6-236

**237** Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν, ^v-6-237

**238** ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες ^v-6-238

**239** εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε ^v-6-239

**240** καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει ^v-6-240

**241** πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο. ^v-6-241

**242** ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε ^v-6-242

**243** ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ ^v-6-243

**244** πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο ^v-6-244

**245** πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες ^v-6-245

**246** κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, ^v-6-246

**247** κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς ^v-6-247

**248** δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο ^v-6-248

**249** πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ ^v-6-249

**250** κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν· ^v-6-250

**251** ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ ^v-6-251

**252** Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην· ^v-6-252

**253** ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-6-253

**254** “τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας; ^v-6-254

**255** ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν ^v-6-255

**256** μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν ^v-6-256

**257** ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν. ^v-6-257

**258** ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω, ^v-6-258

**259** ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι ^v-6-259

**260** πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. ^v-6-260

**261** ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει, ^v-6-261

**262** ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.” ^v-6-262

**263** τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ· ^v-6-263

**264** “μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, ^v-6-264

**265** μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι· ^v-6-265

**266** χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον ^v-6-266

**267** ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι ^v-6-267

**268** αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι. ^v-6-268

**269** ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης ^v-6-269

**270** ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς· ^v-6-270

**271** πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος ^v-6-271

**272** ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ, ^v-6-272

**273** τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, ^v-6-273

**274** καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ^v-6-274

**275** ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ ^v-6-275

**276** ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, ^v-6-276

**277** αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς ^v-6-277

**278** ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο. ^v-6-278

**279** ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης ^v-6-279

**280** ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω ^v-6-280

**281** αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι ^v-6-281

**282** γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα ^v-6-282

**283** Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν. ^v-6-283

**284** εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω ^v-6-284

**285** φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.” ^v-6-285

**286** ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι ^v-6-286

**287** κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς. ^v-6-287

**288** αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, ^v-6-288

**289** ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν ^v-6-289

**290** Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ^v-6-290

**291** ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον, ^v-6-291

**292** τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν· ^v-6-292

**293** τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ, ^v-6-293

**294** ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ^v-6-294

**295** ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. ^v-6-295

**296** βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί. ^v-6-296

**297** αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ, ^v-6-297

**298** τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος ^v-6-298

**299** Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο· ^v-6-299

**300** τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. ^v-6-300

**301** αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον· ^v-6-301

**302** ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος ^v-6-302

**303** θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, ^v-6-303

**304** εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο· ^v-6-304

**305** “πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων ^v-6-305

**306** ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν ^v-6-306

**307** πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων, ^v-6-307

**308** ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ^v-6-308

**309** ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς ^v-6-309

**310** ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.” ^v-6-310

**311** ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη. ^v-6-311

**312** ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο, ^v-6-312

**313** Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει ^v-6-313

**314** καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι ^v-6-314

**315** ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, ^v-6-315

**316** οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν ^v-6-316

**317** ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ. ^v-6-317

**318** ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ ^v-6-318

**319** ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς ^v-6-319

**320** αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. ^v-6-320

**321** τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα ^v-6-321

**322** ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα· ^v-6-322

**323** Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν ^v-6-323

**324** ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε. ^v-6-324

**325** τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· ^v-6-325

**326** “δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ, ^v-6-326

**327** λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος ^v-6-327

**328** μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε ^v-6-328

**329** ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ, ^v-6-329

**330** ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. ^v-6-330

**331** ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.” ^v-6-331

**332** τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· ^v-6-332

**333** “Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν, ^v-6-333

**334** τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον· ^v-6-334

**335** οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι ^v-6-335

**336** ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι. ^v-6-336

**337** νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν ^v-6-337

**338** ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ ^v-6-338

**339** λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας. ^v-6-339

**340** ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω· ^v-6-340

**341** ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.” ^v-6-341

**342** ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ· ^v-6-342

**343** τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι· ^v-6-343

**344** “δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης, ^v-6-344

**345** ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ ^v-6-345

**346** οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα ^v-6-346

**347** εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, ^v-6-347

**348** ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι. ^v-6-348

**349** αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο, ^v-6-349

**350** ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, ^v-6-350

**351** ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων. ^v-6-351

**352** τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω ^v-6-352

**353** ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω. ^v-6-353

**354** ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ ^v-6-354

**355** δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν ^v-6-355

**356** εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης, ^v-6-356

**357** οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω ^v-6-357

**358** ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.” ^v-6-358

**359** τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ ^v-6-359

**360** “μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις· ^v-6-360

**361** ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω ^v-6-361

**362** Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν. ^v-6-362

**363** ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός, ^v-6-363

**364** ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα. ^v-6-364

**365** καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι ^v-6-365

**366** οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. ^v-6-366

**367** οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις, ^v-6-367

**368** ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.” ^v-6-368

**369** ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· ^v-6-369

**370** αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας, ^v-6-370

**371** οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν, ^v-6-371

**372** ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ ^v-6-372

**373** πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε. ^v-6-373

**374** Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν ^v-6-374

**375** ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν· ^v-6-375

**376** “εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε· ^v-6-376

**377** πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο; ^v-6-377

**378** ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων ^v-6-378

**379** ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι ^v-6-379

**380** Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;” ^v-6-380

**381** τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν· ^v-6-381

**382** “Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι, ^v-6-382

**383** οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων ^v-6-383

**384** οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι ^v-6-384

**385** Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, ^v-6-385

**386** ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε ^v-6-386

**387** τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν. ^v-6-387

**388** ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει ^v-6-388

**389** μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.” ^v-6-389

**390** ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ ^v-6-390

**391** τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς. ^v-6-391

**392** εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ ^v-6-392

**393** Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ, ^v-6-393

**394** ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα ^v-6-394

**395** Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος ^v-6-395

**396** Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ ^v-6-396

**397** Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων· ^v-6-397

**398** τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ. ^v-6-398

**399** ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ ^v-6-399

**400** παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως ^v-6-400

**401** Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ, ^v-6-401

**402** τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι ^v-6-402

**403** Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ. ^v-6-403

**404** ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ· ^v-6-404

**405** Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα, ^v-6-405

**406** ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-6-406

**407** “δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις ^v-6-407

**408** παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη ^v-6-408

**409** σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ ^v-6-409

**410** πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη ^v-6-410

**411** σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη ^v-6-411

**412** ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς ^v-6-412

**413** ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ. ^v-6-413

**414** ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, ^v-6-414

**415** ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν ^v-6-415

**416** Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα, ^v-6-416

**417** οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ, ^v-6-417

**418** ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν ^v-6-418

**419** ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν ^v-6-419

**420** νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο. ^v-6-420

**421** οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν ^v-6-421

**422** οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω· ^v-6-422

**423** πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς ^v-6-423

**424** βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι. ^v-6-424

**425** μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ, ^v-6-425

**426** τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν, ^v-6-426

**427** ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα, ^v-6-427

**428** πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα. ^v-6-428

**429** Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ ^v-6-429

**430** ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης· ^v-6-430

**431** ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ, ^v-6-431

**432** μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα· ^v-6-432

**433** λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα ^v-6-433

**434** ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος. ^v-6-434

**435** τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι ^v-6-435

**436** ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα ^v-6-436

**437** ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν· ^v-6-437

**438** ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς, ^v-6-438

**439** ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.” ^v-6-439

**440** τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· ^v-6-440

**441** “ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς ^v-6-441

**442** αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, ^v-6-442

**443** αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο· ^v-6-443

**444** οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς ^v-6-444

**445** αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι ^v-6-445

**446** ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ. ^v-6-446

**447** εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ^v-6-447

**448** ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ ^v-6-448

**449** καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. ^v-6-449

**450** ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, ^v-6-450

**451** οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος ^v-6-451

**452** οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ ^v-6-452

**453** ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν, ^v-6-453

**454** ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων ^v-6-454

**455** δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας· ^v-6-455

**456** καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις, ^v-6-456

**457** καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης ^v-6-457

**458** πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη· ^v-6-458

**459** καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν· ^v-6-459

**460** “Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι ^v-6-460

**461** Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.” ^v-6-461

**462** ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος ^v-6-462

**463** χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ. ^v-6-463

**464** ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι ^v-6-464

**465** πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.” ^v-6-465

**466** ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ· ^v-6-466

**467** ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης ^v-6-467

**468** ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς ^v-6-468

**469** ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, ^v-6-469

**470** δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας. ^v-6-470

**471** ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ· ^v-6-471

**472** αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ, ^v-6-472

**473** καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν· ^v-6-473

**474** αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν ^v-6-474

**475** εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι· ^v-6-475

**476** “Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι ^v-6-476

**477** παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν, ^v-6-477

**478** ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν· ^v-6-478

**479** καί ποτέ τις εἴποι “πατρός γʼ ὅδε πολλὸν ἀμείνων” ^v-6-479

**480** ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα ^v-6-480

**481** κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.” ^v-6-481

**482** ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε ^v-6-482

**483** παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ ^v-6-483

**484** δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας, ^v-6-484

**485** χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-6-485

**486** “δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ· ^v-6-486

**487** οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει· ^v-6-487

**488** μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, ^v-6-488

**489** οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται. ^v-6-489

**490** ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε ^v-6-490

**491** ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ^v-6-491

**492** ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει ^v-6-492

**493** πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.” ^v-6-493

**494** ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ ^v-6-494

**495** ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει ^v-6-495

**496** ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα. ^v-6-496

**497** αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας ^v-6-497

**498** Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς ^v-6-498

**499** ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν. ^v-6-499

**500** αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· ^v-6-500

**501** οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο ^v-6-501

**502** ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν. ^v-6-502

**503** οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν, ^v-6-503

**504** ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, ^v-6-504

**505** σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. ^v-6-505

**506** ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ ^v-6-506

**507** δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων ^v-6-507

**508** εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο ^v-6-508

**509** κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ^v-6-509

**510** ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς ^v-6-510

**511** ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· ^v-6-511

**512** ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης ^v-6-512

**513** τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει ^v-6-513

**514** καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα ^v-6-514

**515** Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε ^v-6-515

**516** στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί. ^v-6-516

**517** τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής· ^v-6-517

**518** “ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω ^v-6-518

**519** δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;” ^v-6-519

**520** τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ· ^v-6-520

**521** “δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη ^v-6-521

**522** ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι· ^v-6-522

**523** ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ ^v-6-523

**524** ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω ^v-6-524

**525** πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο. ^v-6-525

**526** ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς ^v-6-526

**527** δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι ^v-6-527

**528** κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν ^v-6-528

**529** ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.” ^v-6-529

### Livro 7

**1** ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, ^v-7-1

**2** τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ ^v-7-2

**3** ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι. ^v-7-3

**4** ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν ^v-7-4

**5** οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι ^v-7-5

**6** πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται, ^v-7-6

**7** ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην. ^v-7-7

**8** ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος ^v-7-8

**9** Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης ^v-7-9

**10** γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· ^v-7-10

**11** Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι ^v-7-11

**12** αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα. ^v-7-12

**13** Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν ^v-7-13

**14** Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην ^v-7-14

**15** Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων ^v-7-15

**16** ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα. ^v-7-16

**17** τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη ^v-7-17

**18** Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, ^v-7-18

**19** βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα ^v-7-19

**20** Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων ^v-7-20

**21** Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην· ^v-7-21

**22** ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ. ^v-7-22

**23** τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ^v-7-23

**24** “τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο ^v-7-24

**25** ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; ^v-7-25

**26** ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην ^v-7-26

**27** δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις. ^v-7-27

**28** ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη· ^v-7-28

**29** νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα ^v-7-29

**30** σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ ^v-7-30

**31** Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ ^v-7-31

**32** ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.” ^v-7-32

**33** τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-7-33

**34** “ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ ^v-7-34

**35** ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. ^v-7-35

**36** ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;” ^v-7-36

**37** τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ^v-7-37

**38** “Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο, ^v-7-38

**39** ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος ^v-7-39

**40** ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, ^v-7-40

**41** οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ ^v-7-41

**42** οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.” ^v-7-42

**43** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. ^v-7-43

**44** τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ ^v-7-44

**45** βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· ^v-7-45

**46** στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν· ^v-7-46

**47** “Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε ^v-7-47

**48** ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι· ^v-7-48

**49** ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, ^v-7-49

**50** αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος ^v-7-50

**51** ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι· ^v-7-51

**52** οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν· ^v-7-52

**53** ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.” ^v-7-53

**54** ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας, ^v-7-54

**55** καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, ^v-7-55

**56** μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες. ^v-7-56

**57** κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς· ^v-7-57

**58** κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων ^v-7-58

**59** ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι ^v-7-59

**60** φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο ^v-7-60

**61** ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ ^v-7-61

**62** ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. ^v-7-62

**63** οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ ^v-7-63

**64** ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς, ^v-7-64

**65** τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε ^v-7-65

**66** ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε· ^v-7-66

**67** “κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ ^v-7-67

**68** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ^v-7-68

**69** ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, ^v-7-69

**70** ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν ^v-7-70

**71** εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε ^v-7-71

**72** ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν. ^v-7-72

**73** ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν· ^v-7-73

**74** τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει ^v-7-74

**75** δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. ^v-7-75

**76** ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω· ^v-7-76

**77** εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, ^v-7-77

**78** τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, ^v-7-78

**79** σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με ^v-7-79

**80** Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. ^v-7-80

**81** εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, ^v-7-81

**82** τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν, ^v-7-82

**83** καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, ^v-7-83

**84** τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, ^v-7-84

**85** ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, ^v-7-85

**86** σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. ^v-7-86

**87** καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων ^v-7-87

**88** νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον· ^v-7-88

**89** “ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, ^v-7-89

**90** ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.” ^v-7-90

**91** ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.” ^v-7-91

**92** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· ^v-7-92

**93** αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι· ^v-7-93

**94** ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε ^v-7-94

**95** νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ· ^v-7-95

**96** “ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί· ^v-7-96

**97** ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς ^v-7-97

**98** εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν. ^v-7-98

**99** ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε ^v-7-99

**100** ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως· ^v-7-100

**101** τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε ^v-7-101

**102** νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.” ^v-7-102

**103** ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά. ^v-7-103

**104** ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ ^v-7-104

**105** Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, ^v-7-105

**106** εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν, ^v-7-106

**107** αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ^v-7-107

**108** δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-7-108

**109** “ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ ^v-7-109

**110** ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ, ^v-7-110

**111** μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι ^v-7-111

**112** Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι. ^v-7-112

**113** καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ ^v-7-113

**114** ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων. ^v-7-114

**115** ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, ^v-7-115

**116** τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί. ^v-7-116

**117** εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος, ^v-7-117

**118** φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι ^v-7-118

**119** δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.” ^v-7-119

**120** ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως ^v-7-120

**121** αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα ^v-7-121

**122** γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο· ^v-7-122

**123** Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν· ^v-7-123

**124** “ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει. ^v-7-124

**125** ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς ^v-7-125

**126** ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής, ^v-7-126

**127** ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ ^v-7-127

**128** πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε. ^v-7-128

**129** τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι, ^v-7-129

**130** πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι ^v-7-130

**131** θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω. ^v-7-131

**132** αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ^v-7-132

**133** ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο ^v-7-133

**134** ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι ^v-7-134

**135** Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. ^v-7-135

**136** τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς ^v-7-136

**137** τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος ^v-7-137

**138** δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην ^v-7-138

**139** ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες ^v-7-139

**140** οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, ^v-7-140

**141** ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας. ^v-7-141

**142** τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, ^v-7-142

**143** στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον ^v-7-143

**144** χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς ^v-7-144

**145** δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη· ^v-7-145

**146** τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. ^v-7-146

**147** καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· ^v-7-147

**148** αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, ^v-7-148

**149** δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι· ^v-7-149

**150** τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους. ^v-7-150

**151** οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη· ^v-7-151

**152** ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν ^v-7-152

**153** θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων· ^v-7-153

**154** καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη. ^v-7-154

**155** τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· ^v-7-155

**156** πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα. ^v-7-156

**157** εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη· ^v-7-157

**158** τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ. ^v-7-158

**159** ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν ^v-7-159

**160** οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.” ^v-7-160

**161** ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν. ^v-7-161

**162** ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ^v-7-162

**163** τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, ^v-7-163

**164** τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, ^v-7-164

**165** τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος ^v-7-165

**166** Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, ^v-7-166

**167** τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, ^v-7-167

**168** ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς· ^v-7-168

**169** πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ. ^v-7-169

**170** τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ· ^v-7-170

**171** “κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν· ^v-7-171

**172** οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, ^v-7-172

**173** καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι ^v-7-173

**174** δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.” ^v-7-174

**175** ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, ^v-7-175

**176** ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο. ^v-7-176

**177** λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον· ^v-7-177

**178** ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· ^v-7-178

**179** “Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ^v-7-179

**180** ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.” ^v-7-180

**181** ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ, ^v-7-181

**182** ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ ^v-7-182

**183** Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ ^v-7-183

**184** δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. ^v-7-184

**185** οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. ^v-7-185

**186** ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ ^v-7-186

**187** ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας, ^v-7-187

**188** ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς, ^v-7-188

**189** γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ. ^v-7-189

**190** τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε· ^v-7-190

**191** “ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς ^v-7-191

**192** θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον. ^v-7-192

**193** ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, ^v-7-193

**194** τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι ^v-7-194

**195** σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, ^v-7-195

**196** ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης· ^v-7-196

**197** οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται ^v-7-197

**198** οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως ^v-7-198

**199** ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.” ^v-7-199

**200** ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι· ^v-7-200

**201** ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· ^v-7-201

**202** “Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε ^v-7-202

**203** δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι· ^v-7-203

**204** εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, ^v-7-204

**205** ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.” ^v-7-205

**206** ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ. ^v-7-206

**207** αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα, ^v-7-207

**208** σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης, ^v-7-208

**209** ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων ^v-7-209

**210** θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι. ^v-7-210

**211** τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν ^v-7-211

**212** μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν ^v-7-212

**213** ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος. ^v-7-213

**214** τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, ^v-7-214

**215** Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, ^v-7-215

**216** Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν· ^v-7-216

**217** ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι ^v-7-217

**218** ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ. ^v-7-218

**219** Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον ^v-7-219

**220** χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων ^v-7-220

**221** σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων, ^v-7-221

**222** ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον ^v-7-222

**223** ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν. ^v-7-223

**224** τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας ^v-7-224

**225** στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· ^v-7-225

**226** “Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος ^v-7-226

**227** οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι ^v-7-227

**228** καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. ^v-7-228

**229** ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι ^v-7-229

**230** κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν· ^v-7-230

**231** ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν ^v-7-231

**232** καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.” ^v-7-232

**233** τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· ^v-7-233

**234** “Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν ^v-7-234

**235** μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε ^v-7-235

**236** ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα. ^v-7-236

**237** αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε· ^v-7-237

**238** οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν ^v-7-238

**239** ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν· ^v-7-239

**240** οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων· ^v-7-240

**241** οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ. ^v-7-241

**242** ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα ^v-7-242

**243** λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.” ^v-7-243

**244** ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, ^v-7-244

**245** καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον ^v-7-245

**246** ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ. ^v-7-246

**247** ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, ^v-7-247

**248** ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε ^v-7-248

**249** Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος, ^v-7-249

**250** καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην. ^v-7-250

**251** διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, ^v-7-251

**252** καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· ^v-7-252

**253** ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα ^v-7-253

**254** ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. ^v-7-254

**255** τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω ^v-7-255

**256** σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν ^v-7-256

**257** ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν. ^v-7-257

**258** Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί, ^v-7-258

**259** οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή. ^v-7-259

**260** Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ ^v-7-260

**261** ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα, ^v-7-261

**262** τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα, ^v-7-262

**263** ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ, ^v-7-263

**264** ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ ^v-7-264

**265** κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· ^v-7-265

**266** τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον ^v-7-266

**267** μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός. ^v-7-267

**268** δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας ^v-7-268

**269** ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, ^v-7-269

**270** εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, ^v-7-270

**271** βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη ^v-7-271

**272** ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων. ^v-7-272

**273** καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο, ^v-7-273

**274** εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν ^v-7-274

**275** ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων, ^v-7-275

**276** Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω· ^v-7-276

**277** μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον ^v-7-277

**278** κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς· ^v-7-278

**279** “μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον· ^v-7-279

**280** ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, ^v-7-280

**281** ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες. ^v-7-281

**282** νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.” ^v-7-282

**283** τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· ^v-7-283

**284** “Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· ^v-7-284

**285** αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. ^v-7-285

**286** ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.” ^v-7-286

**287** τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· ^v-7-287

**288** “Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε ^v-7-288

**289** καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, ^v-7-289

**290** νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος ^v-7-290

**291** σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων ^v-7-291

**292** ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. ^v-7-292

**293** νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι, ^v-7-293

**294** ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς, ^v-7-294

**295** σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· ^v-7-295

**296** αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος ^v-7-296

**297** Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, ^v-7-297

**298** αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. ^v-7-298

**299** δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, ^v-7-299

**300** ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε· ^v-7-300

**301** “ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, ^v-7-301

**302** ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.”” ^v-7-302

**303** ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον ^v-7-303

**304** σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι· ^v-7-304

**305** Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. ^v-7-305

**306** τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν ^v-7-306

**307** ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν, ^v-7-307

**308** ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, ^v-7-308

**309** Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· ^v-7-309

**310** καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. ^v-7-310

**311** Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ ^v-7-311

**312** εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ. ^v-7-312

**313** οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, ^v-7-313

**314** τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-7-314

**315** ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. ^v-7-315

**316** τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, ^v-7-316

**317** μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ^v-7-317

**318** ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. ^v-7-318

**319** αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, ^v-7-319

**320** δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· ^v-7-320

**321** νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν ^v-7-321

**322** ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων. ^v-7-322

**323** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-7-323

**324** τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν ^v-7-324

**325** Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· ^v-7-325

**326** ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-7-326

**327** “Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, ^v-7-327

**328** πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, ^v-7-328

**329** τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον ^v-7-329

**330** ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον· ^v-7-330

**331** τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν, ^v-7-331

**332** αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς ^v-7-332

**333** βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς ^v-7-333

**334** τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος ^v-7-334

**335** οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. ^v-7-335

**336** τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες ^v-7-336

**337** ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα ^v-7-337

**338** πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν. ^v-7-338

**339** ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, ^v-7-339

**340** ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· ^v-7-340

**341** ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, ^v-7-341

**342** ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, ^v-7-342

**343** μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.” ^v-7-343

**344** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες. ^v-7-344

**345** Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ ^v-7-345

**346** δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι· ^v-7-346

**347** τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν· ^v-7-347

**348** “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, ^v-7-348

**349** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ^v-7-349

**350** δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ ^v-7-350

**351** δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ ^v-7-351

**352** ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν ^v-7-352

**353** ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.” ^v-7-353

**354** ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη ^v-7-354

**355** δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, ^v-7-355

**356** ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-7-356

**357** “Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις· ^v-7-357

**358** οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. ^v-7-358

**359** εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ^v-7-359

**360** ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. ^v-7-360

**361** αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω· ^v-7-361

**362** ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω· ^v-7-362

**363** κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ ^v-7-363

**364** πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.” ^v-7-364

**365** ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη ^v-7-365

**366** Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, ^v-7-366

**367** ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· ^v-7-367

**368** “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, ^v-7-368

**369** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ^v-7-369

**370** νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, ^v-7-370

**371** καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος· ^v-7-371

**372** ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας ^v-7-372

**373** εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ ^v-7-373

**374** μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· ^v-7-374

**375** καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι ^v-7-375

**376** παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς ^v-7-376

**377** κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων ^v-7-377

**378** ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.” ^v-7-378

**379** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο· ^v-7-379

**380** δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν· ^v-7-380

**381** ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας· ^v-7-381

**382** τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος ^v-7-382

**383** νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι ^v-7-383

**384** στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ· ^v-7-384

**385** “Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν ^v-7-385

**386** ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ ^v-7-386

**387** εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, ^v-7-387

**388** μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· ^v-7-388

**389** κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ^v-7-389

**390** ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι· ^v-7-390

**391** πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι· ^v-7-391

**392** κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο ^v-7-392

**393** οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται. ^v-7-393

**394** καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε ^v-7-394

**395** παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς ^v-7-395

**396** κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων ^v-7-396

**397** ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.” ^v-7-397

**398** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· ^v-7-398

**399** ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· ^v-7-399

**400** “μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω ^v-7-400

**401** μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν ^v-7-401

**402** ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.” ^v-7-402

**403** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν ^v-7-403

**404** μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο· ^v-7-404

**405** καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· ^v-7-405

**406** “Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις ^v-7-406

**407** ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως ^v-7-407

**408** ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω· ^v-7-408

**409** οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων ^v-7-409

**410** γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. ^v-7-410

**411** ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.” ^v-7-411

**412** ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν, ^v-7-412

**413** ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν. ^v-7-413

**414** οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες ^v-7-414

**415** πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι ^v-7-415

**416** Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε ^v-7-416

**417** στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα, ^v-7-417

**418** ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην· ^v-7-418

**419** Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν ^v-7-419

**420** ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην. ^v-7-420

**421** Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ^v-7-421

**422** ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο ^v-7-422

**423** οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν. ^v-7-423

**424** ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον· ^v-7-424

**425** ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα ^v-7-425

**426** δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν. ^v-7-426

**427** οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ ^v-7-427

**428** νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, ^v-7-428

**429** ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. ^v-7-429

**430** ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ ^v-7-430

**431** νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, ^v-7-431

**432** ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας. ^v-7-432

**433** ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ, ^v-7-433

**434** τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, ^v-7-434

**435** τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες ^v-7-435

**436** ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν ^v-7-436

**437** πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν. ^v-7-437

**438** ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, ^v-7-438

**439** ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· ^v-7-439

**440** ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν ^v-7-440

**441** εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν. ^v-7-441

**442** ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί· ^v-7-442

**443** οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ ^v-7-443

**444** θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων. ^v-7-444

**445** τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· ^v-7-445

**446** “Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν ^v-7-446

**447** ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει; ^v-7-447

**448** οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ ^v-7-448

**449** τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ^v-7-449

**450** ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας; ^v-7-450

**451** τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς· ^v-7-451

**452** τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων ^v-7-452

**453** ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.” ^v-7-453

**454** τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ^v-7-454

**455** “ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες. ^v-7-455

**456** ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα, ^v-7-456

**457** ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε· ^v-7-457

**458** σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς. ^v-7-458

**459** ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ ^v-7-459

**460** οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν ^v-7-460

**461** τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι, ^v-7-461

**462** αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι, ^v-7-462

**463** ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.” ^v-7-463

**464** ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-7-464

**465** δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, ^v-7-465

**466** βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο. ^v-7-466

**467** νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι ^v-7-467

**468** πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος, ^v-7-468

**469** τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν. ^v-7-469

**470** χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ ^v-7-470

**471** δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα. ^v-7-471

**472** ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί, ^v-7-472

**473** ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ, ^v-7-473

**474** ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν, ^v-7-474

**475** ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν. ^v-7-475

**476** παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ ^v-7-476

**477** δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι· ^v-7-477

**478** παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς ^v-7-478

**479** σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει· ^v-7-479

**480** οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη ^v-7-480

**481** πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι. ^v-7-481

**482** κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο. ^v-7-482

### Livro 8

**1** Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, ^v-8-1

**2** Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος ^v-8-2

**3** ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· ^v-8-3

**4** αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον· ^v-8-4

**5** “κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, ^v-8-5

**6** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ^v-8-6

**7** μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην ^v-8-7

**8** πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες ^v-8-8

**9** αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. ^v-8-9

**10** ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ^v-8-10

**11** ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι ^v-8-11

**12** πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ· ^v-8-12

**13** ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα ^v-8-13

**14** τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον, ^v-8-14

**15** ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, ^v-8-15

**16** τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης· ^v-8-16

**17** γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων. ^v-8-17

**18** εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες· ^v-8-18

**19** σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες ^v-8-19

**20** πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· ^v-8-20

**21** ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ ^v-8-21

**22** Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε. ^v-8-22

**23** ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, ^v-8-23

**24** αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ· ^v-8-24

**25** σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο ^v-8-25

**26** δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο. ^v-8-26

**27** τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.” ^v-8-27

**28** ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ^v-8-28

**29** μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν. ^v-8-29

**30** ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-8-30

**31** “ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων ^v-8-31

**32** εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν· ^v-8-32

**33** ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, ^v-8-33

**34** οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. ^v-8-34

**35** ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις· ^v-8-35

**36** βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, ^v-8-36

**37** ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.” ^v-8-37

**38** τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς· ^v-8-38

**39** “θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ ^v-8-39

**40** πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.” ^v-8-40

**41** ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω ^v-8-41

**42** ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, ^v-8-42

**43** χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην ^v-8-43

**44** χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου, ^v-8-44

**45** μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην ^v-8-45

**46** μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. ^v-8-46

**47** Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν ^v-8-47

**48** Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις. ^v-8-48

**49** ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε ^v-8-49

**50** λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν. ^v-8-50

**51** αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων ^v-8-51

**52** εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν. ^v-8-52

**53** οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ ^v-8-53

**54** ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο. ^v-8-54

**55** Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο ^v-8-55

**56** παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι ^v-8-56

**57** χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν. ^v-8-57

**58** πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός, ^v-8-58

**59** πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ^v-8-59

**60** οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο ^v-8-60

**61** σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν ^v-8-61

**62** χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ^v-8-62

**63** ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ^v-8-63

**64** ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ^v-8-64

**65** ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα. ^v-8-65

**66** ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, ^v-8-66

**67** τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός. ^v-8-67

**68** ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, ^v-8-68

**69** καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα· ^v-8-69

**70** ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο ^v-8-70

**71** Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, ^v-8-71

**72** ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν. ^v-8-72

**73** αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ ^v-8-73

**74** ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν· ^v-8-74

**75** αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ ^v-8-75

**76** ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες ^v-8-76

**77** θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν. ^v-8-77

**78** ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων, ^v-8-78

**79** οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος· ^v-8-79

**80** Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν ^v-8-80

**81** οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ ^v-8-81

**82** δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο ^v-8-82

**83** ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων ^v-8-83

**84** κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. ^v-8-84

**85** ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ, ^v-8-85

**86** σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. ^v-8-86

**87** ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε ^v-8-87

**88** φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι ^v-8-88

**89** ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες ^v-8-89

**90** Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν ^v-8-90

**91** εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης· ^v-8-91

**92** σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα· ^v-8-92

**93** “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ^v-8-93

**94** πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ; ^v-8-94

**95** μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ· ^v-8-95

**96** ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.” ^v-8-96

**97** ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς, ^v-8-97

**98** ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν. ^v-8-98

**99** Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη, ^v-8-99

**100** στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος, ^v-8-100

**101** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-8-101

**102** “ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, ^v-8-102

**103** σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει, ^v-8-103

**104** ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι. ^v-8-104

**105** ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι ^v-8-105

**106** οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο ^v-8-106

**107** κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, ^v-8-107

**108** οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο. ^v-8-108

**109** τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ ^v-8-109

**110** Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ ^v-8-110

**111** εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.” ^v-8-111

**112** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. ^v-8-112

**113** Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην ^v-8-113

**114** ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ. ^v-8-114

**115** τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· ^v-8-115

**116** Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα, ^v-8-116

**117** μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο. ^v-8-117

**118** τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός· ^v-8-118

**119** καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα ^v-8-119

**120** υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα ^v-8-120

**121** ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν. ^v-8-121

**122** ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι ^v-8-122

**123** ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε. ^v-8-123

**124** Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο· ^v-8-124

**125** τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου ^v-8-125

**126** κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν ^v-8-126

**127** ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν ^v-8-127

**128** Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων ^v-8-128

**129** ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν. ^v-8-129

**130** ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, ^v-8-130

**131** καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες, ^v-8-131

**132** εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε· ^v-8-132

**133** βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν, ^v-8-133

**134** κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε· ^v-8-134

**135** δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, ^v-8-135

**136** τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι· ^v-8-136

**137** Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα, ^v-8-137

**138** δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε· ^v-8-138

**139** “Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους. ^v-8-139

**140** ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή; ^v-8-140

**141** νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει ^v-8-141

**142** σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι, ^v-8-142

**143** δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο ^v-8-143

**144** οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.” ^v-8-144

**145** τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· ^v-8-145

**146** “ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· ^v-8-146

**147** ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· ^v-8-147

**148** Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων· ^v-8-148

**149** Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας. ^v-8-149

**150** ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.” ^v-8-150

**151** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-8-151

**152** “ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. ^v-8-152

**153** εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, ^v-8-153

**154** ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες ^v-8-154

**155** καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, ^v-8-155

**156** τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.” ^v-8-156

**157** ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους ^v-8-157

**158** αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ ^v-8-158

**159** ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο. ^v-8-159

**160** τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· ^v-8-160

**161** “Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι ^v-8-161

**162** ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι· ^v-8-162

**163** νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο. ^v-8-163

**164** ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο ^v-8-164

**165** πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας ^v-8-165

**166** ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.” ^v-8-166

**167** ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν ^v-8-167

**168** ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι. ^v-8-168

**169** τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-8-169

**170** τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς ^v-8-170

**171** σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην. ^v-8-171

**172** Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· ^v-8-172

**173** “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ^v-8-173

**174** ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. ^v-8-174

**175** γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων ^v-8-175

**176** νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα· ^v-8-176

**177** νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο ^v-8-177

**178** ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει· ^v-8-178

**179** ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν. ^v-8-179

**180** ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, ^v-8-180

**181** μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, ^v-8-181

**182** ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς ^v-8-182

**183** Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.” ^v-8-183

**184** ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· ^v-8-184

**185** “Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε ^v-8-185

**186** νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν ^v-8-186

**187** Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος ^v-8-187

**188** ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν ^v-8-188

**189** οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι, ^v-8-189

**190** ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. ^v-8-190

**191** ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν ^v-8-191

**192** ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει ^v-8-192

**193** πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, ^v-8-193

**194** αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο ^v-8-194

**195** δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. ^v-8-195

**196** εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς ^v-8-196

**197** αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.” ^v-8-197

**198** ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη, ^v-8-198

**199** σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον, ^v-8-199

**200** καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· ^v-8-200

**201** “ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ ^v-8-201

**202** ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός. ^v-8-202

**203** οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι ^v-8-203

**204** πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην. ^v-8-204

**205** εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, ^v-8-205

**206** Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν, ^v-8-206

**207** αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.” ^v-8-207

**208** τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων· ^v-8-208

**209** “Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες. ^v-8-209

**210** οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι ^v-8-210

**211** ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.” ^v-8-211

**212** ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ^v-8-212

**213** τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε ^v-8-213

**214** πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων ^v-8-214

**215** εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ ^v-8-215

**216** Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε. ^v-8-216

**217** καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας, ^v-8-217

**218** εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη ^v-8-218

**219** αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς. ^v-8-219

**220** βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ^v-8-220

**221** πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ, ^v-8-221

**222** στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, ^v-8-222

**223** ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, ^v-8-223

**224** ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο ^v-8-224

**225** ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας ^v-8-225

**226** εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν· ^v-8-226

**227** ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ^v-8-227

**228** “αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί· ^v-8-228

**229** πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, ^v-8-229

**230** ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, ^v-8-230

**231** ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων ^v-8-231

**232** πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, ^v-8-232

**233** Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος ^v-8-233

**234** στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν ^v-8-234

**235** Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ. ^v-8-235

**236** Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων ^v-8-236

**237** τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας; ^v-8-237

**238** οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν ^v-8-238

**239** νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, ^v-8-239

**240** ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα ^v-8-240

**241** ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι. ^v-8-241

**242** ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ· ^v-8-242

**243** αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι, ^v-8-243

**244** μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.” ^v-8-244

**245** ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, ^v-8-245

**246** νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι. ^v-8-246

**247** αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν, ^v-8-247

**248** νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης· ^v-8-248

**249** πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, ^v-8-249

**250** ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. ^v-8-250

**251** οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις, ^v-8-251

**252** μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. ^v-8-252

**253** ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων ^v-8-253

**254** εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους ^v-8-254

**255** τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, ^v-8-255

**256** ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν ^v-8-256

**257** Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους· ^v-8-257

**258** τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ^v-8-258

**259** ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· ^v-8-259

**260** ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ^v-8-260

**261** τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος, ^v-8-261

**262** τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, ^v-8-262

**263** τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος ^v-8-263

**264** Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, ^v-8-264

**265** τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· ^v-8-265

**266** Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων, ^v-8-266

**267** στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο. ^v-8-267

**268** ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως ^v-8-268

**269** παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ ^v-8-269

**270** βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, ^v-8-270

**271** αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν ^v-8-271

**272** εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ. ^v-8-272

**273** ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων; ^v-8-273

**274** Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην ^v-8-274

**275** Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην ^v-8-275

**276** καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον, ^v-8-276

**277** πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. ^v-8-277

**278** τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-8-278

**279** τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας· ^v-8-279

**280** στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε· ^v-8-280

**281** “Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν ^v-8-281

**282** βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι ^v-8-282

**283** πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, ^v-8-283

**284** καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ· ^v-8-284

**285** τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον. ^v-8-285

**286** σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται· ^v-8-286

**287** αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη ^v-8-287

**288** Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον, ^v-8-288

**289** πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω, ^v-8-289

**290** ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν ^v-8-290

**291** ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.” ^v-8-291

**292** τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων· ^v-8-292

**293** “Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν ^v-8-293

**294** ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι ^v-8-294

**295** παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς ^v-8-295

**296** ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω. ^v-8-296

**297** ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, ^v-8-297

**298** πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν· ^v-8-298

**299** τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.” ^v-8-299

**300** ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν ^v-8-300

**301** Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός· ^v-8-301

**302** καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα ^v-8-302

**303** υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ, ^v-8-303

**304** τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ ^v-8-304

**305** καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι. ^v-8-305

**306** μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ ^v-8-306

**307** καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν, ^v-8-307

**308** ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν. ^v-8-308

**309** Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν ^v-8-309

**310** Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός. ^v-8-310

**311** ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων· ^v-8-311

**312** ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα ^v-8-312

**313** ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν· ^v-8-313

**314** ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι ^v-8-314

**315** ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε. ^v-8-315

**316** Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο· ^v-8-316

**317** τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου, ^v-8-317

**318** Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα ^v-8-318

**319** ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας. ^v-8-319

**320** αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος ^v-8-320

**321** σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί, ^v-8-321

**322** βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει. ^v-8-322

**323** ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, ^v-8-323

**324** θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ ^v-8-324

**325** αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει ^v-8-325

**326** αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, ^v-8-326

**327** τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι, ^v-8-327

**328** ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, ^v-8-328

**329** στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός. ^v-8-329

**330** Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, ^v-8-330

**331** ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. ^v-8-331

**332** τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι ^v-8-332

**333** Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ ^v-8-333

**334** νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. ^v-8-334

**335** ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· ^v-8-335

**336** οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς· ^v-8-336

**337** Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων. ^v-8-337

**338** ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ^v-8-338

**339** ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων ^v-8-339

**340** ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, ^v-8-340

**341** ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς, ^v-8-341

**342** αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο. ^v-8-342

**343** αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν ^v-8-343

**344** φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν, ^v-8-344

**345** οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, ^v-8-345

**346** ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι ^v-8-346

**347** χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος· ^v-8-347

**348** Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους ^v-8-348

**349** Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος. ^v-8-349

**350** τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη, ^v-8-350

**351** αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ^v-8-351

**352** “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ ^v-8-352

**353** ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ; ^v-8-353

**354** οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται ^v-8-354

**355** ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς ^v-8-355

**356** Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.” ^v-8-356

**357** τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-8-357

**358** “καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε ^v-8-358

**359** χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ· ^v-8-359

**360** ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι ^v-8-360

**361** σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς· ^v-8-361

**362** οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν ^v-8-362

**363** τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων. ^v-8-363

**364** ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς ^v-8-364

**365** τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν. ^v-8-365

**366** εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν ^v-8-366

**367** εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν ^v-8-367

**368** ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, ^v-8-368

**369** οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. ^v-8-369

**370** νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς, ^v-8-370

**371** ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου, ^v-8-371

**372** λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. ^v-8-372

**373** ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ. ^v-8-373

**374** ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους, ^v-8-374

**375** ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο ^v-8-375

**376** τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι ^v-8-376

**377** ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ ^v-8-377

**378** γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας, ^v-8-378

**379** ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς ^v-8-379

**380** δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.” ^v-8-380

**381** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη. ^v-8-381

**382** ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους ^v-8-382

**383** Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο· ^v-8-383

**384** αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο ^v-8-384

**385** πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει ^v-8-385

**386** ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν, ^v-8-386

**387** ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο ^v-8-387

**388** τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. ^v-8-388

**389** ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος ^v-8-389

**390** βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν ^v-8-390

**391** ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη. ^v-8-391

**392** Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους· ^v-8-392

**393** αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, ^v-8-393

**394** τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε ^v-8-394

**395** ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. ^v-8-395

**396** τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους. ^v-8-396

**397** Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς, ^v-8-397

**398** Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· ^v-8-398

**399** “βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην ^v-8-399

**400** ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. ^v-8-400

**401** ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ^v-8-401

**402** γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, ^v-8-402

**403** αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω· ^v-8-403

**404** οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς ^v-8-404

**405** ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· ^v-8-405

**406** ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται. ^v-8-406

**407** Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι· ^v-8-407

**408** αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.” ^v-8-408

**409** ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, ^v-8-409

**410** βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. ^v-8-410

**411** πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο ^v-8-411

**412** ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον· ^v-8-412

**413** “πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ; ^v-8-413

**414** οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν. ^v-8-414

**415** ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, ^v-8-415

**416** γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, ^v-8-416

**417** αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν· ^v-8-417

**418** οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς ^v-8-418

**419** ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· ^v-8-419

**420** ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι. ^v-8-420

**421** Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται· ^v-8-421

**422** αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ· ^v-8-422

**423** ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε ^v-8-423

**424** τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.” ^v-8-424

**425** ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, ^v-8-425

**426** αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· ^v-8-426

**427** “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε ^v-8-427

**428** νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν· ^v-8-428

**429** τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω, ^v-8-429

**430** ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ ^v-8-430

**431** Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.” ^v-8-431

**432** ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους· ^v-8-432

**433** τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους, ^v-8-433

**434** καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν, ^v-8-434

**435** ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα· ^v-8-435

**436** αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον ^v-8-436

**437** μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ. ^v-8-437

**438** Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους ^v-8-438

**439** Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους. ^v-8-439

**440** τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, ^v-8-440

**441** ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας· ^v-8-441

**442** αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς ^v-8-442

**443** ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος. ^v-8-443

**444** αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη ^v-8-444

**445** ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο· ^v-8-445

**446** αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· ^v-8-446

**447** “τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη; ^v-8-447

**448** οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ ^v-8-448

**449** ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε. ^v-8-449

**450** πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, ^v-8-450

**451** οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ. ^v-8-451

**452** σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα ^v-8-452

**453** πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα. ^v-8-453

**454** ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν· ^v-8-454

**455** οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ ^v-8-455

**456** ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.” ^v-8-456

**457** ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· ^v-8-457

**458** πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. ^v-8-458

**459** ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε ^v-8-459

**460** σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· ^v-8-460

**461** Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· ^v-8-461

**462** “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. ^v-8-462

**463** εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν· ^v-8-463

**464** ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, ^v-8-464

**465** οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. ^v-8-465

**466** ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις· ^v-8-466

**467** βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, ^v-8-467

**468** ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.” ^v-8-468

**469** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-8-469

**470** “ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα ^v-8-470

**471** ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη ^v-8-471

**472** ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων· ^v-8-472

**473** οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ ^v-8-473

**474** πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, ^v-8-474

**475** ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται ^v-8-475

**476** στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος· ^v-8-476

**477** ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω ^v-8-477

**478** χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι ^v-8-478

**479** γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε ^v-8-479

**480** ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο ^v-8-480

**481** τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς· ^v-8-481

**482** οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε ^v-8-482

**483** σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.” ^v-8-483

**484** ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη. ^v-8-484

**485** ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο ^v-8-485

**486** ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν. ^v-8-486

**487** Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς ^v-8-487

**488** ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή. ^v-8-488

**489** Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ ^v-8-489

**490** νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, ^v-8-490

**491** ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. ^v-8-491

**492** ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον ^v-8-492

**493** τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ ^v-8-493

**494** ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς ^v-8-494

**495** αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, ^v-8-495

**496** τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα· ^v-8-496

**497** “κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι· ^v-8-497

**498** νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς ^v-8-498

**499** ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· ^v-8-499

**500** ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα ^v-8-500

**501** Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης. ^v-8-501

**502** ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ ^v-8-502

**503** δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους ^v-8-503

**504** λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν· ^v-8-504

**505** ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα ^v-8-505

**506** καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε ^v-8-506

**507** σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, ^v-8-507

**508** ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης ^v-8-508

**509** καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ, ^v-8-509

**510** μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ ^v-8-510

**511** φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης. ^v-8-511

**512** μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι, ^v-8-512

**513** ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ ^v-8-513

**514** βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι ^v-8-514

**515** νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος ^v-8-515

**516** Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. ^v-8-516

**517** κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων ^v-8-517

**518** παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας ^v-8-518

**519** λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων· ^v-8-519

**520** θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη ^v-8-520

**521** πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω ^v-8-521

**522** μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων. ^v-8-522

**523** ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω· ^v-8-523

**524** μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω, ^v-8-524

**525** τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω. ^v-8-525

**526** ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν ^v-8-526

**527** ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, ^v-8-527

**528** οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν. ^v-8-528

**529** ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, ^v-8-529

**530** πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες ^v-8-530

**531** νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. ^v-8-531

**532** εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης ^v-8-532

**533** πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν ^v-8-533

**534** χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι. ^v-8-534

**535** αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος ^v-8-535

**536** μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω ^v-8-536

**537** κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι ^v-8-537

**538** ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς ^v-8-538

**539** εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα, ^v-8-539

**540** τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, ^v-8-540

**541** ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.” ^v-8-541

**542** ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν. ^v-8-542

**543** οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, ^v-8-543

**544** δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος· ^v-8-544

**545** ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα ^v-8-545

**546** καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο, ^v-8-546

**547** σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο. ^v-8-547

**548** [ἔρδον δ’ ἀθανάτοισι τεληέσσας ἑκατόμβας] ^v-8-548

**549** κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω. ^v-8-549

**550** [ἡδεῖαν· τῆς δ’ οὔ τι θεοὶ μάκαρες δατέοντο,] ^v-8-550

**551** [οὐδ’ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,] ^v-8-551

**552** [καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο] ^v-8-552

**553** οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας ^v-8-553

**554** εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά. ^v-8-554

**555** ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην ^v-8-555

**556** φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ· ^v-8-556

**557** ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι ^v-8-557

**558** καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ, ^v-8-558

**559** πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν· ^v-8-559

**560** τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων ^v-8-560

**561** Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό. ^v-8-561

**562** χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ ^v-8-562

**563** εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. ^v-8-563

**564** ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας ^v-8-564

**565** ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον. ^v-8-565

### Livro 9

**1** ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς ^v-9-1

**2** θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, ^v-9-2

**3** πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. ^v-9-3

**4** ὡς δʼ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα ^v-9-4

**5** Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον ^v-9-5

**6** ἐλθόντʼ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν ^v-9-6

**7** κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν· ^v-9-7

**8** ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. ^v-9-8

**9** Ἀτρεΐδης δʼ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ ^v-9-9

**10** φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων ^v-9-10

**11** κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, ^v-9-11

**12** μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο. ^v-9-12

**13** ἷζον δʼ εἰν ἀγορῇ τετιηότες· ἂν δʼ Ἀγαμέμνων ^v-9-13

**14** ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος ^v-9-14

**15** ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· ^v-9-15

**16** ὣς ὃ βαρὺ στενάχων ἔπεʼ Ἀργείοισι μετηύδα· ^v-9-16

**17** “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ^v-9-17

**18** Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ ^v-9-18

**19** σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν ^v-9-19

**20** Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, ^v-9-20

**21** νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει ^v-9-21

**22** δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. ^v-9-22

**23** οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, ^v-9-23

**24** ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα ^v-9-24

**25** ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. ^v-9-25

**26** ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· ^v-9-26

**27** φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· ^v-9-27

**28** οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.” ^v-9-28

**29** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ^v-9-29

**30** δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· ^v-9-30

**31** ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· ^v-9-31

**32** “Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, ^v-9-32

**33** ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. ^v-9-33

**34** ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι ^v-9-34

**35** φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα ^v-9-35

**36** ἴσασʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. ^v-9-36

**37** σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω· ^v-9-37

**38** σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, ^v-9-38

**39** ἀλκὴν δʼ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. ^v-9-39

**40** δαιμόνιʼ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν ^v-9-40

**41** ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις; ^v-9-41

**42** εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι ^v-9-42

**43** ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης ^v-9-43

**44** ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. ^v-9-44

**45** ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ ^v-9-45

**46** εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ ^v-9-46

**47** φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· ^v-9-47

**48** νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ ^v-9-48

**49** Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.” ^v-9-49

**50** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν ^v-9-50

**51** μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. ^v-9-51

**52** τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· ^v-9-52

**53** “Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, ^v-9-53

**54** καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. ^v-9-54

**55** οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, ^v-9-55

**56** οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων. ^v-9-56

**57** ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης ^v-9-57

**58** ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις ^v-9-58

**59** Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. ^v-9-59

**60** ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, ^v-9-60

**61** ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι ^v-9-61

**62** μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων. ^v-9-62

**63** ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος ^v-9-63

**64** ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. ^v-9-64

**65** ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ ^v-9-65

**66** δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι ^v-9-66

**67** λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. ^v-9-67

**68** κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα ^v-9-68

**69** Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι. ^v-9-69

**70** δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές. ^v-9-70

**71** πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν ^v-9-71

**72** ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι· ^v-9-72

**73** πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις. ^v-9-73

**74** πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην ^v-9-74

**75** βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς ^v-9-75

**76** ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν ^v-9-76

**77** καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε; ^v-9-77

**78** νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.” ^v-9-78

**79** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. ^v-9-79

**80** ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο ^v-9-80

**81** ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, ^v-9-81

**82** ἠδʼ ἀμφʼ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος ^v-9-82

**83** ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε, ^v-9-83

**84** ἠδʼ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον. ^v-9-84

**85** ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ ^v-9-85

**86** κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες· ^v-9-86

**87** κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες· ^v-9-87

**88** ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος. ^v-9-88

**89** Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν ^v-9-89

**90** ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. ^v-9-90

**91** οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-9-91

**92** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-9-92

**93** τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν ^v-9-93

**94** Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· ^v-9-94

**95** ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-9-95

**96** “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ^v-9-96

**97** ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν ^v-9-97

**98** λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε ^v-9-98

**99** σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. ^v-9-99

**100** τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι, ^v-9-100

**101** κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτʼ ἄν τινα θυμὸς ἀνώγῃ ^v-9-101

**102** εἰπεῖν εἰς ἀγαθόν· σέο δʼ ἕξεται ὅττί κεν ἄρχῃ. ^v-9-102

**103** αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. ^v-9-103

**104** οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει ^v-9-104

**105** οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδʼ ἔτι καὶ νῦν ^v-9-105

**106** ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην ^v-9-106

**107** χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας ^v-9-107

**108** οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε ^v-9-108

**109** πόλλʼ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ ^v-9-109

**110** εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ^v-9-110

**111** ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλʼ ἔτι καὶ νῦν ^v-9-111

**112** φραζώμεσθʼ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν ^v-9-112

**113** δώροισίν τʼ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.” ^v-9-113

**114** τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-9-114

**115** “ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· ^v-9-115

**116** ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν ^v-9-116

**117** λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, ^v-9-117

**118** ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. ^v-9-118

**119** ἀλλʼ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, ^v-9-119

**120** ἂψ ἐθέλω ἀρέσαι δόμεναί τʼ ἀπερείσιʼ ἄποινα. ^v-9-120

**121** ὑμῖν δʼ ἐν πάντεσσι περικλυτὰ δῶρʼ ὀνομήνω ^v-9-121

**122** ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, ^v-9-122

**123** αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους ^v-9-123

**124** πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. ^v-9-124

**125** οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, ^v-9-125

**126** οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, ^v-9-126

**127** ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι. ^v-9-127

**128** δώσω δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας ^v-9-128

**129** Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς ^v-9-129

**130** ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. ^v-9-130

**131** τὰς μέν οἱ δώσω, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρων ^v-9-131

**132** κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι ^v-9-132

**133** μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, ^v-9-133

**134** ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν. ^v-9-134

**135** ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε ^v-9-135

**136** ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι, ^v-9-136

**137** νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω ^v-9-137

**138** εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί, ^v-9-138

**139** Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, ^v-9-139

**140** αἴ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. ^v-9-140

**141** εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης ^v-9-141

**142** γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ, ^v-9-142

**143** ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. ^v-9-143

**144** τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ ^v-9-144

**145** Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, ^v-9-145

**146** τάων ἥν κʼ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω ^v-9-146

**147** πρὸς οἶκον Πηλῆος· ἐγὼ δʼ ἐπὶ μείλια δώσω ^v-9-147

**148** πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ^v-9-148

**149** ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα ^v-9-149

**150** Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν ^v-9-150

**151** Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον ^v-9-151

**152** καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. ^v-9-152

**153** πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· ^v-9-153

**154** ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, ^v-9-154

**155** οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι ^v-9-155

**156** καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ^v-9-156

**157** ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. ^v-9-157

**158** δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδʼ ἀδάμαστος, ^v-9-158

**159** τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων· ^v-9-159

**160** καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι ^v-9-160

**161** ἠδʼ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.” ^v-9-161

**162** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-9-162

**163** “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ^v-9-163

**164** δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι· ^v-9-164

**165** ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα ^v-9-165

**166** ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος. ^v-9-166

**167** εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων. ^v-9-167

**168** Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω, ^v-9-168

**169** αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς· ^v-9-169

**170** κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων. ^v-9-170

**171** φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε, ^v-9-171

**172** ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ.” ^v-9-172

**173** ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν. ^v-9-173

**174** αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, ^v-9-174

**175** κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, ^v-9-175

**176** νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. ^v-9-176

**177** αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, ^v-9-177

**178** ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο. ^v-9-178

**179** τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ ^v-9-179

**180** δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, ^v-9-180

**181** πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα. ^v-9-181

**182** τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης ^v-9-182

**183** πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ ^v-9-183

**184** ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο. ^v-9-184

**185** Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, ^v-9-185

**186** τὸν δʼ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ ^v-9-186

**187** καλῇ δαιδαλέῃ, ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν, ^v-9-187

**188** τὴν ἄρετʼ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας· ^v-9-188

**189** τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν. ^v-9-189

**190** Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, ^v-9-190

**191** δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, ^v-9-191

**192** τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς, ^v-9-192

**193** στὰν δὲ πρόσθʼ αὐτοῖο· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς ^v-9-193

**194** αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν. ^v-9-194

**195** ὣς δʼ αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. ^v-9-195

**196** τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-9-196

**197** “χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ, ^v-9-197

**198** οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.” ^v-9-198

**199** ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς, ^v-9-199

**200** εἷσεν δʼ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. ^v-9-200

**201** αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα· ^v-9-201

**202** “μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, ^v-9-202

**203** ζωρότερον δὲ κέραιε, δέπας δʼ ἔντυνον ἑκάστῳ· ^v-9-203

**204** οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.” ^v-9-204

**205** ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ. ^v-9-205

**206** αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, ^v-9-206

**207** ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός, ^v-9-207

**208** ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. ^v-9-208

**209** τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς. ^v-9-209

**210** καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε, ^v-9-210

**211** πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. ^v-9-211

**212** αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, ^v-9-212

**213** ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, ^v-9-213

**214** πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. ^v-9-214

**215** αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, ^v-9-215

**216** Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ ^v-9-216

**217** καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. ^v-9-217

**218** αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο ^v-9-218

**219** τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει ^v-9-219

**220** Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς. ^v-9-220

**221** οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-9-221

**222** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-9-222

**223** νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, ^v-9-223

**224** πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα· ^v-9-224

**225** “χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς ^v-9-225

**226** ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο ^v-9-226

**227** ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ ^v-9-227

**228** δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ^v-9-228

**229** ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες ^v-9-229

**230** δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι ^v-9-230

**231** νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. ^v-9-231

**232** ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο ^v-9-232

**233** Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι ^v-9-233

**234** κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ ^v-9-234

**235** σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. ^v-9-235

**236** Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων ^v-9-236

**237** ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων ^v-9-237

**238** μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει ^v-9-238

**239** ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. ^v-9-239

**240** ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν· ^v-9-240

**241** στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα ^v-9-241

**242** αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς ^v-9-242

**243** δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ. ^v-9-243

**244** ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς ^v-9-244

**245** ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη ^v-9-245

**246** φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. ^v-9-246

**247** ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν ^v-9-247

**248** τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ. ^v-9-248

**249** αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος ^v-9-249

**250** ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν ^v-9-250

**251** φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ. ^v-9-251

**252** ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς ^v-9-252

**253** ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· ^v-9-253

**254** “τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη ^v-9-254

**255** δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν ^v-9-255

**256** ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων· ^v-9-256

**257** ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον ^v-9-257

**258** τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.” ^v-9-258

**259** ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν ^v-9-259

**260** παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων ^v-9-260

**261** ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο. ^v-9-261

**262** εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω ^v-9-262

**263** ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων· ^v-9-263

**264** ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, ^v-9-264

**265** αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους ^v-9-265

**266** πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. ^v-9-266

**267** οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο ^v-9-267

**268** οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, ^v-9-268

**269** ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο. ^v-9-269

**270** δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας ^v-9-270

**271** Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς ^v-9-271

**272** ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν. ^v-9-272

**273** τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα ^v-9-273

**274** κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται ^v-9-274

**275** μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι ^v-9-275

**276** ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν. ^v-9-276

**277** ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε ^v-9-277

**278** ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι, ^v-9-278

**279** νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι ^v-9-279

**280** εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί, ^v-9-280

**281** Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, ^v-9-281

**282** αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. ^v-9-282

**283** εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης ^v-9-283

**284** γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, ^v-9-284

**285** ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. ^v-9-285

**286** τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ ^v-9-286

**287** Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, ^v-9-287

**288** τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι ^v-9-288

**289** πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει ^v-9-289

**290** πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· ^v-9-290

**291** ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα ^v-9-291

**292** Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν ^v-9-292

**293** Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον ^v-9-293

**294** καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. ^v-9-294

**295** πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· ^v-9-295

**296** ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, ^v-9-296

**297** οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι ^v-9-297

**298** καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. ^v-9-298

**299** ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. ^v-9-299

**300** εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον ^v-9-300

**301** αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς ^v-9-301

**302** τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς ^v-9-302

**303** τίσουσʼ· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο· ^v-9-303

**304** νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι ^v-9-304

**305** λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον ^v-9-305

**306** οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.” ^v-9-306

**307** τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-9-307

**308** “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ^v-9-308

**309** χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, ^v-9-309

**310** ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, ^v-9-310

**311** ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. ^v-9-311

**312** ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν ^v-9-312

**313** ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. ^v-9-313

**314** αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· ^v-9-314

**315** οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω ^v-9-315

**316** οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν ^v-9-316

**317** μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί. ^v-9-317

**318** ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι· ^v-9-318

**319** ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· ^v-9-319

**320** κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. ^v-9-320

**321** οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ ^v-9-321

**322** αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. ^v-9-322

**323** ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι ^v-9-323

**324** μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ, ^v-9-324

**325** ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, ^v-9-325

**326** ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων ^v-9-326

**327** ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων. ^v-9-327

**328** δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων, ^v-9-328

**329** πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· ^v-9-329

**330** τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ ^v-9-330

**331** ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον ^v-9-331

**332** Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι ^v-9-332

**333** δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν. ^v-9-333

**334** ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· ^v-9-334

**335** τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν ^v-9-335

**336** εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα· τῇ παριαύων ^v-9-336

**337** τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν ^v-9-337

**338** Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας ^v-9-338

**339** Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο; ^v-9-339

**340** ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων ^v-9-340

**341** Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων ^v-9-341

**342** τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν ^v-9-342

**343** ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. ^v-9-343

**344** νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε ^v-9-344

**345** μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. ^v-9-345

**346** ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι ^v-9-346

**347** φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. ^v-9-347

**348** ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, ^v-9-348

**349** καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ ^v-9-349

**350** εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· ^v-9-350

**351** ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο ^v-9-351

**352** ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον ^v-9-352

**353** οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, ^v-9-353

**354** ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν· ^v-9-354

**355** ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. ^v-9-355

**356** νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ ^v-9-356

**357** αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι ^v-9-357

**358** νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, ^v-9-358

**359** ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, ^v-9-359

**360** ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας ^v-9-360

**361** νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας· ^v-9-361

**362** εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος ^v-9-362

**363** ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην. ^v-9-363

**364** ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων· ^v-9-364

**365** ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν ^v-9-365

**366** ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον ^v-9-366

**367** ἄξομαι, ἅσσʼ ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν, ^v-9-367

**368** αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων ^v-9-368

**369** Ἀτρεΐδης· τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω ^v-9-369

**370** ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ ^v-9-370

**371** εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν ^v-9-371

**372** αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδʼ ἂν ἔμοιγε ^v-9-372

**373** τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι· ^v-9-373

**374** οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον· ^v-9-374

**375** ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις ^v-9-375

**376** ἐξαπάφοιτʼ ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος ^v-9-376

**377** ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς. ^v-9-377

**378** ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ. ^v-9-378

**379** οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη ^v-9-379

**380** ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, ^v-9-380

**381** οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας ^v-9-381

**382** Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, ^v-9-382

**383** αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας ^v-9-383

**384** ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· ^v-9-384

**385** οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, ^v-9-385

**386** οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων ^v-9-386

**387** πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην. ^v-9-387

**388** κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, ^v-9-388

**389** οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, ^v-9-389

**390** ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· ^v-9-390

**391** οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω, ^v-9-391

**392** ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν. ^v-9-392

**393** ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι, ^v-9-393

**394** Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός. ^v-9-394

**395** πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε ^v-9-395

**396** κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται, ^v-9-396

**397** τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν. ^v-9-397

**398** ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ ^v-9-398

**399** γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν ^v-9-399

**400** κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς· ^v-9-400

**401** οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν ^v-9-401

**402** Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον ^v-9-402

**403** τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, ^v-9-403

**404** οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει ^v-9-404

**405** Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. ^v-9-405

**406** ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, ^v-9-406

**407** κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα, ^v-9-407

**408** ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ ^v-9-408

**409** οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. ^v-9-409

**410** μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα ^v-9-410

**411** διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ. ^v-9-411

**412** εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, ^v-9-412

**413** ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται· ^v-9-413

**414** εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, ^v-9-414

**415** ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν ^v-9-415

**416** ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη. ^v-9-416

**417** καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην ^v-9-417

**418** οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ ^v-9-418

**419** Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς ^v-9-419

**420** χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. ^v-9-420

**421** ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν ^v-9-421

**422** ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων· ^v-9-422

**423** ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω, ^v-9-423

**424** ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν ^v-9-424

**425** νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη ^v-9-425

**426** ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος· ^v-9-426

**427** Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω, ^v-9-427

**428** ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται ^v-9-428

**429** αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.” ^v-9-429

**430** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ^v-9-430

**431** μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν· ^v-9-431

**432** ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ ^v-9-432

**433** δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν· ^v-9-433

**434** “εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ ^v-9-434

**435** βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι ^v-9-435

**436** πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, ^v-9-436

**437** πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην ^v-9-437

**438** οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς ^v-9-438

**439** ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε ^v-9-439

**440** νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο ^v-9-440

**441** οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι. ^v-9-441

**442** τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, ^v-9-442

**443** μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων. ^v-9-443

**444** ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι ^v-9-444

**445** λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς ^v-9-445

**446** γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, ^v-9-446

**447** οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα ^v-9-447

**448** φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο, ^v-9-448

**449** ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, ^v-9-449

**450** τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν ^v-9-450

**451** μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων ^v-9-451

**452** παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα. ^v-9-452

**453** τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς ^v-9-453

**454** πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς, ^v-9-454

**455** μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν ^v-9-455

**456** ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς ^v-9-456

**457** Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. ^v-9-457

[^1]

**462** ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς ^v-9-462

**463** πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι. ^v-9-463

**464** ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες ^v-9-464

**465** αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι, ^v-9-465

**466** πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς ^v-9-466

**467** ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ ^v-9-467

**468** εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, ^v-9-468

**469** πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος. ^v-9-469

**470** εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον· ^v-9-470

**471** οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη ^v-9-471

**472** πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς, ^v-9-472

**473** ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων. ^v-9-473

**474** ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, ^v-9-474

**475** καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας ^v-9-475

**476** ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς ^v-9-476

**477** ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας. ^v-9-477

**478** φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο, ^v-9-478

**479** Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων ^v-9-479

**480** ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο, ^v-9-480

**481** καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ ^v-9-481

**482** μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι, ^v-9-482

**483** καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν· ^v-9-483

**484** ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων. ^v-9-484

**485** καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, ^v-9-485

**486** ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ ^v-9-486

**487** οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι, ^v-9-487

**488** πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας ^v-9-488

**489** ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. ^v-9-489

**490** πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα ^v-9-490

**491** οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ. ^v-9-491

**492** ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, ^v-9-492

**493** τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον ^v-9-493

**494** ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ ^v-9-494

**495** ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς. ^v-9-495

**496** ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ ^v-9-496

**497** νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, ^v-9-497

**498** τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. ^v-9-498

**499** καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι ^v-9-499

**500** λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι ^v-9-500

**501** λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. ^v-9-501

**502** καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο ^v-9-502

**503** χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ, ^v-9-503

**504** αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι. ^v-9-504

**505** ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας ^v-9-505

**506** πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν ^v-9-506

**507** βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω. ^v-9-507

**508** ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, ^v-9-508

**509** τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο· ^v-9-509

**510** ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, ^v-9-510

**511** λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι ^v-9-511

**512** τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. ^v-9-512

**513** ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι ^v-9-513

**514** τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. ^v-9-514

**515** εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι ^v-9-515

**516** Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, ^v-9-516

**517** οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην ^v-9-517

**518** Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης· ^v-9-518

**519** νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη, ^v-9-519

**520** ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους ^v-9-520

**521** κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ ^v-9-521

**522** φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς ^v-9-522

**523** μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. ^v-9-523

**524** οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν ^v-9-524

**525** ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι· ^v-9-525

**526** δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι. ^v-9-526

**527** μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε ^v-9-527

**528** ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι. ^v-9-528

**529** Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι ^v-9-529

**530** ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, ^v-9-530

**531** Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, ^v-9-531

**532** Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. ^v-9-532

**533** καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε ^v-9-533

**534** χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς ^v-9-534

**535** Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας, ^v-9-535

**536** οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. ^v-9-536

**537** ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ. ^v-9-537

**538** ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα ^v-9-538

**539** ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, ^v-9-539

**540** ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν· ^v-9-540

**541** πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ ^v-9-541

**542** αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. ^v-9-542

**543** τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος ^v-9-543

**544** πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας ^v-9-544

**545** καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι· ^v-9-545

**546** τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς. ^v-9-546

**547** ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν ^v-9-547

**548** ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, ^v-9-548

**549** Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. ^v-9-549

**550** ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, ^v-9-550

**551** τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο ^v-9-551

**552** τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες· ^v-9-552

**553** ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων ^v-9-553

**554** οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, ^v-9-554

**555** ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ ^v-9-555

**556** κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ ^v-9-556

**557** κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης ^v-9-557

**558** Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν ^v-9-558

**559** τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον ^v-9-559

**560** Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, ^v-9-560

**561** τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ ^v-9-561

**562** Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς ^v-9-562

**563** μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα ^v-9-563

**564** κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων· ^v-9-564

**565** τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων ^v-9-565

**566** ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι ^v-9-566

**567** πόλλʼ ἀχέουσʼ ἠρᾶτο κασιγνήτοιο φόνοιο, ^v-9-567

**568** πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία ^v-9-568

**569** κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν ^v-9-569

**570** πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, ^v-9-570

**571** παιδὶ δόμεν θάνατον· τῆς δʼ ἠεροφοῖτις Ἐρινὺς ^v-9-571

**572** ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα. ^v-9-572

**573** τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει ^v-9-573

**574** πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες ^v-9-574

**575** Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, ^v-9-575

**576** ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον· ^v-9-576

**577** ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, ^v-9-577

**578** ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι ^v-9-578

**579** πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, ^v-9-579

**580** ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι. ^v-9-580

**581** πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς ^v-9-581

**582** οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο ^v-9-582

**583** σείων κολλητὰς σανίδας γουνούμενος υἱόν· ^v-9-583

**584** πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ ^v-9-584

**585** ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι, ^v-9-585

**586** οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων· ^v-9-586

**587** ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, ^v-9-587

**588** πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων ^v-9-588

**589** βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ. ^v-9-589

**590** καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις ^v-9-590

**591** λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα ^v-9-591

**592** κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· ^v-9-592

**593** ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, ^v-9-593

**594** τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. ^v-9-594

**595** τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, ^v-9-595

**596** βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα. ^v-9-596

**597** ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ ^v-9-597

**598** εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν ^v-9-598

**599** πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως. ^v-9-599

**600** ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων ^v-9-600

**601** ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη ^v-9-601

**602** νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλʼ ἐπὶ δώρων ^v-9-602

**603** ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί. ^v-9-603

**604** εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς ^v-9-604

**605** οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.” ^v-9-605

**606** τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-9-606

**607** “Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης ^v-9-607

**608** χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, ^v-9-608

**609** ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ ^v-9-609

**610** ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. ^v-9-610

**611** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· ^v-9-611

**612** μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων ^v-9-612

**613** Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ ^v-9-613

**614** τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. ^v-9-614

**615** καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ· ^v-9-615

**616** ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. ^v-9-616

**617** οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων ^v-9-617

**618** εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι ^v-9-618

**619** φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.” ^v-9-619

**620** ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ ^v-9-620

**621** Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα ^v-9-621

**622** ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δʼ ἄρʼ Αἴας ^v-9-622

**623** ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· ^v-9-623

**624** “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ^v-9-624

**625** ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ ^v-9-625

**626** τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα ^v-9-626

**627** χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα ^v-9-627

**628** οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς ^v-9-628

**629** ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν ^v-9-629

**630** σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων ^v-9-630

**631** τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων ^v-9-631

**632** νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος ^v-9-632

**633** ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος· ^v-9-633

**634** καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας, ^v-9-634

**635** τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ ^v-9-635

**636** ποινὴν δεξαμένῳ· σοὶ δʼ ἄληκτόν τε κακόν τε ^v-9-636

**637** θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης ^v-9-637

**638** οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας, ^v-9-638

**639** ἄλλά τε πόλλʼ ἐπὶ τῇσι· σὺ δʼ ἵλαον ἔνθεο θυμόν, ^v-9-639

**640** αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν ^v-9-640

**641** πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων ^v-9-641

**642** κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.” ^v-9-642

**643** τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-9-643

**644** “Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν ^v-9-644

**645** πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι· ^v-9-645

**646** ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων ^v-9-646

**647** μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν ^v-9-647

**648** Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην. ^v-9-648

**649** ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε· ^v-9-649

**650** οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος ^v-9-650

**651** πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον ^v-9-651

**652** Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι ^v-9-652

**653** κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας. ^v-9-653

**654** ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ ^v-9-654

**655** Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.” ^v-9-655

**656** ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον ^v-9-656

**657** σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς. ^v-9-657

**658** Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε ^v-9-658

**659** Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα. ^v-9-659

**660** αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε ^v-9-660

**661** κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον. ^v-9-661

**662** ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν. ^v-9-662

**663** αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου· ^v-9-663

**664** τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, ^v-9-664

**665** Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος. ^v-9-665

**666** Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ ^v-9-666

**667** Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς ^v-9-667

**668** Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον. ^v-9-668

**669** οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο. ^v-9-669

**670** τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν ^v-9-670

**671** δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο· ^v-9-671

**672** πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-9-672

**673** “εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν ^v-9-673

**674** ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, ^v-9-674

**675** ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;” ^v-9-675

**676** τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· ^v-9-676

**677** “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ^v-9-677

**678** κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον ^v-9-678

**679** πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα. ^v-9-679

**680** αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν ^v-9-680

**681** ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν· ^v-9-681

**682** αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι ^v-9-682

**683** νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας. ^v-9-683

**684** καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι ^v-9-684

**685** οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ ^v-9-685

**686** Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς ^v-9-686

**687** χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. ^v-9-687

**688** ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο, ^v-9-688

**689** Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω. ^v-9-689

**690** Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει, ^v-9-690

**691** ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται ^v-9-691

**692** αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.” ^v-9-692

**693** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ^v-9-693

**694** μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε. ^v-9-694

**695** δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· ^v-9-695

**696** ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· ^v-9-696

**697** “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ^v-9-697

**698** μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα ^v-9-698

**699** μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως· ^v-9-699

**700** νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. ^v-9-700

**701** ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν ^v-9-701

**702** ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν ^v-9-702

**703** θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ. ^v-9-703

**704** ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· ^v-9-704

**705** νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ ^v-9-705

**706** σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή· ^v-9-706

**707** αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, ^v-9-707

**708** καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους ^v-9-708

**709** ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.” ^v-9-709

**710** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες ^v-9-710

**711** μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. ^v-9-711

**712** καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος, ^v-9-712

**713** ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. ^v-9-713

### Livro 10

**1** ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν ^v-10-1

**2** εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ^v-10-2

**3** ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν ^v-10-3

**4** ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα. ^v-10-4

**5** ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο ^v-10-5

**6** τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν ^v-10-6

**7** ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, ^v-10-7

**8** ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, ^v-10-8

**9** ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων ^v-10-9

**10** νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. ^v-10-10

**11** ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, ^v-10-11

**12** θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ ^v-10-12

**13** αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων. ^v-10-13

**14** αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, ^v-10-14

**15** πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας ^v-10-15

**16** ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ. ^v-10-16

**17** ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ ^v-10-17

**18** Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, ^v-10-18

**19** εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, ^v-10-19

**20** ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. ^v-10-20

**21** ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα, ^v-10-21

**22** ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ^v-10-22

**23** ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος ^v-10-23

**24** αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος. ^v-10-24

**25** ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ ^v-10-25

**26** ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν ^v-10-26

**27** Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν ^v-10-27

**28** ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. ^v-10-28

**29** παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε ^v-10-29

**30** ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας ^v-10-30

**31** θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ. ^v-10-31

**32** βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων ^v-10-32

**33** Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ. ^v-10-33

**34** τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ ^v-10-34

**35** νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών. ^v-10-35

**36** τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· ^v-10-36

**37** “τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων ^v-10-37

**38** ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς ^v-10-38

**39** δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον ^v-10-39

**40** ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν ^v-10-40

**41** νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.” ^v-10-41

**42** τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· ^v-10-42

**43** “χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε ^v-10-43

**44** κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει ^v-10-44

**45** Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. ^v-10-45

**46** Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν· ^v-10-46

**47** οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος ^v-10-47

**48** ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι, ^v-10-48

**49** ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν ^v-10-49

**50** αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο. ^v-10-50

**51** ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι ^v-10-51

**52** δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς. ^v-10-52

**53** ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον ^v-10-53

**54** ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον ^v-10-54

**55** εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν ^v-10-55

**56** ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι. ^v-10-56

**57** κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς ^v-10-57

**58** σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων ^v-10-58

**59** Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.” ^v-10-59

**60** τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· ^v-10-60

**61** “πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις; ^v-10-61

**62** αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, ^v-10-62

**63** ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;” ^v-10-63

**64** τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ^v-10-64

**65** “αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν ^v-10-65

**66** ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι. ^v-10-66

**67** φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι ^v-10-67

**68** πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον ^v-10-68

**69** πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ, ^v-10-69

**70** ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι ^v-10-70

**71** Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.” ^v-10-71

**72** ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας· ^v-10-72

**73** αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν· ^v-10-73

**74** τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ^v-10-74

**75** εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο ^v-10-75

**76** ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια. ^v-10-76

**77** πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς ^v-10-77

**78** ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο ^v-10-78

**79** λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. ^v-10-79

**80** ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας ^v-10-80

**81** Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ· ^v-10-81

**82** “τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος ^v-10-82

**83** νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι, ^v-10-83

**84** ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων; ^v-10-84

**85** φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ;” ^v-10-85

**86** τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-10-86

**87** “ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν ^v-10-87

**88** γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων ^v-10-88

**89** Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ ^v-10-89

**90** ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. ^v-10-90

**91** πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος ^v-10-91

**92** ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν. ^v-10-92

**93** αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ ^v-10-93

**94** ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω ^v-10-94

**95** στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα. ^v-10-95

**96** ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει, ^v-10-96

**97** δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν ^v-10-97

**98** μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ ^v-10-98

**99** κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. ^v-10-99

**100** δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν ^v-10-100

**101** μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.” ^v-10-101

**102** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-10-102

**103** “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ^v-10-103

**104** οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς ^v-10-104

**105** ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω ^v-10-105

**106** κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς ^v-10-106

**107** ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. ^v-10-107

**108** σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους ^v-10-108

**109** ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα ^v-10-109

**110** ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. ^v-10-110

**111** ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν ^v-10-111

**112** ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· ^v-10-112

**113** τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς. ^v-10-113

**114** ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον ^v-10-114

**115** νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω ^v-10-115

**116** ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι. ^v-10-116

**117** νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι ^v-10-117

**118** λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.” ^v-10-118

**119** τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-10-119

**120** “ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· ^v-10-120

**121** πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι ^v-10-121

**122** οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, ^v-10-122

**123** ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. ^v-10-123

**124** νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη· ^v-10-124

**125** τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. ^v-10-125

**126** ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων ^v-10-126

**127** ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.” ^v-10-127

**128** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-10-128

**129** “οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει ^v-10-129

**130** Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ.” ^v-10-130

**131** ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, ^v-10-131

**132** ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, ^v-10-132

**133** ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν ^v-10-133

**134** διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη. ^v-10-134

**135** εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, ^v-10-135

**136** βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. ^v-10-136

**137** πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον ^v-10-137

**138** ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ ^v-10-138

**139** φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή, ^v-10-139

**140** ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε· ^v-10-140

**141** “τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε ^v-10-141

**142** νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει;” ^v-10-142

**143** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-10-143

**144** “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ^v-10-144

**145** μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. ^v-10-145

**146** ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε ^v-10-146

**147** βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι.” ^v-10-147

**148** ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς ^v-10-148

**149** ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς. ^v-10-149

**150** βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον ^v-10-150

**151** ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι ^v-10-151

**152** εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν ^v-10-152

**153** ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς ^v-10-153

**154** λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως ^v-10-154

**155** εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, ^v-10-155

**156** αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. ^v-10-156

**157** τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, ^v-10-157

**158** λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην· ^v-10-158

**159** “ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς; ^v-10-159

**160** οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο ^v-10-160

**161** εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει;” ^v-10-161

**162** ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, ^v-10-162

**163** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-10-163

**164** “σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις. ^v-10-164

**165** οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν ^v-10-165

**166** οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων ^v-10-166

**167** πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ.” ^v-10-167

**168** τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· ^v-10-168

**169** “ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. ^v-10-169

**170** εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ ^v-10-170

**171** καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· ^v-10-171

**172** ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. ^v-10-172

**173** νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς ^v-10-173

**174** ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. ^v-10-174

**175** ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν ^v-10-175

**176** ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις.” ^v-10-176

**177** ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος ^v-10-177

**178** αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος. ^v-10-178

**179** βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως. ^v-10-179

**180** οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, ^v-10-180

**181** οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, ^v-10-181

**182** ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. ^v-10-182

**183** ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ ^v-10-183

**184** θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην ^v-10-184

**185** ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ ^v-10-185

**186** ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν· ^v-10-186

**187** ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει ^v-10-187

**188** νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ ^v-10-188

**189** τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. ^v-10-189

**190** τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ ^v-10-190

**191** καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-10-191

**192** “οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος ^v-10-192

**193** αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.” ^v-10-193

**194** ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο ^v-10-194

**195** Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. ^v-10-195

**196** τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς ^v-10-196

**197** ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. ^v-10-197

**198** τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο ^v-10-198

**199** ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος ^v-10-199

**200** πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ ^v-10-200

**201** ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν. ^v-10-201

**202** ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον· ^v-10-202

**203** τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· ^v-10-203

**204** “ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ ^v-10-204

**205** θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους ^v-10-205

**206** ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, ^v-10-206

**207** ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, ^v-10-207

**208** ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν ^v-10-208

**209** αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ^v-10-209

**210** ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς. ^v-10-210

**211** ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι ^v-10-211

**212** ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη ^v-10-212

**213** πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· ^v-10-213

**214** ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι ^v-10-214

**215** τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν ^v-10-215

**216** θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον, ^v-10-216

**217** αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.” ^v-10-217

**218** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ^v-10-218

**219** τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· ^v-10-219

**220** “Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ ^v-10-220

**221** ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων ^v-10-221

**222** Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος ^v-10-222

**223** μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται. ^v-10-223

**224** σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν ^v-10-224

**225** ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ ^v-10-225

**226** ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις.” ^v-10-226

**227** ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι. ^v-10-227

**228** ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, ^v-10-228

**229** ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός, ^v-10-229

**230** ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, ^v-10-230

**231** ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον ^v-10-231

**232** Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. ^v-10-232

**233** τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-10-233

**234** “Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ ^v-10-234

**235** τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα, ^v-10-235

**236** φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. ^v-10-236

**237** μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω ^v-10-237

**238** καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων ^v-10-238

**239** ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν.” ^v-10-239

**240** ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. ^v-10-240

**241** τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης· ^v-10-241

**242** “εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι, ^v-10-242

**243** πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, ^v-10-243

**244** οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ ^v-10-244

**245** ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη. ^v-10-245

**246** τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ^v-10-246

**247** ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι.” ^v-10-247

**248** τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· ^v-10-248

**249** “Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει· ^v-10-249

**250** εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις. ^v-10-250

**251** ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς, ^v-10-251

**252** ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ ^v-10-252

**253** τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται.” ^v-10-253

**254** ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. ^v-10-254

**255** Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης ^v-10-255

**256** φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο· ^v-10-256

**257** καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ^v-10-257

**258** ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ ^v-10-258

**259** κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. ^v-10-259

**260** Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην ^v-10-260

**261** καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε ^v-10-261

**262** ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν ^v-10-262

**263** ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες ^v-10-263

**264** ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα ^v-10-264

**265** εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει. ^v-10-265

**266** τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ^v-10-266

**267** ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, ^v-10-267

**268** Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· ^v-10-268

**269** Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, ^v-10-269

**270** αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· ^v-10-270

**271** δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. ^v-10-271

**272** τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, ^v-10-272

**273** βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους. ^v-10-273

**274** τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο ^v-10-274

**275** Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι ^v-10-275

**276** νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. ^v-10-276

**277** χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ· ^v-10-277

**278** “κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ^v-10-278

**279** ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω ^v-10-279

**280** κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, ^v-10-280

**281** δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι ^v-10-281

**282** ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ.” ^v-10-282

**283** δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· ^v-10-283

**284** “κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη· ^v-10-284

**285** σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ ^v-10-285

**286** ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει. ^v-10-286

**287** τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, ^v-10-287

**288** αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι ^v-10-288

**289** κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα ^v-10-289

**290** σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. ^v-10-290

**291** ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε. ^v-10-291

**292** σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον ^v-10-292

**293** ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· ^v-10-293

**294** τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.” ^v-10-294

**295** ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη. ^v-10-295

**296** οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, ^v-10-296

**297** βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν ^v-10-297

**298** ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα. ^v-10-298

**299** οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ ^v-10-299

**300** εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, ^v-10-300

**301** ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες· ^v-10-301

**302** τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· ^v-10-302

**303** “τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε ^v-10-303

**304** δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται. ^v-10-304

**305** δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους ^v-10-305

**306** οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν ^v-10-306

**307** ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο, ^v-10-307

**308** νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι ^v-10-308

**309** ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, ^v-10-309

**310** ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες ^v-10-310

**311** φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι ^v-10-311

**312** νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.” ^v-10-312

**313** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ^v-10-313

**314** ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς ^v-10-314

**315** κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, ^v-10-315

**316** ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· ^v-10-316

**317** αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. ^v-10-317

**318** ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· ^v-10-318

**319** “Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ ^v-10-319

**320** νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. ^v-10-320

**321** ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον ^v-10-321

**322** ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ ^v-10-322

**323** δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, ^v-10-323

**324** σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης· ^v-10-324

**325** τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι ^v-10-325

**326** νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι ^v-10-326

**327** βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.” ^v-10-327

**328** ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν· ^v-10-328

**329** “ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης ^v-10-329

**330** μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος ^v-10-330

**331** Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.” ^v-10-331

**332** ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν· ^v-10-332

**333** αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, ^v-10-333

**334** ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, ^v-10-334

**335** κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα, ^v-10-335

**336** βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν ^v-10-336

**337** ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν. ^v-10-337

**338** ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον, ^v-10-338

**339** βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα ^v-10-339

**340** διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν· ^v-10-340

**341** “οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, ^v-10-341

**342** οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, ^v-10-342

**343** ἦ τινα συλήσων νεκύων κατατεθνηώτων. ^v-10-343

**344** ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο ^v-10-344

**345** τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν ^v-10-345

**346** καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν, ^v-10-346

**347** αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν ^v-10-347

**348** ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ.” ^v-10-348

**349** ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι ^v-10-349

**350** κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν. ^v-10-350

**351** ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται ^v-10-351

**352** ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν ^v-10-352

**353** ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον· ^v-10-353

**354** τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας. ^v-10-354

**355** ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους ^v-10-355

**356** ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. ^v-10-356

**357** ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, ^v-10-357

**358** γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα ^v-10-358

**359** φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν. ^v-10-359

**360** ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης ^v-10-360

**361** ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ ^v-10-361

**362** χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς, ^v-10-362

**363** ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς ^v-10-363

**364** λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. ^v-10-364

**365** ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι ^v-10-365

**366** φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη ^v-10-366

**367** Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων ^v-10-367

**368** φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. ^v-10-368

**369** δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· ^v-10-369

**370** “ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι ^v-10-370

**371** δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.” ^v-10-371

**372** ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός· ^v-10-372

**373** δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ ^v-10-373

**374** ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε ^v-10-374

**375** βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων· ^v-10-375

**376** χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην, ^v-10-376

**377** χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα· ^v-10-377

**378** “ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον ^v-10-378

**379** χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, ^v-10-379

**380** τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα ^v-10-380

**381** εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.” ^v-10-381

**382** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-10-382

**383** “θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω. ^v-10-383

**384** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· ^v-10-384

**385** πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος ^v-10-385

**386** νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι; ^v-10-386

**387** ἤ τινα συλήσων νεκύων κατατεθνηώτων; ^v-10-387

**388** ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα ^v-10-388

**389** νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε;” ^v-10-389

**390** τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα· ^v-10-390

**391** “πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, ^v-10-391

**392** ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους ^v-10-392

**393** δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ, ^v-10-393

**394** ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν ^v-10-394

**395** ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι ^v-10-395

**396** ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, ^v-10-396

**397** ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες ^v-10-397

**398** φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι ^v-10-398

**399** νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ.” ^v-10-399

**400** τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· ^v-10-400

**401** “ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς ^v-10-401

**402** ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ ^v-10-402

**403** ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι ^v-10-403

**404** ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. ^v-10-404

**405** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· ^v-10-405

**406** ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; ^v-10-406

**407** ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; ^v-10-407

**408** πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί; ^v-10-408

**409** ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν ^v-10-409

**410** αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ^v-10-410

**411** ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς.” ^v-10-411

**412** τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός· ^v-10-412

**413** “τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. ^v-10-413

**414** Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, ^v-10-414

**415** βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου ^v-10-415

**416** νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως ^v-10-416

**417** οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει. ^v-10-417

**418** ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη ^v-10-418

**419** οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ^v-10-419

**420** ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι ^v-10-420

**421** εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν· ^v-10-421

**422** οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες. ^v-10-422

**423** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-10-423

**424** “πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν ^v-10-424

**425** εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω.” ^v-10-425

**426** τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός· ^v-10-426

**427** “τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. ^v-10-427

**428** πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι ^v-10-428

**429** καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, ^v-10-429

**430** πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι ^v-10-430

**431** καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. ^v-10-431

**432** ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; ^v-10-432

**433** εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον ^v-10-433

**434** Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· ^v-10-434

**435** ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. ^v-10-435

**436** τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· ^v-10-436

**437** λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι· ^v-10-437

**438** ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· ^v-10-438

**439** τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι ^v-10-439

**440** ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν ^v-10-440

**441** ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν. ^v-10-441

**442** ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, ^v-10-442

**443** ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ, ^v-10-443

**444** ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο ^v-10-444

**445** ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί.” ^v-10-445

**446** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· ^v-10-446

**447** “μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· ^v-10-447

**448** ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς. ^v-10-448

**449** εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, ^v-10-449

**450** ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν ^v-10-450

**451** ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων· ^v-10-451

**452** εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, ^v-10-452

**453** οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν.” ^v-10-453

**454** ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ ^v-10-454

**455** ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε ^v-10-455

**456** φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· ^v-10-456

**457** φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. ^v-10-457

**458** τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο ^v-10-458

**459** καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· ^v-10-459

**460** καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς ^v-10-460

**461** ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· ^v-10-461

**462** “χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ ^v-10-462

**463** πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις ^v-10-463

**464** πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.” ^v-10-464

**465** ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας ^v-10-465

**466** θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε ^v-10-466

**467** συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους, ^v-10-467

**468** μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. ^v-10-468

**469** τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα, ^v-10-469

**470** αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. ^v-10-470

**471** οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν ^v-10-471

**472** καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον ^v-10-472

**473** τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. ^v-10-473

**474** Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι ^v-10-474

**475** ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. ^v-10-475

**476** τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν· ^v-10-476

**477** οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, ^v-10-477

**478** οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς. ^v-10-478

**479** ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ ^v-10-479

**480** ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους· ^v-10-480

**481** ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι.” ^v-10-481

**482** ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, ^v-10-482

**483** κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς ^v-10-483

**484** ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα. ^v-10-484

**485** ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν ^v-10-485

**486** αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, ^v-10-486

**487** ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς ^v-10-487

**488** ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς ^v-10-488

**489** ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς ^v-10-489

**490** τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, ^v-10-490

**491** τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι ^v-10-491

**492** ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ ^v-10-492

**493** νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν. ^v-10-493

**494** ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, ^v-10-494

**495** τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα ^v-10-495

**496** ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη ^v-10-496

**497** τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης. ^v-10-497

**498** τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, ^v-10-498

**499** σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου ^v-10-499

**500** τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν ^v-10-500

**501** ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι· ^v-10-501

**502** ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. ^v-10-502

**503** αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, ^v-10-503

**504** ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο, ^v-10-504

**505** ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας, ^v-10-505

**506** ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. ^v-10-506

**507** εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη ^v-10-507

**508** ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· ^v-10-508

**509** “νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ ^v-10-509

**510** νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, ^v-10-510

**511** μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.” ^v-10-511

**512** ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, ^v-10-512

**513** καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς ^v-10-513

**514** τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. ^v-10-514

**515** οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων ^v-10-515

**516** ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· ^v-10-516

**517** τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, ^v-10-517

**518** ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα ^v-10-518

**519** Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας ^v-10-519

**520** ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι, ^v-10-520

**521** ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, ^v-10-521

**522** ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον. ^v-10-522

**523** Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς ^v-10-523

**524** θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα ^v-10-524

**525** ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. ^v-10-525

**526** οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, ^v-10-526

**527** ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, ^v-10-527

**528** Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα ^v-10-528

**529** ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων· ^v-10-529

**530** μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην ^v-10-530

**531** νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. ^v-10-531

**532** Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε· ^v-10-532

**533** “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ^v-10-533

**534** ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. ^v-10-534

**535** ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. ^v-10-535

**536** αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης ^v-10-536

**537** ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· ^v-10-537

**538** ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν ^v-10-538

**539** Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.” ^v-10-539

**540** οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί. ^v-10-540

**541** καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες ^v-10-541

**542** δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· ^v-10-542

**543** πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· ^v-10-543

**544** “εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν ^v-10-544

**545** ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον ^v-10-545

**546** Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας. ^v-10-546

**547** αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. ^v-10-547

**548** αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι ^v-10-548

**549** μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· ^v-10-549

**550** ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα. ^v-10-550

**551** ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα· ^v-10-551

**552** ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς ^v-10-552

**553** κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.” ^v-10-553

**554** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-10-554

**555** “ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν ^v-10-555

**556** ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε ^v-10-556

**557** ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν. ^v-10-557

**558** ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις ^v-10-558

**559** Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης ^v-10-559

**560** ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. ^v-10-560

**561** τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, ^v-10-561

**562** τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο ^v-10-562

**563** Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.” ^v-10-563

**564** ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους ^v-10-564

**565** καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί. ^v-10-565

**566** οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο, ^v-10-566

**567** ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι ^v-10-567

**568** φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι ^v-10-568

**569** ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες· ^v-10-569

**570** νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος ^v-10-570

**571** θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ. ^v-10-571

**572** αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ ^v-10-572

**573** ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. ^v-10-573

**574** αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν ^v-10-574

**575** νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, ^v-10-575

**576** ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. ^v-10-576

**577** τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ ^v-10-577

**578** δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ ^v-10-578

**579** πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον. ^v-10-579

### Livro 11

**1** Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο ^v-11-1

**2** ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι· ^v-11-2

**3** Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ^v-11-3

**4** ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. ^v-11-4

**5** στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, ^v-11-5

**6** ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, ^v-11-6

**7** ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο ^v-11-7

**8** ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας ^v-11-8

**9** εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν ^v-11-9

**10** ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε ^v-11-10

**11** ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ ^v-11-11

**12** καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. ^v-11-12

**13** τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ^v-11-13

**14** ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. ^v-11-14

**15** Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν ^v-11-15

**16** Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν. ^v-11-16

**17** κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε ^v-11-17

**18** καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· ^v-11-18

**19** δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, ^v-11-19

**20** τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. ^v-11-20

**21** πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ ^v-11-21

**22** ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον· ^v-11-22

**23** τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ. ^v-11-23

**24** τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, ^v-11-24

**25** δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· ^v-11-25

**26** κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν ^v-11-26

**27** τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων ^v-11-27

**28** ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων. ^v-11-28

**29** ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι ^v-11-29

**30** χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν ^v-11-30

**31** ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. ^v-11-31

**32** ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν ^v-11-32

**33** καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, ^v-11-33

**34** ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο ^v-11-34

**35** λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. ^v-11-35

**36** τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο ^v-11-36

**37** δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. ^v-11-37

**38** τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ ^v-11-38

**39** κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν ^v-11-39

**40** τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. ^v-11-40

**41** κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον ^v-11-41

**42** ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. ^v-11-42

**43** εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ ^v-11-43

**44** ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω ^v-11-44

**45** λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη ^v-11-45

**46** τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. ^v-11-46

**47** ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ^v-11-47

**48** ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ, ^v-11-48

**49** αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες ^v-11-49

**50** ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό. ^v-11-50

**51** φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, ^v-11-51

**52** ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν ^v-11-52

**53** ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας ^v-11-53

**54** αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε ^v-11-54

**55** πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. ^v-11-55

**56** Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο ^v-11-56

**57** Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα ^v-11-57

**58** Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, ^v-11-58

**59** τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον ^v-11-59

**60** ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν. ^v-11-60

**61** Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην, ^v-11-61

**62** οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ ^v-11-62

**63** παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα, ^v-11-63

**64** ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, ^v-11-64

**65** ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ ^v-11-65

**66** λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο. ^v-11-66

**67** οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ^v-11-67

**68** ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν ^v-11-68

**69** πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· ^v-11-69

**70** ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες ^v-11-70

**71** δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο. ^v-11-71

**72** ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς ^v-11-72

**73** θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα· ^v-11-73

**74** οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν, ^v-11-74

**75** οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι ^v-11-75

**76** σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ ^v-11-76

**77** δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο. ^v-11-77

**78** πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα ^v-11-78

**79** οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. ^v-11-79

**80** τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς ^v-11-80

**81** τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων ^v-11-81

**82** εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν ^v-11-82

**83** χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε. ^v-11-83

**84** ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, ^v-11-84

**85** τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός· ^v-11-85

**86** ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον ^v-11-86

**87** οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας ^v-11-87

**88** τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, ^v-11-88

**89** σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, ^v-11-89

**90** τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας ^v-11-90

**91** κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων ^v-11-91

**92** πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν ^v-11-92

**93** αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον. ^v-11-93

**94** ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη· ^v-11-94

**95** τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ ^v-11-95

**96** νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, ^v-11-96

**97** ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ ^v-11-97

**98** ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. ^v-11-98

**99** καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-11-99

**100** στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· ^v-11-100

**101** αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων ^v-11-101

**102** υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω ^v-11-102

**103** εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν, ^v-11-103

**104** Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς ^v-11-104

**105** Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, ^v-11-105

**106** ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. ^v-11-106

**107** δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ^v-11-107

**108** τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, ^v-11-108

**109** Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων. ^v-11-109

**110** σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ ^v-11-110

**111** γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν ^v-11-111

**112** εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. ^v-11-112

**113** ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα ^v-11-113

**114** ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν ^v-11-114

**115** ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα· ^v-11-115

**116** ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι ^v-11-116

**117** χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· ^v-11-117

**118** καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην ^v-11-118

**119** σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς· ^v-11-119

**120** ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον ^v-11-120

**121** Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο. ^v-11-121

**122** αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην ^v-11-122

**123** υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα ^v-11-123

**124** χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα ^v-11-124

**125** οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, ^v-11-125

**126** τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων ^v-11-126

**127** εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους· ^v-11-127

**128** ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, ^v-11-128

**129** τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς ^v-11-129

**130** Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην· ^v-11-130

**131** “ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα· ^v-11-131

**132** πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται ^v-11-132

**133** χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, ^v-11-133

**134** τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα, ^v-11-134

**135** εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.” ^v-11-135

**136** ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα ^v-11-136

**137** μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν· ^v-11-137

**138** “εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, ^v-11-138

**139** ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν ^v-11-139

**140** ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ ^v-11-140

**141** αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς, ^v-11-141

**142** νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.” ^v-11-142

**143** ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε ^v-11-143

**144** δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη. ^v-11-144

**145** Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε ^v-11-145

**146** χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας, ^v-11-146

**147** ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου. ^v-11-147

**148** τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες, ^v-11-148

**149** τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί. ^v-11-149

**150** πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, ^v-11-150

**151** ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη ^v-11-151

**152** ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων ^v-11-152

**153** χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων ^v-11-153

**154** αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων. ^v-11-154

**155** ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, ^v-11-155

**156** πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι ^v-11-156

**157** πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· ^v-11-157

**158** ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα ^v-11-158

**159** Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι ^v-11-159

**160** κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας ^v-11-160

**161** ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ ^v-11-161

**162** κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. ^v-11-162

**163** Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ^v-11-163

**164** ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ· ^v-11-164

**165** Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. ^v-11-165

**166** οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο ^v-11-166

**167** μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο ^v-11-167

**168** ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ ^v-11-168

**169** Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. ^v-11-169

**170** ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, ^v-11-170

**171** ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. ^v-11-171

**172** οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, ^v-11-172

**173** ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ ^v-11-173

**174** πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος· ^v-11-174

**175** τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι ^v-11-175

**176** πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει· ^v-11-176

**177** ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων ^v-11-177

**178** αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο. ^v-11-178

**179** πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων ^v-11-179

**180** Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. ^v-11-180

**181** ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος ^v-11-181

**182** ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε ^v-11-182

**183** Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης ^v-11-183

**184** οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν. ^v-11-184

**185** Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· ^v-11-185

**186** “βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες· ^v-11-186

**187** ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν ^v-11-187

**188** θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, ^v-11-188

**189** τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω ^v-11-189

**190** μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. ^v-11-190

**191** αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ ^v-11-191

**192** εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω ^v-11-192

**193** κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται ^v-11-193

**194** δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.” ^v-11-194

**195** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, ^v-11-195

**196** βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. ^v-11-196

**197** εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον ^v-11-197

**198** ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν· ^v-11-198

**199** ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· ^v-11-199

**200** “Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε ^v-11-200

**201** Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι. ^v-11-201

**202** ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν ^v-11-202

**203** θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, ^v-11-203

**204** τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι ^v-11-204

**205** μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. ^v-11-205

**206** αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ ^v-11-206

**207** εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει ^v-11-207

**208** κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι ^v-11-208

**209** δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.” ^v-11-209

**210** ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, ^v-11-210

**211** Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, ^v-11-211

**212** πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ^v-11-212

**213** ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. ^v-11-213

**214** οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, ^v-11-214

**215** Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. ^v-11-215

**216** ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων ^v-11-216

**217** πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. ^v-11-217

**218** ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ^v-11-218

**219** ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν ^v-11-219

**220** ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. ^v-11-220

**221** Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε ^v-11-221

**222** ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων· ^v-11-222

**223** Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα ^v-11-223

**224** μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον· ^v-11-224

**225** αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον, ^v-11-225

**226** αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν· ^v-11-226

**227** γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν ^v-11-227

**228** σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. ^v-11-228

**229** τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, ^v-11-229

**230** αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει· ^v-11-230

**231** ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. ^v-11-231

**232** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ^v-11-232

**233** Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, ^v-11-233

**234** Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε ^v-11-234

**235** νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· ^v-11-235

**236** οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν ^v-11-236

**237** ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή. ^v-11-237

**238** καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων ^v-11-238

**239** ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς ^v-11-239

**240** σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα. ^v-11-240

**241** ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον ^v-11-241

**242** οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, ^v-11-242

**243** κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε· ^v-11-243

**244** πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη ^v-11-244

**245** αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. ^v-11-245

**246** δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, ^v-11-246

**247** βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά. ^v-11-247

**248** τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν ^v-11-248

**249** πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος ^v-11-249

**250** ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. ^v-11-250

**251** στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, ^v-11-251

**252** νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, ^v-11-252

**253** ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. ^v-11-253

**254** ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-11-254

**255** ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, ^v-11-255

**256** ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. ^v-11-256

**257** ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον ^v-11-257

**258** ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους· ^v-11-258

**259** τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης ^v-11-259

**260** οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα· ^v-11-260

**261** τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς. ^v-11-261

**262** ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ ^v-11-262

**263** πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. ^v-11-263

**264** αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ^v-11-264

**265** ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, ^v-11-265

**266** ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. ^v-11-266

**267** αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα, ^v-11-267

**268** ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ^v-11-268

**269** ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα ^v-11-269

**270** δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι ^v-11-270

**271** Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, ^v-11-271

**272** ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ^v-11-272

**273** ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε ^v-11-273

**274** νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. ^v-11-274

**275** ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ^v-11-275

**276** “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ^v-11-276

**277** ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι ^v-11-277

**278** φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς ^v-11-278

**279** εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.” ^v-11-279

**280** ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους ^v-11-280

**281** νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην· ^v-11-281

**282** ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ ^v-11-282

**283** τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. ^v-11-283

**284** Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα ^v-11-284

**285** Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· ^v-11-285

**286** “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ^v-11-286

**287** ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. ^v-11-287

**288** οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε ^v-11-288

**289** Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους ^v-11-289

**290** ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε.” ^v-11-290

**291** ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-11-291

**292** ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας ^v-11-292

**293** σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, ^v-11-293

**294** ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους ^v-11-294

**295** Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. ^v-11-295

**296** αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, ^v-11-296

**297** ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, ^v-11-297

**298** ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. ^v-11-298

**299** ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν ^v-11-299

**300** Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; ^v-11-300

**301** Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην ^v-11-301

**302** καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον ^v-11-302

**303** Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. ^v-11-303

**304** τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα ^v-11-304

**305** πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ ^v-11-305

**306** ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· ^v-11-306

**307** πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη ^v-11-307

**308** σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· ^v-11-308

**309** ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν. ^v-11-309

**310** ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, ^v-11-310

**311** καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, ^v-11-311

**312** εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς· ^v-11-312

**313** “Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; ^v-11-313

**314** ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος ^v-11-314

**315** ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.” ^v-11-315

**316** τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· ^v-11-316

**317** “ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα ^v-11-317

**318** ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς ^v-11-318

**319** Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.” ^v-11-319

**320** ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε ^v-11-320

**321** δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς ^v-11-321

**322** ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. ^v-11-322

**323** τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· ^v-11-323

**324** τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω ^v-11-324

**325** ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον· ^v-11-325

**326** ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ ^v-11-326

**327** ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. ^v-11-327

**328** ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω ^v-11-328

**329** υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων ^v-11-329

**330** ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε ^v-11-330

**331** στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι ^v-11-331

**332** πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. ^v-11-332

**333** τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης ^v-11-333

**334** θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα· ^v-11-334

**335** Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. ^v-11-335

**336** ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων ^v-11-336

**337** ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον. ^v-11-337

**338** ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ ^v-11-338

**339** Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι ^v-11-339

**340** ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. ^v-11-340

**341** τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς ^v-11-341

**342** θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. ^v-11-342

**343** Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς ^v-11-343

**344** κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. ^v-11-344

**345** τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, ^v-11-345

**346** αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· ^v-11-346

**347** “νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ· ^v-11-347

**348** ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.” ^v-11-348

**349** ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος ^v-11-349

**350** καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, ^v-11-350

**351** ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός, ^v-11-351

**352** οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια ^v-11-352

**353** τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. ^v-11-353

**354** Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, ^v-11-354

**355** στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ ^v-11-355

**356** γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. ^v-11-356

**357** ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν ^v-11-357

**358** τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης ^v-11-358

**359** τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας ^v-11-359

**360** ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. ^v-11-360

**361** δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· ^v-11-361

**362** “ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι ^v-11-362

**363** ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων ^v-11-363

**364** ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. ^v-11-364

**365** ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, ^v-11-365

**366** εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. ^v-11-366

**367** νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.” ^v-11-367

**368** ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. ^v-11-368

**369** αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο ^v-11-369

**370** Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, ^v-11-370

**371** στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ ^v-11-371

**372** Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. ^v-11-372

**373** ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο ^v-11-373

**374** αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων ^v-11-374

**375** καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε ^v-11-375

**376** καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, ^v-11-376

**377** ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς ^v-11-377

**378** ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας ^v-11-378

**379** ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· ^v-11-379

**380** “βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι ^v-11-380

**381** νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. ^v-11-381

**382** οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, ^v-11-382

**383** οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.” ^v-11-383

**384** τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· ^v-11-384

**385** “τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα ^v-11-385

**386** εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, ^v-11-386

**387** οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί· ^v-11-387

**388** νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. ^v-11-388

**389** οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων· ^v-11-389

**390** κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. ^v-11-390

**391** ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ, ^v-11-391

**392** ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. ^v-11-392

**393** τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί, ^v-11-393

**394** παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων ^v-11-394

**395** πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.” ^v-11-395

**396** ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν ^v-11-396

**397** ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ ^v-11-397

**398** ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή. ^v-11-398

**399** ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε ^v-11-399

**400** νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. ^v-11-400

**401** οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ ^v-11-401

**402** Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας· ^v-11-402

**403** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-11-403

**404** “ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι ^v-11-404

**405** πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω ^v-11-405

**406** μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. ^v-11-406

**407** ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; ^v-11-407

**408** οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο, ^v-11-408

**409** ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ ^v-11-409

**410** ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.” ^v-11-410

**411** εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-11-411

**412** τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, ^v-11-412

**413** ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. ^v-11-413

**414** ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ ^v-11-414

**415** σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο ^v-11-415

**416** θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, ^v-11-416

**417** ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων ^v-11-417

**418** γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, ^v-11-418

**419** ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο ^v-11-419

**420** Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην ^v-11-420

**421** οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, ^v-11-421

**422** αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε. ^v-11-422

**423** Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα ^v-11-423

**424** δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης ^v-11-424

**425** νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. ^v-11-425

**426** τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ ^v-11-426

**427** αὐτοκασίγνητον εὐηφενέος Σώκοιο. ^v-11-427

**428** τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, ^v-11-428

**429** στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν ^v-11-429

**430** “ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο ^v-11-430

**431** σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι ^v-11-431

**432** τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας, ^v-11-432

**433** ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.” ^v-11-433

**434** ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην. ^v-11-434

**435** διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, ^v-11-435

**436** καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, ^v-11-436

**437** πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε ^v-11-437

**438** Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός. ^v-11-438

**439** γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, ^v-11-439

**440** ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· ^v-11-440

**441** “ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. ^v-11-441

**442** ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι· ^v-11-442

**443** σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ^v-11-443

**444** ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα ^v-11-444

**445** εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.” ^v-11-445

**446** ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει, ^v-11-446

**447** τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ^v-11-447

**448** ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, ^v-11-448

**449** δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς· ^v-11-449

**450** “ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο ^v-11-450

**451** φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας. ^v-11-451

**452** ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ^v-11-452

**453** ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ ^v-11-453

**454** ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. ^v-11-454

**455** αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.” ^v-11-455

**456** ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος ^v-11-456

**457** ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης· ^v-11-457

**458** αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. ^v-11-458

**459** Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος ^v-11-459

**460** κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν. ^v-11-460

**461** αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους. ^v-11-461

**462** τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, ^v-11-462

**463** τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος. ^v-11-463

**464** αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα· ^v-11-464

**465** “Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν ^v-11-465

**466** ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ ^v-11-466

**467** τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα ^v-11-467

**468** Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. ^v-11-468

**469** ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον. ^v-11-469

**470** δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς ^v-11-470

**471** ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.” ^v-11-471

**472** ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς. ^v-11-472

**473** εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν ^v-11-473

**474** Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν ^v-11-474

**475** ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ ^v-11-475

**476** ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι ^v-11-476

**477** φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ· ^v-11-477

**478** αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, ^v-11-478

**479** ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν ^v-11-479

**480** ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων ^v-11-480

**481** σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει· ^v-11-481

**482** ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην ^v-11-482

**483** Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως ^v-11-483

**484** ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. ^v-11-484

**485** Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, ^v-11-485

**486** στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. ^v-11-486

**487** ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου ^v-11-487

**488** χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. ^v-11-488

**489** Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον ^v-11-489

**490** Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, ^v-11-490

**491** οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. ^v-11-491

**492** ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι ^v-11-492

**493** χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, ^v-11-493

**494** πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας ^v-11-494

**495** ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει, ^v-11-495

**496** ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, ^v-11-496

**497** δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ ^v-11-497

**498** πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης ^v-11-498

**499** ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα ^v-11-499

**500** ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει ^v-11-500

**501** Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα. ^v-11-501

**502** Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων ^v-11-502

**503** ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας· ^v-11-503

**504** οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ ^v-11-504

**505** εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο ^v-11-505

**506** παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, ^v-11-506

**507** ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον. ^v-11-507

**508** τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ ^v-11-508

**509** μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν. ^v-11-509

**510** αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον· ^v-11-510

**511** “ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν ^v-11-511

**512** ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων ^v-11-512

**513** βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους· ^v-11-513

**514** ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ^v-11-514

**515** ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.” ^v-11-515

**516** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. ^v-11-516

**517** αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων ^v-11-517

**518** βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος· ^v-11-518

**519** μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην ^v-11-519

**520** νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. ^v-11-520

**521** Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν ^v-11-521

**522** Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν· ^v-11-522

**523** “Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν ^v-11-523

**524** ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι ^v-11-524

**525** Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί. ^v-11-525

**526** Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων· ^v-11-526

**527** εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς ^v-11-527

**528** κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα ^v-11-528

**529** ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες ^v-11-529

**530** ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.” ^v-11-530

**531** ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους ^v-11-531

**532** μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες ^v-11-532

**533** ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς ^v-11-533

**534** στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων ^v-11-534

**535** νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, ^v-11-535

**536** ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον ^v-11-536

**537** αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον ^v-11-537

**538** ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν ^v-11-538

**539** ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός. ^v-11-539

**540** αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ^v-11-540

**541** ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, ^v-11-541

**542** Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο. ^v-11-542

**544** Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε· ^v-11-544

**545** στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, ^v-11-545

**546** τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς ^v-11-546

**547** ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων. ^v-11-547

**548** ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο ^v-11-548

**549** ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, ^v-11-549

**550** οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι ^v-11-550

**551** πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων ^v-11-551

**552** ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες ^v-11-552

**553** ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν ^v-11-553

**554** καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· ^v-11-554

**555** ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ· ^v-11-555

**556** ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ ^v-11-556

**557** ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. ^v-11-557

**558** ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας ^v-11-558

**559** νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ, ^v-11-559

**560** κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες ^v-11-560

**561** τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν· ^v-11-561

**562** σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς· ^v-11-562

**563** ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν ^v-11-563

**564** Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι ^v-11-564

**565** νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. ^v-11-565

**566** Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς ^v-11-566

**567** αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας ^v-11-567

**568** Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν. ^v-11-568

**569** πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, ^v-11-569

**570** αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ ^v-11-570

**571** ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ^v-11-571

**572** ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, ^v-11-572

**573** πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ^v-11-573

**574** ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. ^v-11-574

**575** τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς ^v-11-575

**576** Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, ^v-11-576

**577** στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, ^v-11-577

**578** καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν ^v-11-578

**579** ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν· ^v-11-579

**580** Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων. ^v-11-580

**581** τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς ^v-11-581

**582** τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον ^v-11-582

**583** ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ ^v-11-583

**584** δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν. ^v-11-584

**585** ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων, ^v-11-585

**586** ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ^v-11-586

**587** “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ^v-11-587

**588** στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ ^v-11-588

**589** Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι ^v-11-589

**590** φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην ^v-11-590

**591** ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.” ^v-11-591

**592** ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν ^v-11-592

**593** πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες ^v-11-593

**594** δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας. ^v-11-594

**595** στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. ^v-11-595

**596** ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· ^v-11-596

**597** Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ^v-11-597

**598** ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. ^v-11-598

**599** τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· ^v-11-599

**600** ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ ^v-11-600

**601** εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. ^v-11-601

**602** αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε ^v-11-602

**603** φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας ^v-11-603

**604** ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή. ^v-11-604

**605** τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός· ^v-11-605

**606** “τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;” ^v-11-606

**607** τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-11-607

**608** “δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ ^v-11-608

**609** νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς ^v-11-609

**610** λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός. ^v-11-610

**611** ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο ^v-11-611

**612** ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο· ^v-11-612

**613** ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε ^v-11-613

**614** τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός· ^v-11-614

**615** ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.” ^v-11-615

**616** ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, ^v-11-616

**617** βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. ^v-11-617

**618** οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, ^v-11-618

**619** αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, ^v-11-619

**620** ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος ^v-11-620

**621** ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων ^v-11-621

**622** στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα ^v-11-622

**623** ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον. ^v-11-623

**624** τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, ^v-11-624

**625** τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, ^v-11-625

**626** θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ ^v-11-626

**627** ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων. ^v-11-627

**628** ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν ^v-11-628

**629** καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς ^v-11-629

**630** χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, ^v-11-630

**631** ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν, ^v-11-631

**632** πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός, ^v-11-632

**633** χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ ^v-11-633

**634** τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον ^v-11-634

**635** χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν. ^v-11-635

**636** ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης ^v-11-636

**637** πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν. ^v-11-637

**638** ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν ^v-11-638

**639** οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν ^v-11-639

**640** κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε, ^v-11-640

**641** πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ. ^v-11-641

**642** τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν ^v-11-642

**643** μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες, ^v-11-643

**644** Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς. ^v-11-644

**645** τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ, ^v-11-645

**646** ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε. ^v-11-646

**647** Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον· ^v-11-647

**648** “οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις. ^v-11-648

**649** αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι ^v-11-649

**650** ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς ^v-11-650

**651** γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. ^v-11-651

**652** νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ. ^v-11-652

**653** εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος ^v-11-653

**654** δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.” ^v-11-654

**655** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-11-655

**656** “τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, ^v-11-656

**657** ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε ^v-11-657

**658** πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι ^v-11-658

**659** ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. ^v-11-659

**660** βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, ^v-11-660

**661** οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων· ^v-11-661

**662** βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ· ^v-11-662

**663** τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο ^v-11-663

**664** ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς ^v-11-664

**665** ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει. ^v-11-665

**666** ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης ^v-11-666

**667** Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, ^v-11-667

**668** αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς ^v-11-668

**669** ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. ^v-11-669

**670** εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη ^v-11-670

**671** ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη ^v-11-671

**672** ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα ^v-11-672

**673** ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, ^v-11-673

**674** ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν ^v-11-674

**675** ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, ^v-11-675

**676** κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. ^v-11-676

**677** ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν ^v-11-677

**678** πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, ^v-11-678

**679** τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν, ^v-11-679

**680** ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα ^v-11-680

**681** πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. ^v-11-681

**682** καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω ^v-11-682

**683** ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς, ^v-11-683

**684** οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. ^v-11-684

**685** κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι ^v-11-685

**686** τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ· ^v-11-686

**687** οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες ^v-11-687

**688** δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, ^v-11-688

**689** ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· ^v-11-689

**690** ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη ^v-11-690

**691** τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι· ^v-11-691

**692** δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· ^v-11-692

**693** τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο. ^v-11-693

**694** ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ^v-11-694

**695** ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. ^v-11-695

**696** ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν ^v-11-696

**697** εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας. ^v-11-697

**698** καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ ^v-11-698

**699** τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν ^v-11-699

**700** ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον ^v-11-700

**701** θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας ^v-11-701

**702** κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων. ^v-11-702

**703** τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων ^v-11-703

**704** ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε ^v-11-704

**705** δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. ^v-11-705

**706** ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ ^v-11-706

**707** ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες ^v-11-707

**708** ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι ^v-11-708

**709** πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο ^v-11-709

**710** παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. ^v-11-710

**711** ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη ^v-11-711

**712** τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος· ^v-11-712

**713** τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. ^v-11-713

**714** ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη ^v-11-714

**715** ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι ^v-11-715

**716** ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν ^v-11-716

**717** ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς ^v-11-717

**718** εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους· ^v-11-718

**719** οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα. ^v-11-719

**720** ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι ^v-11-720

**721** καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. ^v-11-721

**722** ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων ^v-11-722

**723** ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν ^v-11-723

**724** ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν. ^v-11-724

**725** ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ^v-11-725

**726** ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. ^v-11-726

**727** ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, ^v-11-727

**728** ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, ^v-11-728

**729** αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, ^v-11-729

**730** δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, ^v-11-730

**731** καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος ^v-11-731

**732** ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ^v-11-732

**733** ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· ^v-11-733

**734** ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· ^v-11-734

**735** εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, ^v-11-735

**736** συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ. ^v-11-736

**737** ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, ^v-11-737

**738** πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, ^v-11-738

**739** Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο, ^v-11-739

**740** πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, ^v-11-740

**741** ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. ^v-11-741

**742** τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, ^v-11-742

**743** ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας ^v-11-743

**744** στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ^v-11-744

**745** ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα ^v-11-745

**746** ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. ^v-11-746

**747** αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, ^v-11-747

**748** πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον ^v-11-748

**749** φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. ^v-11-749

**750** καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα, ^v-11-750

**751** εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων ^v-11-751

**752** ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. ^v-11-752

**753** ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· ^v-11-753

**754** τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο ^v-11-754

**755** κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες, ^v-11-755

**756** ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους ^v-11-756

**757** πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη ^v-11-757

**758** κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. ^v-11-758

**759** ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ ^v-11-759

**760** ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους, ^v-11-760

**761** πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν. ^v-11-761

**762** ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς ^v-11-762

**763** οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω ^v-11-763

**764** πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται. ^v-11-764

**765** ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν ^v-11-765

**766** ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, ^v-11-766

**767** νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς ^v-11-767

**768** πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. ^v-11-768

**769** Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας ^v-11-769

**770** λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν. ^v-11-770

**771** ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον ^v-11-771

**772** ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς ^v-11-772

**773** πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ ^v-11-773

**774** αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον ^v-11-774

**775** σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι. ^v-11-775

**776** σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα ^v-11-776

**777** στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς, ^v-11-777

**778** ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε, ^v-11-778

**779** ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν. ^v-11-779

**780** αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, ^v-11-780

**781** ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι· ^v-11-781

**782** σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον. ^v-11-782

**783** Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ ^v-11-783

**784** αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων· ^v-11-784

**785** σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· ^v-11-785

**786** “τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, ^v-11-786

**787** πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων. ^v-11-787

**788** ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι ^v-11-788

**789** καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.” ^v-11-789

**790** ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν ^v-11-790

**791** ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. ^v-11-791

**792** τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις ^v-11-792

**793** παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. ^v-11-793

**794** εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει ^v-11-794

**795** καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ^v-11-795

**796** ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω ^v-11-796

**797** Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι· ^v-11-797

**798** καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, ^v-11-798

**799** αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο ^v-11-799

**800** Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν ^v-11-800

**801** τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ^v-11-801

**802** ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ^v-11-802

**803** ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.” ^v-11-803

**804** ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, ^v-11-804

**805** βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα. ^v-11-805

**806** ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο ^v-11-806

**807** ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε ^v-11-807

**808** ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, ^v-11-808

**809** ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε ^v-11-809

**810** διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ ^v-11-810

**811** σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ^v-11-811

**812** ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο ^v-11-812

**813** αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν. ^v-11-813

**814** τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, ^v-11-814

**815** καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-11-815

**816** “ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες ^v-11-816

**817** ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης ^v-11-817

**818** ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ. ^v-11-818

**819** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως, ^v-11-819

**820** ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί, ^v-11-820

**821** ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;” ^v-11-821

**822** τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· ^v-11-822

**823** “οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν ^v-11-823

**824** ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται. ^v-11-824

**825** οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ^v-11-825

**826** ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε ^v-11-826

**827** χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν. ^v-11-827

**828** ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, ^v-11-828

**829** μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν ^v-11-829

**830** νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε ^v-11-830

**831** ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, ^v-11-831

**832** ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. ^v-11-832

**833** ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων ^v-11-833

**834** τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα ^v-11-834

**835** χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος ^v-11-835

**836** κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.” ^v-11-836

**837** τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός· ^v-11-837

**838** “πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως; ^v-11-838

**839** ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω ^v-11-839

**840** ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· ^v-11-840

**841** ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.” ^v-11-841

**842** ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν ^v-11-842

**843** ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας. ^v-11-843

**844** ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ ^v-11-844

**845** ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν ^v-11-845

**846** νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν ^v-11-846

**847** χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας ^v-11-847

**848** ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα. ^v-11-848

### Livro 12

**1** ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς ^v-12-1

**2** ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο ^v-12-2

**3** Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε ^v-12-3

**4** τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν ^v-12-4

**5** εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ^v-12-5

**6** ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας· ^v-12-6

**7** ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν ^v-12-7

**8** ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο ^v-12-8

**9** ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν. ^v-12-9

**10** ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς ^v-12-10

**11** καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, ^v-12-11

**12** τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν. ^v-12-12

**13** αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, ^v-12-13

**14** πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, ^v-12-14

**15** πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, ^v-12-15

**16** Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, ^v-12-16

**17** δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων ^v-12-17

**18** τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. ^v-12-18

**19** ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, ^v-12-19

**20** Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε ^v-12-20

**21** Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος ^v-12-21

**22** καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι ^v-12-22

**23** κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν· ^v-12-23

**24** τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων, ^v-12-24

**25** ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς ^v-12-25

**26** συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. ^v-12-26

**27** αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ^v-12-27

**28** ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε ^v-12-28

**29** φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, ^v-12-29

**30** λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον, ^v-12-30

**31** αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε ^v-12-31

**32** τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι ^v-12-32

**33** κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ. ^v-12-33

**34** ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων ^v-12-34

**35** θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει ^v-12-35

**36** τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων ^v-12-36

**37** βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες ^v-12-37

**38** νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο ^v-12-38

**39** Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο· ^v-12-39

**40** αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· ^v-12-40

**41** ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι ^v-12-41

**42** κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων· ^v-12-42

**43** οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες ^v-12-43

**44** ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς ^v-12-44

**45** αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ ^v-12-45

**46** ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα· ^v-12-46

**47** ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων· ^v-12-47

**48** ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν· ^v-12-48

**49** ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους ^v-12-49

**50** τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι ^v-12-50

**51** τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ ^v-12-51

**52** χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος ^v-12-52

**53** εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ^v-12-53

**54** ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν ^v-12-54

**55** ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν ^v-12-55

**56** ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν ^v-12-56

**57** πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν. ^v-12-57

**58** ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων ^v-12-58

**59** ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι. ^v-12-59

**60** δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· ^v-12-60

**61** “Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων ^v-12-61

**62** ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους· ^v-12-62

**63** ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ ^v-12-63

**64** ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν, ^v-12-64

**65** ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι ^v-12-65

**66** ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω. ^v-12-66

**67** εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει ^v-12-67

**68** Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν, ^v-12-68

**69** ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι, ^v-12-69

**70** νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς· ^v-12-70

**71** εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται ^v-12-71

**72** ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ, ^v-12-72

**73** οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι ^v-12-73

**74** ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν. ^v-12-74

**75** ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· ^v-12-75

**76** ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ, ^v-12-76

**77** αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες ^v-12-77

**78** Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ ^v-12-78

**79** οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.” ^v-12-79

**80** ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, ^v-12-80

**81** αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. ^v-12-81

**82** οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο, ^v-12-82

**83** ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. ^v-12-83

**84** ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ^v-12-84

**85** ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ· ^v-12-85

**86** οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες ^v-12-86

**87** πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. ^v-12-87

**88** οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, ^v-12-88

**89** οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα ^v-12-89

**90** τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. ^v-12-90

**91** καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν ^v-12-91

**92** ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. ^v-12-92

**93** τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, ^v-12-93

**94** τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς ^v-12-94

**95** υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως ^v-12-95

**96** Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι ^v-12-96

**97** αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. ^v-12-97

**98** τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο ^v-12-98

**99** Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε ^v-12-99

**100** Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. ^v-12-100

**101** Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων, ^v-12-101

**102** πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον· ^v-12-102

**103** οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι ^v-12-103

**104** τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων. ^v-12-104

**105** οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι ^v-12-105

**106** βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο ^v-12-106

**107** σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. ^v-12-107

**108** ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι ^v-12-108

**109** βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο· ^v-12-109

**110** ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν ^v-12-110

**111** αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα, ^v-12-111

**112** ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι ^v-12-112

**113** νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας ^v-12-113

**114** ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν ^v-12-114

**115** ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· ^v-12-115

**116** πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ^v-12-116

**117** ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο. ^v-12-117

**118** εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ ^v-12-118

**119** ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι· ^v-12-119

**120** τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν ^v-12-120

**121** εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα, ^v-12-121

**122** ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων ^v-12-122

**123** ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας. ^v-12-123

**124** τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο ^v-12-124

**125** ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς ^v-12-125

**126** σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι ^v-12-126

**127** νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους ^v-12-127

**128** υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, ^v-12-128

**129** τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, ^v-12-129

**130** τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. ^v-12-130

**131** τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων ^v-12-131

**132** ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, ^v-12-132

**133** αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα ^v-12-133

**134** ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι· ^v-12-134

**135** ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι ^v-12-135

**136** μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο. ^v-12-136

**137** οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας ^v-12-137

**138** ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ ^v-12-138

**139** Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην ^v-12-139

**140** Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. ^v-12-140

**141** οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς ^v-12-141

**142** ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν· ^v-12-142

**143** αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν ^v-12-143

**144** Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ^v-12-144

**145** ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην ^v-12-145

**146** ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν ^v-12-146

**147** ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, ^v-12-147

**148** δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην ^v-12-148

**149** πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων ^v-12-149

**150** γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται· ^v-12-150

**151** ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ^v-12-151

**152** ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο ^v-12-152

**153** λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν. ^v-12-153

**154** οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων ^v-12-154

**155** βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων ^v-12-155

**156** νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε, ^v-12-156

**157** ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας ^v-12-157

**158** ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ· ^v-12-158

**159** ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν ^v-12-159

**160** ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν ^v-12-160

**161** βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι. ^v-12-161

**162** δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ ^v-12-162

**163** Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα· ^v-12-163

**164** “Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο ^v-12-164

**165** πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς ^v-12-165

**166** σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους. ^v-12-166

**167** οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι ^v-12-167

**168** οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ, ^v-12-168

**169** οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες ^v-12-169

**170** ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, ^v-12-170

**171** ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε ^v-12-171

**172** χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.” ^v-12-172

**173** ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων· ^v-12-173

**174** Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι. ^v-12-174

**175** ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν· ^v-12-175

**176** ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι· ^v-12-176

**177** πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ ^v-12-177

**178** λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ ^v-12-178

**179** νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν ^v-12-179

**180** πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν. ^v-12-180

**181** σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα. ^v-12-181

**182** ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης ^v-12-182

**183** δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου· ^v-12-183

**184** οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ ^v-12-184

**185** αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ ^v-12-185

**186** ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα· ^v-12-186

**187** αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. ^v-12-187

**188** υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος ^v-12-188

**189** Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας. ^v-12-189

**190** αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ ^v-12-190

**191** Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου ^v-12-191

**192** πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη· ^v-12-192

**193** αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην ^v-12-193

**194** πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. ^v-12-194

**195** ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα, ^v-12-195

**196** τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, ^v-12-196

**197** οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα ^v-12-197

**198** τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, ^v-12-198

**199** οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ. ^v-12-199

**200** ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν ^v-12-200

**201** αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων ^v-12-201

**202** φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον ^v-12-202

**203** ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης, ^v-12-203

**204** κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ^v-12-204

**205** ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ^v-12-205

**206** ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ, ^v-12-206

**207** αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. ^v-12-207

**208** Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν ^v-12-208

**209** κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο. ^v-12-209

**210** δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· ^v-12-210

**211** “Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν ^v-12-211

**212** ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε ^v-12-212

**213** δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ ^v-12-213

**214** οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν· ^v-12-214

**215** νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. ^v-12-215

**216** μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. ^v-12-216

**217** ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε ^v-12-217

**218** Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν ^v-12-218

**219** αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων ^v-12-219

**220** φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον ^v-12-220

**221** ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι, ^v-12-221

**222** οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. ^v-12-222

**223** ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν ^v-12-223

**224** ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί, ^v-12-224

**225** οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα· ^v-12-225

**226** πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ ^v-12-226

**227** χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν. ^v-12-227

**228** ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ ^v-12-228

**229** εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.” ^v-12-229

**230** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· ^v-12-230

**231** “Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις· ^v-12-231

**232** οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. ^v-12-232

**233** εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ^v-12-233

**234** ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, ^v-12-234

**235** ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι ^v-12-235

**236** βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε· ^v-12-236

**237** τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις ^v-12-237

**238** πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω ^v-12-238

**239** εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, ^v-12-239

**240** εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. ^v-12-240

**241** ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, ^v-12-241

**242** ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. ^v-12-242

**243** εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. ^v-12-243

**244** τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα; ^v-12-244

**245** εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες ^v-12-245

**246** νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι· ^v-12-246

**247** οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων. ^v-12-247

**248** εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον ^v-12-248

**249** παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο, ^v-12-249

**250** αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.” ^v-12-250

**251** ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο ^v-12-251

**252** ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος ^v-12-252

**253** ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ^v-12-253

**254** ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν ^v-12-254

**255** θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. ^v-12-255

**256** τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι ^v-12-256

**257** ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον. ^v-12-257

**258** κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις, ^v-12-258

**259** στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ ^v-12-259

**260** πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. ^v-12-260

**261** τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν ^v-12-261

**262** ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου, ^v-12-262

**263** ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις ^v-12-263

**264** βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας. ^v-12-264

**265** ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων ^v-12-265

**266** πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν. ^v-12-266

**267** ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι ^v-12-267

**268** νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν· ^v-12-268

**269** “ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις ^v-12-269

**270** ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι ^v-12-270

**271** ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι· ^v-12-271

**272** καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω ^v-12-272

**273** τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας, ^v-12-273

**274** ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε, ^v-12-274

**275** αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς ^v-12-275

**276** νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.” ^v-12-276

**277** ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν. ^v-12-277

**278** τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ ^v-12-278

**279** ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς ^v-12-279

**280** νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα· ^v-12-280

**281** κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ ^v-12-281

**282** ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους ^v-12-282

**283** καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα, ^v-12-283

**284** καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς, ^v-12-284

**285** κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα ^v-12-285

**286** εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος· ^v-12-286

**287** ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί, ^v-12-287

**288** αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς, ^v-12-288

**289** βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει. ^v-12-289

**290** οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ ^v-12-290

**291** τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, ^v-12-291

**292** εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς ^v-12-292

**293** ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν. ^v-12-293

**294** αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην ^v-12-294

**295** καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς ^v-12-295

**296** ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς ^v-12-296

**297** χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον. ^v-12-297

**298** τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων ^v-12-298

**299** βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς ^v-12-299

**300** δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ ^v-12-300

**301** μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· ^v-12-301

**302** εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας ^v-12-302

**303** σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, ^v-12-303

**304** οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι, ^v-12-304

**305** ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς ^v-12-305

**306** ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι· ^v-12-306

**307** ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε ^v-12-307

**308** τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις. ^v-12-308

**309** αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο· ^v-12-309

**310** “Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα ^v-12-310

**311** ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν ^v-12-311

**312** ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, ^v-12-312

**313** καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας ^v-12-313

**314** καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο; ^v-12-314

**315** τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας ^v-12-315

**316** ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι, ^v-12-316

**317** ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων· ^v-12-317

**318** “οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν ^v-12-318

**319** ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα ^v-12-319

**320** οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς ^v-12-320

**321** ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.” ^v-12-321

**322** ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε ^v-12-322

**323** αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε ^v-12-323

**324** ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην ^v-12-324

**325** οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· ^v-12-325

**326** νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο ^v-12-326

**327** μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι, ^v-12-327

**328** ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.” ^v-12-328

**329** ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε· ^v-12-329

**330** τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. ^v-12-330

**331** τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς· ^v-12-331

**332** τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. ^v-12-332

**333** πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο ^v-12-333

**334** ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι· ^v-12-334

**335** ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω ^v-12-335

**336** ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα ^v-12-336

**337** ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν· ^v-12-337

**338** τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε, ^v-12-338

**339** βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν ^v-12-339

**340** καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς ^v-12-340

**341** ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν. ^v-12-341

**342** αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην· ^v-12-342

**343** “ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον, ^v-12-343

**344** ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων ^v-12-344

**345** εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. ^v-12-345

**346** ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ^v-12-346

**347** ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. ^v-12-347

**348** εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, ^v-12-348

**349** ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, ^v-12-349

**350** καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.” ^v-12-350

**351** ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, ^v-12-351

**352** βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων, ^v-12-352

**353** στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα· ^v-12-353

**354** “Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων ^v-12-354

**355** ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς ^v-12-355

**356** κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον ^v-12-356

**357** ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων ^v-12-357

**358** εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος· ^v-12-358

**359** ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ^v-12-359

**360** ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. ^v-12-360

**361** εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν, ^v-12-361

**362** ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, ^v-12-362

**363** καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.” ^v-12-363

**364** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας. ^v-12-364

**365** αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· ^v-12-365

**366** “Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, ^v-12-366

**367** ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· ^v-12-367

**368** αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· ^v-12-368

**369** αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω.” ^v-12-369

**370** ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, ^v-12-370

**371** καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος· ^v-12-371

**372** τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. ^v-12-372

**373** εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο ^v-12-373

**374** τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο, ^v-12-374

**375** οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι ^v-12-375

**376** ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες· ^v-12-376

**377** σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή. ^v-12-377

**378** Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα ^v-12-378

**379** Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον ^v-12-379

**380** μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς ^v-12-380

**381** κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα ^v-12-381

**382** χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν, ^v-12-382

**383** οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας, ^v-12-383

**384** θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε ^v-12-384

**385** πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς ^v-12-385

**386** κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός. ^v-12-386

**387** Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο ^v-12-387

**388** ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, ^v-12-388

**389** ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. ^v-12-389

**390** ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν ^v-12-390

**391** βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι. ^v-12-391

**392** Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος ^v-12-392

**393** αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης, ^v-12-393

**394** ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας ^v-12-394

**395** νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ ^v-12-395

**396** πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, ^v-12-396

**397** Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ^v-12-397

**398** ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε ^v-12-398

**399** τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. ^v-12-399

**400** τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ ^v-12-400

**401** βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν ^v-12-401

**402** ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε ^v-12-402

**403** παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη· ^v-12-403

**404** Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ ^v-12-404

**405** ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. ^v-12-405

**406** χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν ^v-12-406

**407** χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι. ^v-12-407

**408** κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν· ^v-12-408

**409** “ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς; ^v-12-409

**410** ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι ^v-12-410

**411** μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον· ^v-12-411

**412** ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον.” ^v-12-412

**413** ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν ^v-12-413

**414** μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. ^v-12-414

**415** Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας ^v-12-415

**416** τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον· ^v-12-416

**417** οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο ^v-12-417

**418** τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, ^v-12-418

**419** οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο ^v-12-419

**420** τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. ^v-12-420

**421** ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον ^v-12-421

**422** μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, ^v-12-422

**423** ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, ^v-12-423

**424** ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων ^v-12-424

**425** δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ^v-12-425

**426** ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. ^v-12-426

**427** πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, ^v-12-427

**428** ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη ^v-12-428

**429** μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς. ^v-12-429

**430** πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ^v-12-430

**431** ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν. ^v-12-431

**432** ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν, ^v-12-432

**433** ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ^v-12-433

**434** ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ^v-12-434

**435** ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· ^v-12-435

**436** ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε, ^v-12-436

**437** πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε ^v-12-437

**438** Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν. ^v-12-438

**439** ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· ^v-12-439

**440** “ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος ^v-12-440

**441** Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.” ^v-12-441

**442** ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον, ^v-12-442

**443** ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα ^v-12-443

**444** κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες, ^v-12-444

**445** Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων ^v-12-445

**446** ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν ^v-12-446

**447** ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω ^v-12-447

**448** ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν, ^v-12-448

**449** οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. ^v-12-449

**450** τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. ^v-12-450

**451** ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς ^v-12-451

**452** χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, ^v-12-452

**453** ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, ^v-12-453

**454** αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας ^v-12-454

**455** δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες ^v-12-455

**456** εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει. ^v-12-456

**457** στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας ^v-12-457

**458** εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, ^v-12-458

**459** ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω ^v-12-459

**460** βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες ^v-12-460

**461** ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη ^v-12-461

**462** λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ ^v-12-462

**463** νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ ^v-12-463

**464** σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ ^v-12-464

**465** δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας ^v-12-465

**466** νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει. ^v-12-466

**467** κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον ^v-12-467

**468** τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο. ^v-12-468

**469** αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς ^v-12-469

**470** ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν ^v-12-470

**471** νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη. ^v-12-471

### Livro 13

**1** Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε, ^v-13-1

**2** τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν ^v-13-2

**3** νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ ^v-13-3

**4** νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν ^v-13-4

**5** Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν ^v-13-5

**6** γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων. ^v-13-6

**7** ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ· ^v-13-7

**8** οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν ^v-13-8

**9** ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν. ^v-13-9

**10** οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· ^v-13-10

**11** καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε ^v-13-11

**12** ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης ^v-13-12

**13** Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, ^v-13-13

**14** φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. ^v-13-14

**15** ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς ^v-13-15

**16** Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. ^v-13-16

**17** αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος ^v-13-17

**18** κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη ^v-13-18

**19** ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος. ^v-13-19

**20** τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ ^v-13-20

**21** Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης ^v-13-21

**22** χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί. ^v-13-22

**23** ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω ^v-13-23

**24** ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, ^v-13-24

**25** χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην ^v-13-25

**26** χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου, ^v-13-26

**27** βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ ^v-13-27

**28** πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα· ^v-13-28

**29** γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο ^v-13-29

**30** ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων· ^v-13-30

**31** τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι. ^v-13-31

**32** ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης ^v-13-32

**33** μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης· ^v-13-33

**34** ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων ^v-13-34

**35** λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ ^v-13-35

**36** ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας ^v-13-36

**37** ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν ^v-13-37

**38** νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν. ^v-13-38

**39** Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ ^v-13-39

**40** Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο ^v-13-40

**41** ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν ^v-13-41

**42** αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους. ^v-13-42

**43** ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος ^v-13-43

**44** Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν ^v-13-44

**45** εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· ^v-13-45

**46** Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· ^v-13-46

**47** “Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν ^v-13-47

**48** ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο. ^v-13-48

**49** ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους ^v-13-49

**50** Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· ^v-13-50

**51** ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί· ^v-13-51

**52** τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν, ^v-13-52

**53** ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει ^v-13-53

**54** Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι. ^v-13-54

**55** σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν ^v-13-55

**56** αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους· ^v-13-56

**57** τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν ^v-13-57

**58** ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.” ^v-13-58

**59** ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος ^v-13-59

**60** ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο, ^v-13-60

**61** γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν. ^v-13-61

**62** αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, ^v-13-62

**63** ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς ^v-13-63

**64** ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, ^v-13-64

**65** ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. ^v-13-65

**66** τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας, ^v-13-66

**67** αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν· ^v-13-67

**68** “Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι ^v-13-68

**69** μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι, ^v-13-69

**70** οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής· ^v-13-70

**71** ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ^v-13-71

**72** ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ· ^v-13-72

**73** καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι ^v-13-73

**74** μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι, ^v-13-74

**75** μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.” ^v-13-75

**76** τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· ^v-13-76

**77** “οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι ^v-13-77

**78** μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν ^v-13-78

**79** ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος ^v-13-79

**80** Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.” ^v-13-80

**81** ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ^v-13-81

**82** χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ· ^v-13-82

**83** τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς, ^v-13-83

**84** οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ. ^v-13-84

**85** τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, ^v-13-85

**86** καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι ^v-13-86

**87** Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ. ^v-13-87

**88** τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον· ^v-13-88

**89** οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων ^v-13-89

**90** ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. ^v-13-90

**91** Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων ^v-13-91

**92** Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε ^v-13-92

**93** Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· ^v-13-93

**94** τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· ^v-13-94

**95** “αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε ^v-13-95

**96** μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς· ^v-13-96

**97** εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, ^v-13-97

**98** νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι. ^v-13-98

**99** ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι ^v-13-99

**100** δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον, ^v-13-100

**101** Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ ^v-13-101

**102** φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην ^v-13-102

**103** θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται ^v-13-103

**104** αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη· ^v-13-104

**105** ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν ^v-13-105

**106** μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν· ^v-13-106

**107** νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται ^v-13-107

**108** ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, ^v-13-108

**109** οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι ^v-13-109

**110** νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς. ^v-13-110

**111** ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν ^v-13-111

**112** ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ^v-13-112

**113** οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα, ^v-13-113

**114** ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο. ^v-13-114

**115** ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν. ^v-13-115

**116** ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς ^v-13-116

**117** πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε ^v-13-117

**118** ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη ^v-13-118

**119** λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. ^v-13-119

**120** ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον ^v-13-120

**121** τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος ^v-13-121

**122** αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν. ^v-13-122

**123** Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει ^v-13-123

**124** καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.” ^v-13-124

**125** ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. ^v-13-125

**126** ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες ^v-13-126

**127** καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν ^v-13-127

**128** οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι ^v-13-128

**129** κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον, ^v-13-129

**130** φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· ^v-13-130

**131** ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· ^v-13-131

**132** ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι ^v-13-132

**133** νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν· ^v-13-133

**134** ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν ^v-13-134

**135** σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι. ^v-13-135

**136** Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ ^v-13-136

**137** ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης, ^v-13-137

**138** ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ ^v-13-138

**139** ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης· ^v-13-139

**140** ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ ^v-13-140

**141** ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται ^v-13-141

**142** ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ· ^v-13-142

**143** ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης ^v-13-143

**144** ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν ^v-13-144

**145** κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι ^v-13-145

**146** στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν ^v-13-146

**147** νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν ^v-13-147

**148** ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ^v-13-148

**149** ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· ^v-13-149

**150** “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ^v-13-150

**151** παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ ^v-13-151

**152** καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες, ^v-13-152

**153** ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με ^v-13-153

**154** ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.” ^v-13-154

**155** ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-13-155

**156** Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει ^v-13-156

**157** Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην ^v-13-157

**158** κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων. ^v-13-158

**159** Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ ^v-13-159

**160** καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην ^v-13-160

**161** ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν ^v-13-161

**162** ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ ^v-13-162

**163** ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ ^v-13-163

**164** ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως ^v-13-164

**165** ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς ^v-13-165

**166** ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε. ^v-13-166

**167** βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ^v-13-167

**168** οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο. ^v-13-168

**169** οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. ^v-13-169

**170** Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα ^v-13-170

**171** Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν· ^v-13-171

**172** ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, ^v-13-172

**173** κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην· ^v-13-173

**174** αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ^v-13-174

**175** ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ^v-13-175

**176** ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι. ^v-13-176

**177** τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ ^v-13-177

**178** νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς ^v-13-178

**179** ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο ^v-13-179

**180** χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ· ^v-13-180

**181** ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. ^v-13-181

**182** Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· ^v-13-182

**183** Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. ^v-13-183

**184** ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος ^v-13-184

**185** τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος ^v-13-185

**186** νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί· ^v-13-186

**187** δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ^v-13-187

**188** Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν ^v-13-188

**189** κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· ^v-13-189

**190** Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ ^v-13-190

**191** Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ ^v-13-191

**192** σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα, ^v-13-192

**193** ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω ^v-13-193

**194** νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί. ^v-13-194

**195** Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς ^v-13-195

**196** ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· ^v-13-196

**197** Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς ^v-13-197

**198** ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων ^v-13-198

**199** ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ ^v-13-199

**200** ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, ^v-13-200

**201** ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ ^v-13-201

**202** τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς ^v-13-202

**203** κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, ^v-13-203

**204** ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου· ^v-13-204

**205** Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. ^v-13-205

**206** καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη ^v-13-206

**207** υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, ^v-13-207

**208** βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ^v-13-208

**209** ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. ^v-13-209

**210** Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν ^v-13-210

**211** ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο ^v-13-211

**212** ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. ^v-13-212

**213** τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας ^v-13-213

**214** ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα ^v-13-214

**215** ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων ^v-13-215

**216** εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι ^v-13-216

**217** ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι ^v-13-217

**218** Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ· ^v-13-218

**219** “Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ ^v-13-219

**220** οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;” ^v-13-220

**221** τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ^v-13-221

**222** “ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε ^v-13-222

**223** γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν. ^v-13-223

**224** οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ ^v-13-224

**225** εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω ^v-13-225

**226** μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι ^v-13-226

**227** νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. ^v-13-227

**228** ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, ^v-13-228

**229** ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι· ^v-13-229

**230** τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.” ^v-13-230

**231** τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· ^v-13-231

**232** “Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν ^v-13-232

**233** ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο, ^v-13-233

**234** ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. ^v-13-234

**235** ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ ^v-13-235

**236** σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε. ^v-13-236

**237** συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, ^v-13-237

**238** νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.” ^v-13-238

**239** ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν· ^v-13-239

**240** Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε ^v-13-240

**241** δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε, ^v-13-241

**242** βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων ^v-13-242

**243** χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου ^v-13-243

**244** δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί· ^v-13-244

**245** ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. ^v-13-245

**246** Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν ^v-13-246

**247** ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει ^v-13-247

**248** οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος· ^v-13-248

**249** “Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων ^v-13-249

**250** τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; ^v-13-250

**251** ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή, ^v-13-251

**252** ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς ^v-13-252

**253** ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.” ^v-13-253

**254** τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· ^v-13-254

**255** “Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, ^v-13-255

**256** ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται ^v-13-256

**257** οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον ^v-13-257

**258** ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.” ^v-13-258

**259** τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ^v-13-259

**260** “δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις ^v-13-260

**261** ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα ^v-13-261

**262** Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω ^v-13-262

**263** ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν. ^v-13-263

**264** τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι ^v-13-264

**265** καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.” ^v-13-265

**266** τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· ^v-13-266

**267** “καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ^v-13-267

**268** πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι. ^v-13-268

**269** οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, ^v-13-269

**270** ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν ^v-13-270

**271** ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο. ^v-13-271

**272** ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων ^v-13-272

**273** λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.” ^v-13-273

**274** τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ^v-13-274

**275** “οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; ^v-13-275

**276** εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ^v-13-276

**277** ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν, ^v-13-277

**278** ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη· ^v-13-278

**279** τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, ^v-13-279

**280** οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός, ^v-13-280

**281** ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει, ^v-13-281

**282** ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει ^v-13-282

**283** κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων· ^v-13-283

**284** τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην ^v-13-284

**285** ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, ^v-13-285

**286** ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· ^v-13-286

**287** οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. ^v-13-287

**288** εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης ^v-13-288

**289** οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ, ^v-13-289

**290** ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε ^v-13-290

**291** πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν. ^v-13-291

**292** ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ^v-13-292

**293** ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ· ^v-13-293

**294** ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.” ^v-13-294

**295** ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ ^v-13-295

**296** καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος, ^v-13-296

**297** βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. ^v-13-297

**298** οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι, ^v-13-298

**299** τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς ^v-13-299

**300** ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν· ^v-13-300

**301** τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, ^v-13-301

**302** ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε ^v-13-302

**303** ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν· ^v-13-303

**304** τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν ^v-13-304

**305** ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. ^v-13-305

**306** τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· ^v-13-306

**307** “Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον; ^v-13-307

**308** ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, ^v-13-308

**309** ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω ^v-13-309

**310** δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.” ^v-13-310

**311** τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ^v-13-311

**312** “νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι ^v-13-312

**313** Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν ^v-13-313

**314** τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· ^v-13-314

**315** οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο ^v-13-315

**316** Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. ^v-13-316

**317** αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι ^v-13-317

**318** κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους ^v-13-318

**319** νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων ^v-13-319

**320** ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. ^v-13-320

**321** ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, ^v-13-321

**322** ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν ^v-13-322

**323** χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν. ^v-13-323

**324** οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν ^v-13-324

**325** ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν. ^v-13-325

**326** νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα ^v-13-326

**327** εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.” ^v-13-327

**328** ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ ^v-13-328

**329** ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει, ^v-13-329

**330** οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν ^v-13-330

**331** αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, ^v-13-331

**332** κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν· ^v-13-332

**333** τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν. ^v-13-333

**334** ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι ^v-13-334

**335** ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, ^v-13-335

**336** οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, ^v-13-336

**337** ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ ^v-13-337

**338** ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ. ^v-13-338

**339** ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι ^v-13-339

**340** μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν ^v-13-340

**341** αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων ^v-13-341

**342** θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν ^v-13-342

**343** ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη ^v-13-343

**344** ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο. ^v-13-344

**345** τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ ^v-13-345

**346** ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά. ^v-13-346

**347** Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην ^v-13-347

**348** κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν ^v-13-348

**349** ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό, ^v-13-349

**350** ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. ^v-13-350

**351** Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν ^v-13-351

**352** λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα ^v-13-352

**353** Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. ^v-13-353

**354** ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, ^v-13-354

**355** ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. ^v-13-355

**356** τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε, ^v-13-356

**357** λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς. ^v-13-357

**358** τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο ^v-13-358

**359** πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν ^v-13-359

**360** ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν. ^v-13-360

**361** ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας ^v-13-361

**362** Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε. ^v-13-362

**363** πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα, ^v-13-363

**364** ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει, ^v-13-364

**365** ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην ^v-13-365

**366** Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, ^v-13-366

**367** ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν. ^v-13-367

**368** τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε ^v-13-368

**369** δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας. ^v-13-369

**370** Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, ^v-13-370

**371** καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ ^v-13-371

**372** χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε. ^v-13-372

**373** δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε· ^v-13-373

**374** “Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων ^v-13-374

**375** εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης ^v-13-375

**376** Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν. ^v-13-376

**377** καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν, ^v-13-377

**378** δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην ^v-13-378

**379** Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν ^v-13-379

**380** Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. ^v-13-380

**381** ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν ^v-13-381

**382** ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.” ^v-13-382

**383** ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην ^v-13-383

**384** ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ ^v-13-384

**385** πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων ^v-13-385

**386** αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ ^v-13-386

**387** Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ ^v-13-387

**388** λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ^v-13-388

**389** ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ^v-13-389

**390** ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ^v-13-390

**391** ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ^v-13-391

**392** ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς ^v-13-392

**393** βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ^v-13-393

**394** ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, ^v-13-394

**395** οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας ^v-13-395

**396** ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης ^v-13-396

**397** δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ ^v-13-397

**398** χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν. ^v-13-398

**399** αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, ^v-13-399

**400** ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς ^v-13-400

**401** ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. ^v-13-401

**402** Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος ^v-13-402

**403** Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ^v-13-403

**404** ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος ^v-13-404

**405** Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ, ^v-13-405

**406** τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ ^v-13-406

**407** δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν· ^v-13-407

**408** τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, ^v-13-408

**409** καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν ^v-13-409

**410** ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, ^v-13-410

**411** ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν ^v-13-411

**412** ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε. ^v-13-412

**413** Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· ^v-13-413

**414** “οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι ^v-13-414

**415** εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο ^v-13-415

**416** γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.” ^v-13-416

**417** ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, ^v-13-417

**418** Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ^v-13-418

**419** ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου, ^v-13-419

**420** ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. ^v-13-420

**421** τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι ^v-13-421

**422** Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ, ^v-13-422

**423** νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. ^v-13-423

**424** Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ ^v-13-424

**425** ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι ^v-13-425

**426** ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς. ^v-13-426

**427** ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν ^v-13-427

**428** ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο, ^v-13-428

**429** πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν ^v-13-429

**430** τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ ^v-13-430

**431** ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο ^v-13-431

**432** κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν ^v-13-432

**433** γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ· ^v-13-433

**434** τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε ^v-13-434

**435** θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· ^v-13-435

**436** οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι, ^v-13-436

**437** ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ^v-13-437

**438** ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ ^v-13-438

**439** ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα ^v-13-439

**440** χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον· ^v-13-440

**441** δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί. ^v-13-441

**442** δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει, ^v-13-442

**443** ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν ^v-13-443

**444** ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης· ^v-13-444

**445** Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας ^v-13-445

**446** “Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι ^v-13-446

**447** τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω. ^v-13-447

**448** δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, ^v-13-448

**449** ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, ^v-13-449

**450** ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· ^v-13-450

**451** Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, ^v-13-451

**452** Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα ^v-13-452

**453** Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν ^v-13-453

**454** σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.” ^v-13-454

**455** ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν ^v-13-455

**456** ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων ^v-13-456

**457** ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος. ^v-13-457

**458** ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ^v-13-458

**459** βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου ^v-13-459

**460** ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ ^v-13-460

**461** οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν. ^v-13-461

**462** ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ^v-13-462

**463** “Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ ^v-13-463

**464** γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει. ^v-13-464

**465** ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε ^v-13-465

**466** γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα· ^v-13-466

**467** τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.” ^v-13-467

**468** ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, ^v-13-468

**469** βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. ^v-13-469

**470** ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, ^v-13-470

**471** ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς, ^v-13-471

**472** ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν ^v-13-472

**473** χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν· ^v-13-473

**474** ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας ^v-13-474

**475** θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας· ^v-13-475

**476** ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει, ^v-13-476

**477** Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους ^v-13-477

**478** Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε ^v-13-478

**479** Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· ^v-13-479

**480** τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· ^v-13-480

**481** “δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς ^v-13-481

**482** Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν, ^v-13-482

**483** ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν· ^v-13-483

**484** καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον. ^v-13-484

**485** εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ ^v-13-485

**486** αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.” ^v-13-486

**487** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες ^v-13-487

**488** πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες. ^v-13-488

**489** Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι ^v-13-489

**490** Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον, ^v-13-490

**491** οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα ^v-13-491

**492** λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα ^v-13-492

**493** πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν· ^v-13-493

**494** ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει ^v-13-494

**495** ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. ^v-13-495

**496** οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν ^v-13-496

**497** μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς ^v-13-497

**498** σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον ^v-13-498

**499** ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων ^v-13-499

**500** Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ ^v-13-500

**501** ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. ^v-13-501

**502** Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος· ^v-13-502

**503** ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος, ^v-13-503

**504** αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης ^v-13-504

**505** ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. ^v-13-505

**506** Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην, ^v-13-506

**507** ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς ^v-13-507

**508** ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. ^v-13-508

**509** Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος ^v-13-509

**510** ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ ^v-13-510

**511** ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν. ^v-13-511

**512** οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι, ^v-13-512

**513** οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι. ^v-13-513

**514** τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ, ^v-13-514

**515** τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. ^v-13-515

**516** τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ ^v-13-516

**517** Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί. ^v-13-517

**518** ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ ^v-13-518

**519** υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος ^v-13-519

**520** ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. ^v-13-520

**521** οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης ^v-13-521

**522** υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ, ^v-13-522

**523** ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν ^v-13-523

**524** ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι ^v-13-524

**525** ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. ^v-13-525

**526** οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν· ^v-13-526

**527** Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν ^v-13-527

**528** ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ ^v-13-528

**529** δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς ^v-13-529

**530** αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. ^v-13-530

**531** Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς ^v-13-531

**532** ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος, ^v-13-532

**533** ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης ^v-13-533

**534** αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας ^v-13-534

**535** ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους ^v-13-535

**536** ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο ^v-13-536

**537** ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· ^v-13-537

**538** οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα ^v-13-538

**539** τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός. ^v-13-539

**540** οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. ^v-13-540

**541** ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας ^v-13-541

**542** λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί· ^v-13-542

**543** ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη ^v-13-543

**544** καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής. ^v-13-544

**545** Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας ^v-13-545

**546** οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ^v-13-546

**547** ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει· ^v-13-547

**548** τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι ^v-13-548

**549** κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας. ^v-13-549

**550** Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων ^v-13-550

**551** παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος ^v-13-551

**552** οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο ^v-13-552

**553** εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ ^v-13-553

**554** Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων ^v-13-554

**555** Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. ^v-13-555

**556** οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς ^v-13-556

**557** στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ ^v-13-557

**558** σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν ^v-13-558

**559** ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι. ^v-13-559

**560** ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον ^v-13-560

**561** Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ ^v-13-561

**562** ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν ^v-13-562

**563** κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας. ^v-13-563

**564** καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος ^v-13-564

**565** ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης· ^v-13-565

**566** ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων· ^v-13-566

**567** Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ ^v-13-567

**568** αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα ^v-13-568

**569** γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. ^v-13-569

**570** ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ ^v-13-570

**571** ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες ^v-13-571

**572** ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν· ^v-13-572

**573** ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, ^v-13-573

**574** ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν ^v-13-574

**575** ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε. ^v-13-575

**576** Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην ^v-13-576

**577** Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. ^v-13-577

**578** ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν ^v-13-578

**579** μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε· ^v-13-579

**580** τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. ^v-13-580

**581** Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον· ^v-13-581

**582** βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι ^v-13-582

**583** ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε. ^v-13-583

**584** τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι ^v-13-584

**585** ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ. ^v-13-585

**586** Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ ^v-13-586

**587** θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός. ^v-13-587

**588** ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν ^v-13-588

**589** θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι ^v-13-589

**590** πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, ^v-13-590

**591** ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο ^v-13-591

**592** πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός. ^v-13-592

**593** Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος ^v-13-593

**594** τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ ^v-13-594

**595** ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. ^v-13-595

**596** ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων ^v-13-596

**597** χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος. ^v-13-597

**598** καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ, ^v-13-598

**599** αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ ^v-13-599

**600** σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν. ^v-13-600

**601** Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο ^v-13-601

**602** ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ ^v-13-602

**603** σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι. ^v-13-603

**604** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες ^v-13-604

**605** Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, ^v-13-605

**606** Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο ^v-13-606

**607** οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι· ^v-13-607

**608** ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ ^v-13-608

**609** ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην. ^v-13-609

**610** Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον ^v-13-610

**611** ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν ^v-13-611

**612** ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ ^v-13-612

**613** μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο. ^v-13-613

**614** ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης ^v-13-614

**615** ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον ^v-13-615

**616** ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε ^v-13-616

**617** πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν, ^v-13-617

**618** ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων ^v-13-618

**619** τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· ^v-13-619

**620** “λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων ^v-13-620

**621** Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς, ^v-13-621

**622** ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς ^v-13-622

**623** ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ ^v-13-623

**624** Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν ^v-13-624

**625** ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν· ^v-13-625

**626** οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ ^v-13-626

**627** μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ· ^v-13-627

**628** νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι ^v-13-628

**629** πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς. ^v-13-629

**630** ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος. ^v-13-630

**631** Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων ^v-13-631

**632** ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται· ^v-13-632

**633** οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι ^v-13-633

**634** Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται ^v-13-634

**635** φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο. ^v-13-635

**636** πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος ^v-13-636

**637** μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, ^v-13-637

**638** τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι ^v-13-638

**639** ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.” ^v-13-639

**640** ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα ^v-13-640

**641** συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων, ^v-13-641

**642** αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. ^v-13-642

**643** ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος ^v-13-643

**644** Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων ^v-13-644

**645** ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν· ^v-13-645

**646** ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ ^v-13-646

**647** ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι ^v-13-647

**648** ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων ^v-13-648

**649** πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ. ^v-13-649

**650** Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν, ^v-13-650

**651** καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς ^v-13-651

**652** ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν. ^v-13-652

**653** ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων ^v-13-653

**654** θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ ^v-13-654

**655** κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. ^v-13-655

**656** τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο, ^v-13-656

**657** ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν ^v-13-657

**658** ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων, ^v-13-658

**659** ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος. ^v-13-659

**660** τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη· ^v-13-660

**661** ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι· ^v-13-661

**662** τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν. ^v-13-662

**663** ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς ^v-13-663

**664** ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων, ^v-13-664

**665** ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· ^v-13-665

**666** πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος ^v-13-666

**667** “νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, ^v-13-667

**668** ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι· ^v-13-668

**669** τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν ^v-13-669

**670** νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ. ^v-13-670

**671** τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς ^v-13-671

**672** ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.” ^v-13-672

**673** ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· ^v-13-673

**674** Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη ^v-13-674

**675** ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο ^v-13-675

**676** λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν ^v-13-676

**677** ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος ^v-13-677

**678** ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν· ^v-13-678

**679** ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο ^v-13-679

**680** ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων, ^v-13-680

**681** ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου ^v-13-681

**682** θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε ^v-13-682

**683** τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα ^v-13-683

**684** ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι. ^v-13-684

**685** ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες ^v-13-685

**686** Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ ^v-13-686

**687** σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο ^v-13-687

**688** ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον ^v-13-688

**689** οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν ^v-13-689

**690** ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο ^v-13-690

**691** Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν ^v-13-691

**692** Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, ^v-13-692

**693** πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. ^v-13-693

**694** ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ^v-13-694

**695** ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ^v-13-695

**696** ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς ^v-13-696

**697** γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· ^v-13-697

**698** αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. ^v-13-698

**699** οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ^v-13-699

**700** ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο· ^v-13-700

**701** Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς ^v-13-701

**702** ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν, ^v-13-702

**703** ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον ^v-13-703

**704** ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι ^v-13-704

**705** πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· ^v-13-705

**706** τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει ^v-13-706

**707** ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης· ^v-13-707

**708** ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν. ^v-13-708

**709** ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ ^v-13-709

**710** λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο ^v-13-710

**711** ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο. ^v-13-711

**712** οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο· ^v-13-712

**713** οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ· ^v-13-713

**714** οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, ^v-13-714

**715** οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, ^v-13-715

**716** ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ ^v-13-716

**717** Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα ^v-13-717

**718** ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας· ^v-13-718

**719** δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι ^v-13-719

**720** μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, ^v-13-720

**721** οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης ^v-13-721

**722** Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί. ^v-13-722

**723** ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων ^v-13-723

**724** Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν, ^v-13-724

**725** εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· ^v-13-725

**726** “Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι. ^v-13-726

**727** οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα ^v-13-727

**728** τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων· ^v-13-728

**729** ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι. ^v-13-729

**730** ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, ^v-13-730

**731** ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, ^v-13-731

**732** ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς ^v-13-732

**733** ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι, ^v-13-733

**734** καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω. ^v-13-734

**735** αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· ^v-13-735

**736** πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε· ^v-13-736

**737** Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν ^v-13-737

**738** οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται ^v-13-738

**739** παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας. ^v-13-739

**740** ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους· ^v-13-740

**741** ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν ^v-13-741

**742** ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν ^v-13-742

**743** αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα ^v-13-743

**744** πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε ^v-13-744

**745** δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ ^v-13-745

**746** χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο ^v-13-746

**747** μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.” ^v-13-747

**748** ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, ^v-13-748

**749** αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε ^v-13-749

**750** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-13-750

**751** “Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, ^v-13-751

**752** αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· ^v-13-752

**753** αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.” ^v-13-753

**754** ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς ^v-13-754

**755** κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων. ^v-13-755

**756** οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα ^v-13-756

**757** πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν. ^v-13-757

**758** αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος ^v-13-758

**759** Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν ^v-13-759

**760** φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. ^v-13-760

**761** τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους· ^v-13-761

**762** ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν ^v-13-762

**763** χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες, ^v-13-763

**764** οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε. ^v-13-764

**765** τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης ^v-13-765

**766** δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο ^v-13-766

**767** θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ^v-13-767

**768** ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι· ^v-13-768

**769** “Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ ^v-13-769

**770** ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος ^v-13-770

**771** Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός; ^v-13-771

**772** ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης ^v-13-772

**773** Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.” ^v-13-773

**774** τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· ^v-13-774

**775** “Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, ^v-13-775

**776** ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο ^v-13-776

**777** μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ· ^v-13-777

**778** ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων, ^v-13-778

**779** ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι ^v-13-779

**780** νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. ^v-13-780

**781** οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος ^v-13-781

**782** οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν ^v-13-782

**783** ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων. ^v-13-783

**784** νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει· ^v-13-784

**785** ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι ^v-13-785

**786** ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι. ^v-13-786

**787** πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.” ^v-13-787

**788** ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως· ^v-13-788

**789** βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν ^v-13-789

**790** ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα ^v-13-790

**791** Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην ^v-13-791

**792** Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος, ^v-13-792

**793** οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ^v-13-793

**794** ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι. ^v-13-794

**795** οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, ^v-13-795

**796** ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ, ^v-13-796

**797** θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ ^v-13-797

**798** κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης ^v-13-798

**799** κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα· ^v-13-799

**800** ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι, ^v-13-800

**801** χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. ^v-13-801

**802** Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ ^v-13-802

**803** Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην ^v-13-803

**804** ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός· ^v-13-804

**805** ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. ^v-13-805

**806** πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων, ^v-13-806

**807** εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι· ^v-13-807

**808** ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. ^v-13-808

**809** Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων· ^v-13-809

**810** “δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως ^v-13-810

**811** Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν, ^v-13-811

**812** ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί. ^v-13-812

**813** ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν ^v-13-813

**814** νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν. ^v-13-814

**815** ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ ^v-13-815

**816** χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ^v-13-816

**817** σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων ^v-13-817

**818** ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι ^v-13-818

**819** θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους, ^v-13-819

**820** οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο.” ^v-13-820

**821** ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις ^v-13-821

**822** αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν ^v-13-822

**823** θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ· ^v-13-823

**824** “Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες· ^v-13-824

**825** εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο ^v-13-825

**826** εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη, ^v-13-826

**827** τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, ^v-13-827

**828** ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι ^v-13-828

**829** πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς ^v-13-829

**830** μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα ^v-13-830

**831** δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς ^v-13-831

**832** δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.” ^v-13-832

**833** ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο ^v-13-833

**834** ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν. ^v-13-834

**835** Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο ^v-13-835

**836** ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους. ^v-13-836

**837** ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς. ^v-13-837

### Livro 14

**1** Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, ^v-14-1

**2** ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα· ^v-14-2

**3** “φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα· ^v-14-3

**4** μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. ^v-14-4

**5** ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον ^v-14-5

**6** εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη ^v-14-6

**7** θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα· ^v-14-7

**8** αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.” ^v-14-8

**9** ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο ^v-14-9

**10** κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο ^v-14-10

**11** χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο. ^v-14-11

**12** εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, ^v-14-12

**13** στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς ^v-14-13

**14** τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε ^v-14-14

**15** Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. ^v-14-15

**16** ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ ^v-14-16

**17** ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα ^v-14-17

**18** αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, ^v-14-18

**19** πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, ^v-14-19

**20** ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν ^v-14-20

**21** διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, ^v-14-21

**22** ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν. ^v-14-22

**23** ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ^v-14-23

**24** βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον ^v-14-24

**25** μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς ^v-14-25

**26** νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. ^v-14-26

**27** Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες ^v-14-27

**28** πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ ^v-14-28

**29** Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. ^v-14-29

**30** πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες ^v-14-30

**31** θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ ^v-14-31

**32** εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. ^v-14-32

**33** οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας ^v-14-33

**34** αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί· ^v-14-34

**35** τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης ^v-14-35

**36** ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι. ^v-14-36

**37** τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο ^v-14-37

**38** ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι ^v-14-38

**39** θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς ^v-14-39

**40** Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. ^v-14-40

**41** τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων· ^v-14-41

**42** “ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν ^v-14-42

**43** τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις; ^v-14-43

**44** δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, ^v-14-44

**45** ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων ^v-14-45

**46** μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι ^v-14-46

**47** πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς. ^v-14-47

**48** κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ^v-14-48

**49** ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ^v-14-49

**50** ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς ^v-14-50

**51** οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.” ^v-14-51

**52** τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ^v-14-52

**53** “ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως ^v-14-53

**54** Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. ^v-14-54

**55** τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν ^v-14-55

**56** ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· ^v-14-56

**57** οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι ^v-14-57

**58** νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων ^v-14-58

**59** ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, ^v-14-59

**60** ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει. ^v-14-60

**61** ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα ^v-14-61

**62** εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω ^v-14-62

**63** δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.” ^v-14-63

**64** τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-14-64

**65** “Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, ^v-14-65

**66** τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος, ^v-14-66

**67** ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ ^v-14-67

**68** ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· ^v-14-68

**69** οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι ^v-14-69

**70** νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. ^v-14-70

**71** ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν, ^v-14-71

**72** οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι ^v-14-72

**73** κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν. ^v-14-73

**74** ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. ^v-14-74

**75** νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης ^v-14-75

**76** ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν, ^v-14-76

**77** ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ ^v-14-77

**78** νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο ^v-14-78

**79** Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας. ^v-14-79

**80** οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα. ^v-14-80

**81** βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.” ^v-14-81

**82** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ^v-14-82

**83** “Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων· ^v-14-83

**84** οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου ^v-14-84

**85** σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς ^v-14-85

**86** ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν ^v-14-86

**87** ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος. ^v-14-87

**88** οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν ^v-14-88

**89** καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά; ^v-14-89

**90** σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ ^v-14-90

**91** μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο ^v-14-91

**92** ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν ^v-14-92

**93** σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ ^v-14-93

**94** τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις· ^v-14-94

**95** νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· ^v-14-95

**96** ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς ^v-14-96

**97** νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον ^v-14-97

**98** Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, ^v-14-98

**99** ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ ^v-14-99

**100** σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων, ^v-14-100

**101** ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης. ^v-14-101

**102** ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.” ^v-14-102

**103** τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-14-103

**104** “ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ ^v-14-104

**105** ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα ^v-14-105

**106** νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν. ^v-14-106

**107** νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι ^v-14-107

**108** ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.” ^v-14-108

**109** τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· ^v-14-109

**110** “ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε ^v-14-110

**111** πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος ^v-14-111

**112** οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν· ^v-14-112

**113** πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι ^v-14-113

**114** Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. ^v-14-114

**115** πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, ^v-14-115

**116** οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι ^v-14-116

**117** Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς ^v-14-117

**118** πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν. ^v-14-118

**119** ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη ^v-14-119

**120** πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. ^v-14-120

**121** Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα ^v-14-121

**122** ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι ^v-14-122

**123** πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, ^v-14-123

**124** πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς ^v-14-124

**125** ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ. ^v-14-125

**126** τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες ^v-14-126

**127** μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω. ^v-14-127

**128** δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ. ^v-14-128

**129** ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος ^v-14-129

**130** ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται· ^v-14-130

**131** ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ ^v-14-131

**132** θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.” ^v-14-132

**133** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· ^v-14-133

**134** βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. ^v-14-134

**135** οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, ^v-14-135

**136** ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς, ^v-14-136

**137** δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο, ^v-14-137

**138** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-14-138

**139** “Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ ^v-14-139

**140** γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν ^v-14-140

**141** δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί. ^v-14-141

**142** ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε· ^v-14-142

**143** σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν, ^v-14-143

**144** ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες ^v-14-144

**145** εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς ^v-14-145

**146** φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.” ^v-14-146

**147** ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο. ^v-14-147

**148** ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ^v-14-148

**149** ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος, ^v-14-149

**150** τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων ^v-14-150

**151** ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ ^v-14-151

**152** καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. ^v-14-152

**153** Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι ^v-14-153

**154** στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω ^v-14-154

**155** τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν ^v-14-155

**156** αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ· ^v-14-156

**157** Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης ^v-14-157

**158** ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. ^v-14-158

**159** μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη ^v-14-159

**160** ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· ^v-14-160

**161** ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ ^v-14-161

**162** ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, ^v-14-162

**163** εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι ^v-14-163

**164** ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε ^v-14-164

**165** χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. ^v-14-165

**166** βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν ^v-14-166

**167** Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε ^v-14-167

**168** κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν· ^v-14-168

**169** ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. ^v-14-169

**170** ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος ^v-14-170

**171** λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ ^v-14-171

**172** ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· ^v-14-172

**173** τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ ^v-14-173

**174** ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή. ^v-14-174

**175** τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας ^v-14-175

**176** πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς ^v-14-176

**177** καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο. ^v-14-177

**178** ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη ^v-14-178

**179** ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά· ^v-14-179

**180** χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. ^v-14-180

**181** ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, ^v-14-181

**182** ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι ^v-14-182

**183** τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή. ^v-14-183

**184** κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων ^v-14-184

**185** καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς· ^v-14-185

**186** ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα. ^v-14-186

**187** αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον ^v-14-187

**188** βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην ^v-14-188

**189** τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε· ^v-14-189

**190** “ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, ^v-14-190

**191** ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ, ^v-14-191

**192** οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;” ^v-14-192

**193** τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· ^v-14-193

**194** “Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο ^v-14-194

**195** αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, ^v-14-195

**196** εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.” ^v-14-196

**197** τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ^v-14-197

**198** “δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας ^v-14-198

**199** δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους. ^v-14-199

**200** εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, ^v-14-200

**201** Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, ^v-14-201

**202** οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον ^v-14-202

**203** δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς ^v-14-203

**204** γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης· ^v-14-204

**205** τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· ^v-14-205

**206** ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται ^v-14-206

**207** εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. ^v-14-207

**208** εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ ^v-14-208

**209** εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, ^v-14-209

**210** αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.” ^v-14-210

**211** τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη· ^v-14-211

**212** “οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι· ^v-14-212

**213** Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.” ^v-14-213

**214** ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα ^v-14-214

**215** ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο· ^v-14-215

**216** ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς ^v-14-216

**217** πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων. ^v-14-217

**218** τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-14-218

**219** “τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ ^v-14-219

**220** ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι ^v-14-220

**221** ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.” ^v-14-221

**222** ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, ^v-14-222

**223** μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ. ^v-14-223

**224** ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, ^v-14-224

**225** Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, ^v-14-225

**226** Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν ^v-14-226

**227** σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα ^v-14-227

**228** ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν· ^v-14-228

**229** ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, ^v-14-229

**230** Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος. ^v-14-230

**231** ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, ^v-14-231

**232** ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-14-232

**233** “Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων, ^v-14-233

**234** ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν ^v-14-234

**235** πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. ^v-14-235

**236** κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ ^v-14-236

**237** αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. ^v-14-237

**238** δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ ^v-14-238

**239** χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις ^v-14-239

**240** τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, ^v-14-240

**241** τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.” ^v-14-241

**242** τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· ^v-14-242

**243** “Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο ^v-14-243

**244** ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων ^v-14-244

**245** ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα ^v-14-245

**246** Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· ^v-14-246

**247** Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην ^v-14-247

**248** οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι. ^v-14-248

**249** ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ ^v-14-249

**250** ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς ^v-14-250

**251** ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. ^v-14-251

**252** ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο ^v-14-252

**253** νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ ^v-14-253

**254** ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, ^v-14-254

**255** καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας ^v-14-255

**256** νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε ^v-14-256

**257** ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ^v-14-257

**258** ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ, ^v-14-258

**259** εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν· ^v-14-259

**260** τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ. ^v-14-260

**261** ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι. ^v-14-261

**262** νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.” ^v-14-262

**263** τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη· ^v-14-263

**264** “Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; ^v-14-264

**265** ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν ^v-14-265

**266** ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; ^v-14-266

**267** ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων ^v-14-267

**268** δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.” ^v-14-268

**270** ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· ^v-14-270

**271** “ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, ^v-14-271

**272** χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, ^v-14-272

**273** τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες ^v-14-273

**274** μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, ^v-14-274

**275** ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων ^v-14-275

**276** Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.” ^v-14-276

**277** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, ^v-14-277

**278** ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας ^v-14-278

**279** τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. ^v-14-279

**280** αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, ^v-14-280

**281** τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε ^v-14-281

**282** ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον. ^v-14-282

**283** Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν ^v-14-283

**284** Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου ^v-14-284

**285** βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. ^v-14-285

**286** ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι ^v-14-286

**287** εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ ^v-14-287

**288** μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν· ^v-14-288

**289** ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν ^v-14-289

**290** ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι ^v-14-290

**291** χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. ^v-14-291

**292** Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον ^v-14-292

**293** Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς. ^v-14-293

**294** ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, ^v-14-294

**295** οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι ^v-14-295

**296** εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. ^v-14-296

**297** στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-14-297

**298** “Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις; ^v-14-298

**299** ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.” ^v-14-299

**300** τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ^v-14-300

**301** “ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, ^v-14-301

**302** Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, ^v-14-302

**303** οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον· ^v-14-303

**304** τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· ^v-14-304

**305** ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται ^v-14-305

**306** εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. ^v-14-306

**307** ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ^v-14-307

**308** ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. ^v-14-308

**309** νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω, ^v-14-309

**310** μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ ^v-14-310

**311** οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.” ^v-14-311

**312** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-14-312

**313** “Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, ^v-14-313

**314** νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. ^v-14-314

**315** οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς ^v-14-315

**316** θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, ^v-14-316

**317** οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ^v-14-317

**318** ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον· ^v-14-318

**319** οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ^v-14-319

**320** ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· ^v-14-320

**321** οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ^v-14-321

**322** ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν· ^v-14-322

**323** οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ, ^v-14-323

**324** ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα· ^v-14-324

**325** ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν· ^v-14-325

**326** οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, ^v-14-326

**327** οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, ^v-14-327

**328** ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.” ^v-14-328

**329** τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ^v-14-329

**330** “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. ^v-14-330

**331** εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι ^v-14-331

**332** Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· ^v-14-332

**333** πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων ^v-14-333

**334** εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν ^v-14-334

**335** πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ^v-14-335

**336** ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. ^v-14-336

**337** ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ^v-14-337

**338** ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν ^v-14-338

**339** Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· ^v-14-339

**340** ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.” ^v-14-340

**341** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-14-341

**342** “Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν ^v-14-342

**343** ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω ^v-14-343

**344** χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, ^v-14-344

**345** οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.” ^v-14-345

**346** ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· ^v-14-346

**347** τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, ^v-14-347

**348** λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον ^v-14-348

**349** πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε. ^v-14-349

**350** τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο ^v-14-350

**351** καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι. ^v-14-351

**352** ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, ^v-14-352

**353** ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν· ^v-14-353

**354** βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος ^v-14-354

**355** ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· ^v-14-355

**356** ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ^v-14-356

**357** “πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, ^v-14-357

**358** καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει ^v-14-358

**359** Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα· ^v-14-359

**360** Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.” ^v-14-360

**361** ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων, ^v-14-361

**362** τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. ^v-14-362

**363** αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν· ^v-14-363

**364** “Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην ^v-14-364

**365** Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; ^v-14-365

**366** ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς ^v-14-366

**367** νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ· ^v-14-367

**368** κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι ^v-14-368

**369** ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν. ^v-14-369

**370** ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· ^v-14-370

**371** ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται ^v-14-371

**372** ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι ^v-14-372

**373** κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες ^v-14-373

**374** ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ ^v-14-374

**375** Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. ^v-14-375

**376** ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ, ^v-14-376

**377** χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω.” ^v-14-377

**378** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· ^v-14-378

**379** τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ ^v-14-379

**380** Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων· ^v-14-380

**381** οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον· ^v-14-381

**382** ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν. ^v-14-382

**383** αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν ^v-14-383

**384** βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων ^v-14-384

**385** δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ ^v-14-385

**386** εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι ^v-14-386

**387** ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας. ^v-14-387

**388** Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. ^v-14-388

**389** δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν ^v-14-389

**390** κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ, ^v-14-390

**391** ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων. ^v-14-391

**392** ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε ^v-14-392

**393** Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. ^v-14-393

**394** οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον ^v-14-394

**395** ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ· ^v-14-395

**396** οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο ^v-14-396

**397** οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην· ^v-14-397

**398** οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι ^v-14-398

**399** ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, ^v-14-399

**400** ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ ^v-14-400

**401** δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν. ^v-14-401

**402** Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ ^v-14-402

**403** ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε, ^v-14-403

**404** τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην, ^v-14-404

**405** ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου· ^v-14-405

**406** τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ, ^v-14-406

**407** ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, ^v-14-407

**408** ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων. ^v-14-408

**409** τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας ^v-14-409

**410** χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν ^v-14-410

**411** πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας ^v-14-411

**412** στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, ^v-14-412

**413** στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ. ^v-14-413

**414** ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς ^v-14-414

**415** πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ ^v-14-415

**416** ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται ^v-14-416

**417** ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, ^v-14-417

**418** ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι· ^v-14-418

**419** χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη ^v-14-419

**420** καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. ^v-14-420

**421** οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν ^v-14-421

**422** ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς ^v-14-422

**423** αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν ^v-14-423

**424** οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι ^v-14-424

**425** Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ ^v-14-425

**426** Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. ^v-14-426

**427** τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν ^v-14-427

**428** ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι ^v-14-428

**429** χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους ^v-14-429

**430** ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο ^v-14-430

**431** ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· ^v-14-431

**432** οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα. ^v-14-432

**433** ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο ^v-14-433

**434** Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ^v-14-434

**435** ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ ^v-14-435

**436** χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, ^v-14-436

**437** ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν· ^v-14-437

**438** αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε ^v-14-438

**439** νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα. ^v-14-439

**440** Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα ^v-14-440

**441** μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. ^v-14-441

**442** ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας ^v-14-442

**443** Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι ^v-14-443

**444** Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων ^v-14-444

**445** Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος. ^v-14-445

**446** τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν ^v-14-446

**447** οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ ^v-14-447

**448** Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. ^v-14-448

**449** τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ ^v-14-449

**450** Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον ^v-14-450

**451** υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος ^v-14-451

**452** ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. ^v-14-452

**453** Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· ^v-14-453

**454** “οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο ^v-14-454

**455** χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, ^v-14-455

**456** ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω ^v-14-456

**457** αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.” ^v-14-457

**458** ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· ^v-14-458

**459** Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε ^v-14-459

**460** τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. ^v-14-460

**461** καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. ^v-14-461

**462** Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν ^v-14-462

**463** λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς ^v-14-463

**464** Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. ^v-14-464

**465** τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, ^v-14-465

**466** νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· ^v-14-466

**467** τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε ^v-14-467

**468** οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. ^v-14-468

**469** Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι· ^v-14-469

**470** “φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες ^v-14-470

**471** ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι ^v-14-471

**472** ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, ^v-14-472

**473** ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο ^v-14-473

**474** ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.” ^v-14-474

**475** ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν. ^v-14-475

**476** ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ ^v-14-476

**477** ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν. ^v-14-477

**478** τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· ^v-14-478

**479** “Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι ^v-14-479

**480** οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς ^v-14-480

**481** ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες. ^v-14-481

**482** φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει ^v-14-482

**483** ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ ^v-14-483

**484** δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ ^v-14-484

**485** γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.” ^v-14-485

**486** ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· ^v-14-486

**487** Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ^v-14-487

**488** ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν ^v-14-488

**489** Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα ^v-14-489

**490** υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα ^v-14-490

**491** Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· ^v-14-491

**492** τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. ^v-14-492

**493** τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα, ^v-14-493

**494** ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ ^v-14-494

**495** καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας ^v-14-495

**496** ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ ^v-14-496

**497** αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε ^v-14-497

**498** αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος ^v-14-498

**499** ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν ^v-14-499

**500** πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· ^v-14-500

**501** “εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος ^v-14-501

**502** πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν· ^v-14-502

**503** οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο ^v-14-503

**504** ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ ^v-14-504

**505** ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.” ^v-14-505

**506** ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, ^v-14-506

**507** πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. ^v-14-507

**508** ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ^v-14-508

**509** ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν ^v-14-509

**510** ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. ^v-14-510

**511** Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα ^v-14-511

**512** Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· ^v-14-512

**513** Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· ^v-14-513

**514** Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, ^v-14-514

**515** Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· ^v-14-515

**516** Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν ^v-14-516

**517** οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε ^v-14-517

**518** δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ^v-14-518

**519** ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. ^v-14-519

**520** πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· ^v-14-520

**521** οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν ^v-14-521

**522** ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ. ^v-14-522

### Livro 15

**1** αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν ^v-15-1

**2** φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, ^v-15-2

**3** οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες ^v-15-3

**4** χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς ^v-15-4

**5** Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, ^v-15-5

**6** στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς ^v-15-6

**7** τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν ^v-15-7

**8** Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα· ^v-15-8

**9** Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι ^v-15-9

**10** εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων ^v-15-10

**11** αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν. ^v-15-11

**12** τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε, ^v-15-12

**13** δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν· ^v-15-13

**14** “ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη ^v-15-14

**15** Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. ^v-15-15

**16** οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς ^v-15-16

**17** πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω. ^v-15-17

**18** ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν ^v-15-18

**19** ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα ^v-15-19

**20** χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν ^v-15-20

**21** ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, ^v-15-21

**22** λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι ^v-15-22

**23** ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται ^v-15-23

**24** γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει ^v-15-24

**25** ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, ^v-15-25

**26** τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας ^v-15-26

**27** πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα, ^v-15-27

**28** καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας. ^v-15-28

**29** τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις ^v-15-29

**30** Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. ^v-15-30

**31** τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων, ^v-15-31

**32** ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, ^v-15-32

**33** ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.” ^v-15-33

**34** ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη, ^v-15-34

**35** καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-15-35

**36** “ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε ^v-15-36

**37** καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ^v-15-37

**38** ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, ^v-15-38

**39** σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν ^v-15-39

**40** κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι· ^v-15-40

**41** μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων ^v-15-41

**42** πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει, ^v-15-42

**43** ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει, ^v-15-43

**44** τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς. ^v-15-44

**45** αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην ^v-15-45

**46** τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.” ^v-15-46

**47** ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, ^v-15-47

**48** καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-15-48

**49** “εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη ^v-15-49

**50** ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις, ^v-15-50

**51** τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ, ^v-15-51

**52** αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. ^v-15-52

**53** ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, ^v-15-53

**54** ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον ^v-15-54

**55** Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, ^v-15-55

**56** ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ^v-15-56

**57** ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι ^v-15-57

**58** παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι, ^v-15-58

**59** Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, ^v-15-59

**60** αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων ^v-15-60

**61** αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς ^v-15-61

**62** αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, ^v-15-62

**63** φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι ^v-15-63

**64** Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον ^v-15-64

**65** Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ ^v-15-65

**66** Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς ^v-15-66

**67** τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. ^v-15-67

**68** τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. ^v-15-68

**69** ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν ^v-15-69

**70** αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ ^v-15-70

**71** Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. ^v-15-71

**72** τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον ^v-15-72

**73** ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω ^v-15-73

**74** πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ, ^v-15-74

**75** ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι, ^v-15-75

**76** ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, ^v-15-76

**77** λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.” ^v-15-77

**78** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, ^v-15-78

**79** βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. ^v-15-79

**80** ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν ^v-15-80

**81** γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ ^v-15-81

**82** “ἔνθʼ εἴην ἢ ἔνθα,” μενοινήῃσί τε πολλά, ^v-15-82

**83** ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη· ^v-15-83

**84** ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν ^v-15-84

**85** ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες ^v-15-85

**86** πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν. ^v-15-86

**87** ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ ^v-15-87

**88** δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, ^v-15-88

**89** καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-15-89

**90** “Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· ^v-15-90

**91** ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.” ^v-15-91

**92** τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη· ^v-15-92

**93** “μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ ^v-15-93

**94** οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. ^v-15-94

**95** ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· ^v-15-95

**96** ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν ^v-15-96

**97** οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι ^v-15-97

**98** πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν ^v-15-98

**99** οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.” ^v-15-99

**100** ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, ^v-15-100

**101** ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε ^v-15-101

**102** χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν ^v-15-102

**103** ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα· ^v-15-103

**104** “νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες· ^v-15-104

**105** ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες ^v-15-105

**106** ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει ^v-15-106

**107** οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι ^v-15-107

**108** κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. ^v-15-108

**109** τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. ^v-15-109

**110** ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι· ^v-15-110

**111** υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν ^v-15-111

**112** Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.” ^v-15-112

**113** ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ ^v-15-113

**114** χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· ^v-15-114

**115** “μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες ^v-15-115

**116** τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, ^v-15-116

**117** εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ ^v-15-117

**118** κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.” ^v-15-118

**119** ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε ^v-15-119

**120** ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα. ^v-15-120

**121** ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος ^v-15-121

**122** πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη, ^v-15-122

**123** εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν ^v-15-123

**124** ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε, ^v-15-124

**125** τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων, ^v-15-125

**126** ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα ^v-15-126

**127** χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα· ^v-15-127

**128** “μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως ^v-15-128

**129** οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς. ^v-15-129

**130** οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη ^v-15-130

**131** ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν; ^v-15-131

**132** ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ ^v-15-132

**133** ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, ^v-15-133

**134** αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; ^v-15-134

**135** αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς ^v-15-135

**136** λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, ^v-15-136

**137** μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί. ^v-15-137

**138** τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος· ^v-15-138

**139** ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων ^v-15-139

**140** ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ ^v-15-140

**141** πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.” ^v-15-141

**142** ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα. ^v-15-142

**143** Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς ^v-15-143

**144** Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι, ^v-15-144

**145** καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ^v-15-145

**146** “Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα· ^v-15-146

**147** αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε, ^v-15-147

**148** ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.” ^v-15-148

**149** ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, ^v-15-149

**150** ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην. ^v-15-150

**151** Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν, ^v-15-151

**152** εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ ^v-15-152

**153** ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. ^v-15-153

**154** τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο ^v-15-154

**155** στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, ^v-15-155

**156** ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. ^v-15-156

**157** Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· ^v-15-157

**158** “βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι ^v-15-158

**159** πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. ^v-15-159

**160** παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο ^v-15-160

**161** ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. ^v-15-161

**162** εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει, ^v-15-162

**163** φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ^v-15-163

**164** μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ ^v-15-164

**165** μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι ^v-15-165

**166** καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ ^v-15-166

**167** ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.” ^v-15-167

**168** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, ^v-15-168

**169** βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. ^v-15-169

**170** ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα ^v-15-170

**171** ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, ^v-15-171

**172** ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις, ^v-15-172

**173** ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον· ^v-15-173

**174** “ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα ^v-15-174

**175** ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. ^v-15-175

**176** παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο ^v-15-176

**177** ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. ^v-15-177

**178** εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις, ^v-15-178

**179** ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων ^v-15-179

**180** ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε ^v-15-180

**181** χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι ^v-15-181

**182** καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ ^v-15-182

**183** ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.” ^v-15-183

**184** τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος· ^v-15-184

**185** “ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν ^v-15-185

**186** εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει. ^v-15-186

**187** τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα ^v-15-187

**188** Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων. ^v-15-188

**189** τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς· ^v-15-189

**190** ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ ^v-15-190

**191** παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα, ^v-15-191

**192** Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι· ^v-15-192

**193** γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. ^v-15-193

**194** τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος ^v-15-194

**195** καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. ^v-15-195

**196** χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· ^v-15-196

**197** θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη ^v-15-197

**198** ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός, ^v-15-198

**199** οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.” ^v-15-199

**200** τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· ^v-15-200

**201** “οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα ^v-15-201

**202** τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, ^v-15-202

**203** ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. ^v-15-203

**204** οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.” ^v-15-204

**205** τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· ^v-15-205

**206** “Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες· ^v-15-206

**207** ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ. ^v-15-207

**208** ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει ^v-15-208

**209** ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ ^v-15-209

**210** νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. ^v-15-210

**211** ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω· ^v-15-211

**212** ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ· ^v-15-212

**213** αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης ^v-15-213

**214** Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος ^v-15-214

**215** Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει ^v-15-215

**216** ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, ^v-15-216

**217** ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.” ^v-15-217

**218** ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, ^v-15-218

**219** δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί. ^v-15-219

**220** καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· ^v-15-220

**221** “ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν· ^v-15-221

**222** ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος ^v-15-222

**223** οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν ^v-15-223

**224** ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, ^v-15-224

**225** οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. ^v-15-225

**226** ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ ^v-15-226

**227** ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε ^v-15-227

**228** χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη. ^v-15-228

**229** ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν, ^v-15-229

**230** τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· ^v-15-230

**231** σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ· ^v-15-231

**232** τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ ^v-15-232

**233** φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται. ^v-15-233

**234** κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, ^v-15-234

**235** ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.” ^v-15-235

**236** ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, ^v-15-236

**237** βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς ^v-15-237

**238** ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν. ^v-15-238

**239** εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον ^v-15-239

**240** ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν, ^v-15-240

**241** ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς ^v-15-241

**242** παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο. ^v-15-242

**243** ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων· ^v-15-243

**244** “Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων ^v-15-244

**245** ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;” ^v-15-245

**246** τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· ^v-15-246

**247** “τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην; ^v-15-247

**248** οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν ^v-15-248

**249** οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας ^v-15-249

**250** χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; ^v-15-250

**251** καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο ^v-15-251

**252** ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.” ^v-15-252

**253** τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· ^v-15-253

**254** “θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων ^v-15-254

**255** ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν ^v-15-255

**256** Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ ^v-15-256

**257** ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον. ^v-15-257

**258** ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι ^v-15-258

**259** νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους· ^v-15-259

**260** αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον ^v-15-260

**261** πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.” ^v-15-261

**262** ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν. ^v-15-262

**263** ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ ^v-15-263

**264** δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων ^v-15-264

**265** εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο ^v-15-265

**266** κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ^v-15-266

**267** ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς ^v-15-267

**268** ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· ^v-15-268

**269** ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα ^v-15-269

**270** ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. ^v-15-270

**271** οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα ^v-15-271

**272** ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται· ^v-15-272

**273** τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη ^v-15-273

**274** εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν· ^v-15-274

**275** τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος ^v-15-275

**276** εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας· ^v-15-276

**277** ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο ^v-15-277

**278** νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· ^v-15-278

**279** αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν ^v-15-279

**280** τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. ^v-15-280

**281** τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός, ^v-15-281

**282** Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι ^v-15-282

**283** ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν ^v-15-283

**284** νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων· ^v-15-284

**285** ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-15-285

**286** “ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι, ^v-15-286

**287** οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας ^v-15-287

**288** Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου ^v-15-288

**289** χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο. ^v-15-289

**290** ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν ^v-15-290

**291** Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν, ^v-15-291

**292** ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε ^v-15-292

**293** Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν. ^v-15-293

**294** ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. ^v-15-294

**295** πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· ^v-15-295

**296** αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι, ^v-15-296

**297** στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες ^v-15-297

**298** δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα ^v-15-298

**299** θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.” ^v-15-299

**300** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· ^v-15-300

**301** οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα ^v-15-301

**302** Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ ^v-15-302

**303** ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες ^v-15-303

**304** Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω ^v-15-304

**305** ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. ^v-15-305

**306** Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ ^v-15-306

**307** μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων ^v-15-307

**308** εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν ^v-15-308

**309** δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς ^v-15-309

**310** Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· ^v-15-310

**311** τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν. ^v-15-311

**312** Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ ^v-15-312

**313** ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ ^v-15-313

**314** θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ^v-15-314

**315** ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν, ^v-15-315

**316** πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ^v-15-316

**317** ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. ^v-15-317

**318** ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων, ^v-15-318

**319** τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός. ^v-15-319

**320** αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων ^v-15-320

**321** σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν ^v-15-321

**322** ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς. ^v-15-322

**323** οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν ^v-15-323

**324** θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ ^v-15-324

**325** ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος, ^v-15-325

**326** ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων ^v-15-326

**327** ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. ^v-15-327

**328** ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. ^v-15-328

**329** Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, ^v-15-329

**330** τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, ^v-15-330

**331** τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· ^v-15-331

**332** Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. ^v-15-332

**333** ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ^v-15-333

**334** ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ^v-15-334

**335** ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς ^v-15-335

**336** γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· ^v-15-336

**337** Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, ^v-15-337

**338** υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. ^v-15-338

**339** Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης ^v-15-339

**340** πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ. ^v-15-340

**341** Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε ^v-15-341

**342** φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ^v-15-342

**343** ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ ^v-15-343

**344** τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ ^v-15-344

**345** ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. ^v-15-345

**346** Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας ^v-15-346

**347** “νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα· ^v-15-347

**348** ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, ^v-15-348

**349** αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε ^v-15-349

**350** γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, ^v-15-350

**351** ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.” ^v-15-351

**352** ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους ^v-15-352

**353** κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ ^v-15-353

**354** πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους ^v-15-354

**355** ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων ^v-15-355

**356** ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων ^v-15-356

**357** ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον ^v-15-357

**358** μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ ^v-15-358

**359** γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι. ^v-15-359

**360** τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων ^v-15-360

**361** αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν ^v-15-361

**362** ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, ^v-15-362

**363** ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν ^v-15-363

**364** ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. ^v-15-364

**365** ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν ^v-15-365

**366** σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας. ^v-15-366

**367** ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, ^v-15-367

**368** ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι ^v-15-368

**369** χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος· ^v-15-369

**370** Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν ^v-15-370

**371** εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· ^v-15-371

**372** “Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ ^v-15-372

**373** ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων ^v-15-373

**374** εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας, ^v-15-374

**375** τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, ^v-15-375

**376** μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.” ^v-15-376

**377** ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς, ^v-15-377

**378** ἀράων ἀΐων Νηληϊάδαο γέροντος. ^v-15-378

**379** Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, ^v-15-379

**380** μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. ^v-15-380

**381** οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο ^v-15-381

**382** νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ ^v-15-382

**383** ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει· ^v-15-383

**384** ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον, ^v-15-384

**385** ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο ^v-15-385

**386** ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων, ^v-15-386

**387** οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες ^v-15-387

**388** μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο ^v-15-388

**389** ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ. ^v-15-389

**390** Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε ^v-15-390

**391** τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, ^v-15-391

**392** τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο ^v-15-392

**393** ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ ^v-15-393

**394** φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων. ^v-15-394

**395** αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε ^v-15-395

**396** Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ^v-15-396

**397** ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ ^v-15-397

**398** χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· ^v-15-398

**399** “Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης ^v-15-399

**400** ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· ^v-15-400

**401** ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε ^v-15-401

**402** σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν. ^v-15-402

**403** τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω ^v-15-403

**404** παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.” ^v-15-404

**405** τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ ^v-15-405

**406** Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο ^v-15-406

**407** παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν· ^v-15-407

**408** οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας ^v-15-408

**409** ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. ^v-15-409

**410** ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει ^v-15-410

**411** τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης ^v-15-411

**412** εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, ^v-15-412

**413** ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε· ^v-15-413

**414** ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, ^v-15-414

**415** Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο. ^v-15-415

**416** τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο ^v-15-416

**417** οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα ^v-15-417

**418** οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων. ^v-15-418

**419** ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας ^v-15-419

**420** πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. ^v-15-420

**421** δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός. ^v-15-421

**422** Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν ^v-15-422

**423** ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, ^v-15-423

**424** Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· ^v-15-424

**425** “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ^v-15-425

**426** μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, ^v-15-426

**427** ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ ^v-15-427

**428** τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.” ^v-15-428

**429** ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ. ^v-15-429

**430** τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν ^v-15-430

**431** Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ ^v-15-431

**432** ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, ^v-15-432

**433** τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ ^v-15-433

**434** ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι ^v-15-434

**435** νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. ^v-15-435

**436** Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· ^v-15-436

**437** “Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος ^v-15-437

**438** Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα ^v-15-438

**439** ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι· ^v-15-439

**440** τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ ^v-15-440

**441** ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;” ^v-15-441

**442** ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, ^v-15-442

**443** τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ^v-15-443

**444** ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει. ^v-15-444

**445** καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν ^v-15-445

**446** Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο ^v-15-446

**447** ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους· ^v-15-447

**448** τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες ^v-15-448

**449** Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ ^v-15-449

**450** ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. ^v-15-450

**451** αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός· ^v-15-451

**452** ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι ^v-15-452

**453** κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα ^v-15-453

**454** Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων. ^v-15-454

**455** τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, ^v-15-455

**456** πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα ^v-15-456

**457** ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. ^v-15-457

**458** Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ ^v-15-458

**459** αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, ^v-15-459

**460** εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. ^v-15-460

**461** ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν ^v-15-461

**462** Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα, ^v-15-462

**463** ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ ^v-15-463

**464** ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ ^v-15-464

**465** ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. ^v-15-465

**466** Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· ^v-15-466

**467** “ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει ^v-15-467

**468** δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός, ^v-15-468

**469** νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα ^v-15-469

**470** πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.” ^v-15-470

**471** τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας· ^v-15-471

**472** “ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς ^v-15-472

**473** κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας· ^v-15-473

**474** αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ ^v-15-474

**475** μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. ^v-15-475

**476** μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν ^v-15-476

**477** νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.” ^v-15-477

**478** ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν, ^v-15-478

**479** αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον, ^v-15-479

**480** κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ^v-15-480

**481** ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· ^v-15-481

**482** εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, ^v-15-482

**483** βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη. ^v-15-483

**484** Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα, ^v-15-484

**485** Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· ^v-15-485

**486** “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ^v-15-486

**487** ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς ^v-15-487

**488** νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν ^v-15-488

**489** ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα. ^v-15-489

**490** ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, ^v-15-490

**491** ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ, ^v-15-491

**492** ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν, ^v-15-492

**493** ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει. ^v-15-493

**494** ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων ^v-15-494

**495** βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ ^v-15-495

**496** τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης ^v-15-496

**497** τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω, ^v-15-497

**498** καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ ^v-15-498

**499** οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.” ^v-15-499

**500** ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-15-500

**501** Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· ^v-15-501

**502** “αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ^v-15-502

**503** ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. ^v-15-503

**504** ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ ^v-15-504

**505** ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; ^v-15-505

**506** ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα ^v-15-506

**507** Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; ^v-15-507

**508** οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι. ^v-15-508

**509** ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων ^v-15-509

**510** ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. ^v-15-510

**511** βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι ^v-15-511

**512** ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι ^v-15-512

**513** ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.” ^v-15-513

**514** ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-15-514

**515** ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν ^v-15-515

**516** ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα ^v-15-516

**517** ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν· ^v-15-517

**518** Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε ^v-15-518

**519** Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. ^v-15-519

**520** τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη ^v-15-520

**521** Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων ^v-15-521

**522** εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι· ^v-15-522

**523** αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί. ^v-15-523

**524** δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. ^v-15-524

**525** τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς ^v-15-525

**526** Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν ^v-15-526

**527** Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς, ^v-15-527

**528** ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ ^v-15-528

**529** ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ, ^v-15-529

**530** τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς ^v-15-530

**531** ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. ^v-15-531

**532** ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης ^v-15-532

**533** ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν· ^v-15-533

**534** ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον. ^v-15-534

**535** τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης ^v-15-535

**536** κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι, ^v-15-536

**537** ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε ^v-15-537

**538** κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός. ^v-15-538

**539** εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην, ^v-15-539

**540** τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, ^v-15-540

**541** στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν· ^v-15-541

**542** αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα ^v-15-542

**543** πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη. ^v-15-543

**544** τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων ^v-15-544

**545** συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε ^v-15-545

**546** πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν ^v-15-546

**547** ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς ^v-15-547

**548** βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων· ^v-15-548

**549** αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ^v-15-549

**550** ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ^v-15-550

**551** ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι· ^v-15-551

**552** τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-15-552

**553** “οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ ^v-15-553

**554** ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; ^v-15-554

**555** οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν; ^v-15-555

**556** ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι ^v-15-556

**557** μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης ^v-15-557

**558** Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.” ^v-15-558

**559** ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς· ^v-15-559

**560** Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας· ^v-15-560

**561** “ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ, ^v-15-561

**562** ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας. ^v-15-562

**563** αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· ^v-15-563

**564** φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.” ^v-15-564

**565** ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, ^v-15-565

**566** ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας ^v-15-566

**567** ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν. ^v-15-567

**568** Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος· ^v-15-568

**569** “Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν, ^v-15-569

**570** οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι· ^v-15-570

**571** εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.” ^v-15-571

**572** ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν· ^v-15-572

**573** ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ ^v-15-573

**574** ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο ^v-15-574

**575** ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, ^v-15-575

**576** ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον ^v-15-576

**577** νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν. ^v-15-577

**578** δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν. ^v-15-578

**579** Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ ^v-15-579

**580** βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα ^v-15-580

**581** θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα· ^v-15-581

**582** ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης ^v-15-582

**583** τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον, ^v-15-583

**584** ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα. ^v-15-584

**585** Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, ^v-15-585

**586** ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς, ^v-15-586

**587** ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι ^v-15-587

**588** φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν· ^v-15-588

**589** ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ ^v-15-589

**590** ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· ^v-15-590

**591** στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. ^v-15-591

**592** Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι ^v-15-592

**593** νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς, ^v-15-593

**594** ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν ^v-15-594

**595** Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν. ^v-15-595

**596** Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι ^v-15-596

**597** Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ ^v-15-597

**598** ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν ^v-15-598

**599** πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς ^v-15-599

**600** νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. ^v-15-600

**601** ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν ^v-15-601

**602** θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν. ^v-15-602

**603** τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν ^v-15-603

**604** Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν. ^v-15-604

**605** μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ ^v-15-605

**606** οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης· ^v-15-606

**607** ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε ^v-15-607

**608** λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ ^v-15-608

**609** σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο ^v-15-609

**610** Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ ^v-15-610

**611** Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα ^v-15-611

**612** τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν ^v-15-612

**613** ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ ^v-15-613

**614** Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν. ^v-15-614

**615** καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, ^v-15-615

**616** ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα· ^v-15-616

**617** ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων· ^v-15-617

**618** ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη ^v-15-618

**619** ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα, ^v-15-619

**620** ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα ^v-15-620

**621** κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν· ^v-15-621

**622** ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. ^v-15-622

**623** αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ, ^v-15-623

**624** ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι ^v-15-624

**625** λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα ^v-15-625

**626** ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη ^v-15-626

**627** ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται ^v-15-627

**628** δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται· ^v-15-628

**629** ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. ^v-15-629

**630** αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, ^v-15-630

**631** αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται ^v-15-631

**632** μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς ^v-15-632

**633** θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν· ^v-15-633

**634** ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν ^v-15-634

**635** αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας ^v-15-635

**636** βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ ^v-15-636

**637** θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ ^v-15-637

**638** πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, ^v-15-638

**639** Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος ^v-15-639

**640** ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. ^v-15-640

**641** τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων ^v-15-641

**642** παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι, ^v-15-642

**643** καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο· ^v-15-643

**644** ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε. ^v-15-644

**645** στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, ^v-15-645

**646** τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων· ^v-15-646

**647** τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ ^v-15-647

**648** σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος. ^v-15-648

**649** Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, ^v-15-649

**650** στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων ^v-15-650

**651** κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου ^v-15-651

**652** χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον. ^v-15-652

**653** εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι ^v-15-653

**654** νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο. ^v-15-654

**655** Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ ^v-15-655

**656** τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν ^v-15-656

**657** ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς ^v-15-657

**658** καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι. ^v-15-658

**659** Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν ^v-15-659

**660** λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· ^v-15-660

**661** “ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ ^v-15-661

**662** ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος ^v-15-662

**663** παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, ^v-15-663

**664** ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι· ^v-15-664

**665** τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων ^v-15-665

**666** ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.” ^v-15-666

**667** ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-15-667

**668** τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη ^v-15-668

**669** θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν ^v-15-669

**670** ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. ^v-15-670

**671** Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, ^v-15-671

**672** ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, ^v-15-672

**673** ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. ^v-15-673

**674** οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ ^v-15-674

**675** ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· ^v-15-675

**676** ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων, ^v-15-676

**677** νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι ^v-15-677

**678** κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ. ^v-15-678

**679** ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, ^v-15-679

**680** ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, ^v-15-680

**681** σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται ^v-15-681

**682** λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο ^v-15-682

**683** ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ ^v-15-683

**684** θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· ^v-15-684

**685** ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν ^v-15-685

**686** φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν, ^v-15-686

**687** αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε ^v-15-687

**688** νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ ^v-15-688

**689** μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· ^v-15-689

**690** ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων ^v-15-690

**691** ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων ^v-15-691

**692** χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, ^v-15-692

**693** ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο ^v-15-693

**694** ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε ^v-15-694

**695** χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ. ^v-15-695

**696** αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη· ^v-15-696

**697** φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν ^v-15-697

**698** ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. ^v-15-698

**699** τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ ^v-15-699

**700** οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι, ^v-15-700

**701** Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου ^v-15-701

**702** νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς. ^v-15-702

**703** οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν· ^v-15-703

**704** Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο ^v-15-704

**705** καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν ^v-15-705

**706** ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν. ^v-15-706

**707** τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε ^v-15-707

**708** δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε ^v-15-708

**709** τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων, ^v-15-709

**710** ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες ^v-15-710

**711** ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο ^v-15-711

**712** καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. ^v-15-712

**713** πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα ^v-15-713

**714** ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων ^v-15-714

**715** ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. ^v-15-715

**716** Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει ^v-15-716

**717** ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν· ^v-15-717

**718** “οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν· ^v-15-718

**719** νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε ^v-15-719

**720** νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι ^v-15-720

**721** ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, ^v-15-721

**722** οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν ^v-15-722

**723** αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν· ^v-15-723

**724** ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς ^v-15-724

**725** ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.” ^v-15-725

**726** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν. ^v-15-726

**727** Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν· ^v-15-727

**728** ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι ^v-15-728

**729** θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης. ^v-15-729

**730** ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ ^v-15-730

**731** Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ· ^v-15-731

**732** αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε· ^v-15-732

**733** “ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος ^v-15-733

**734** ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. ^v-15-734

**735** ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, ^v-15-735

**736** ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι; ^v-15-736

**737** οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, ^v-15-737

**738** ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες· ^v-15-738

**739** ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων ^v-15-739

**740** πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· ^v-15-740

**741** τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.” ^v-15-741

**742** ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι. ^v-15-742

**743** ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο ^v-15-743

**744** σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, ^v-15-744

**745** τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· ^v-15-745

**746** δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα. ^v-15-746

### Livro 16

**1** ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο· ^v-16-1

**2** Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν ^v-16-2

**3** δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος, ^v-16-3

**4** ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. ^v-16-4

**5** τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, ^v-16-5

**6** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-16-6

**7** “τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη ^v-16-7

**8** νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει ^v-16-8

**9** εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει, ^v-16-9

**10** δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται· ^v-16-10

**11** τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις. ^v-16-11

**12** ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ, ^v-16-12

**13** ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος; ^v-16-13

**14** ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, ^v-16-14

**15** ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; ^v-16-15

**16** τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων. ^v-16-16

**17** ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται ^v-16-17

**18** νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς; ^v-16-18

**19** ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.” ^v-16-19

**20** τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· ^v-16-20

**21** “ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν ^v-16-21

**22** μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. ^v-16-22

**23** οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ^v-16-23

**24** ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. ^v-16-24

**25** βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, ^v-16-25

**26** οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων, ^v-16-26

**27** βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. ^v-16-27

**28** τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται ^v-16-28

**29** ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. ^v-16-29

**30** μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις ^v-16-30

**31** αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ ^v-16-31

**32** αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς; ^v-16-32

**33** νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, ^v-16-33

**34** οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα ^v-16-34

**35** πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. ^v-16-35

**36** εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις ^v-16-36

**37** καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ^v-16-37

**38** ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον ^v-16-38

**39** Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. ^v-16-39

**40** δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, ^v-16-40

**41** αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο ^v-16-41

**42** Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν ^v-16-42

**43** τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ^v-16-43

**44** ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ^v-16-44

**45** ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.” ^v-16-45

**46** ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν ^v-16-46

**47** οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. ^v-16-47

**48** τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-16-48

**49** “ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες· ^v-16-49

**50** οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, ^v-16-50

**51** οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ· ^v-16-51

**52** ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ^v-16-52

**53** ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι ^v-16-53

**54** καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ· ^v-16-54

**55** αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. ^v-16-55

**56** κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, ^v-16-56

**57** δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, ^v-16-57

**58** τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων ^v-16-58

**59** Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην. ^v-16-59

**60** ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν ^v-16-60

**61** ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε ^v-16-61

**62** οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ ^v-16-62

**63** νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε. ^v-16-63

**64** τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, ^v-16-64

**65** ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, ^v-16-65

**66** εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε ^v-16-66

**67** νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης ^v-16-67

**68** κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες ^v-16-68

**69** Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε ^v-16-69

**70** θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον ^v-16-70

**71** ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους ^v-16-71

**72** πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων ^v-16-72

**73** ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται. ^v-16-73

**74** οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι ^v-16-74

**75** μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι· ^v-16-75

**76** οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος ^v-16-76

**77** ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο ^v-16-77

**78** Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ ^v-16-78

**79** πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς. ^v-16-79

**80** ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων ^v-16-80

**81** ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο ^v-16-81

**82** νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται. ^v-16-82

**83** πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω, ^v-16-83

**84** ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι ^v-16-84

**85** πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην ^v-16-85

**86** ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν. ^v-16-86

**87** ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι ^v-16-87

**88** δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης, ^v-16-88

**89** μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν ^v-16-89

**90** Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις· ^v-16-90

**91** μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι ^v-16-91

**92** Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν, ^v-16-92

**93** μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων ^v-16-93

**94** ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων· ^v-16-94

**95** ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι ^v-16-95

**96** θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι. ^v-16-96

**97** αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ^v-16-97

**98** μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, ^v-16-98

**99** μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον, ^v-16-99

**100** ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.” ^v-16-100

**101** ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ^v-16-101

**102** Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι· ^v-16-102

**103** δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ ^v-16-103

**104** βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ ^v-16-104

**105** πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ ^v-16-105

**106** κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν ^v-16-106

**107** ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο ^v-16-107

**108** ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν. ^v-16-108

**109** αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς ^v-16-109

**110** πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν ^v-16-110

**111** ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. ^v-16-111

**112** ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι, ^v-16-112

**113** ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν. ^v-16-113

**114** Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς ^v-16-114

**115** πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, ^v-16-115

**116** ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας ^v-16-116

**117** πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ ^v-16-117

**118** αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα. ^v-16-118

**119** γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε ^v-16-119

**120** ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε ^v-16-120

**121** Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην· ^v-16-121

**122** χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ ^v-16-122

**123** νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ. ^v-16-123

**124** ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς ^v-16-124

**125** μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν· ^v-16-125

**126** “ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε· ^v-16-126

**127** λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν· ^v-16-127

**128** μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται· ^v-16-128

**129** δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.” ^v-16-129

**130** ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ. ^v-16-130

**131** κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε ^v-16-131

**132** καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· ^v-16-132

**133** δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε ^v-16-133

**134** ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο. ^v-16-134

**135** ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον ^v-16-135

**136** χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· ^v-16-136

**137** κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ^v-16-137

**138** ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. ^v-16-138

**139** εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει. ^v-16-139

**140** ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο ^v-16-140

**141** βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν ^v-16-141

**142** πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς ^v-16-142

**143** Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων ^v-16-143

**144** Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν. ^v-16-144

**145** ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε, ^v-16-145

**146** τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα, ^v-16-146

**147** πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν. ^v-16-147

**148** τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους ^v-16-148

**149** Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην, ^v-16-149

**150** τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη ^v-16-150

**151** βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο. ^v-16-151

**152** ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, ^v-16-152

**153** τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς, ^v-16-153

**154** ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι. ^v-16-154

**155** Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς ^v-16-155

**156** πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς ^v-16-156

**157** ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, ^v-16-157

**158** οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες ^v-16-158

**159** δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν· ^v-16-159

**160** καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου ^v-16-160

**161** λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ ^v-16-161

**162** ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς ^v-16-162

**163** στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ· ^v-16-163

**164** τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες ^v-16-164

**165** ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο ^v-16-165

**166** ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς, ^v-16-166

**167** ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. ^v-16-167

**168** πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς ^v-16-168

**169** ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ ^v-16-169

**170** πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι· ^v-16-170

**171** πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει ^v-16-171

**172** σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε. ^v-16-172

**173** τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ ^v-16-173

**174** υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο· ^v-16-174

**175** ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη ^v-16-175

**176** Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα, ^v-16-176

**177** αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι, ^v-16-177

**178** ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα. ^v-16-178

**179** τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε ^v-16-179

**180** παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη ^v-16-180

**181** Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης ^v-16-181

**182** ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν ^v-16-182

**183** ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. ^v-16-183

**184** αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ ^v-16-184

**185** Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν ^v-16-185

**186** Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. ^v-16-186

**187** αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια ^v-16-187

**188** ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, ^v-16-188

**189** τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο ^v-16-189

**190** ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα, ^v-16-190

**191** τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν ^v-16-191

**192** ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα. ^v-16-192

**193** τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε ^v-16-193

**194** Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν ^v-16-194

**195** ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. ^v-16-195

**196** τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, ^v-16-196

**197** πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων. ^v-16-197

**198** αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς ^v-16-198

**199** στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· ^v-16-199

**200** “Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω, ^v-16-200

**201** ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι ^v-16-201

**202** πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος· ^v-16-202

**203** σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ, ^v-16-203

**204** νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους· ^v-16-204

**205** οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν ^v-16-205

**206** αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ. ^v-16-206

**207** ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται ^v-16-207

**208** φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε. ^v-16-208

**209** ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.” ^v-16-209

**210** ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ^v-16-210

**211** μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν. ^v-16-211

**212** ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι ^v-16-212

**213** δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων, ^v-16-213

**214** ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι. ^v-16-214

**215** ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· ^v-16-215

**216** ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι ^v-16-216

**217** νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. ^v-16-217

**218** πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο ^v-16-218

**219** Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες ^v-16-219

**220** πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς ^v-16-220

**221** βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε ^v-16-221

**222** καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα ^v-16-222

**223** θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων ^v-16-223

**224** χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων. ^v-16-224

**225** ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος ^v-16-225

**226** οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον, ^v-16-226

**227** οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί. ^v-16-227

**228** τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ ^v-16-228

**229** πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι, ^v-16-229

**230** νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον. ^v-16-230

**231** εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον ^v-16-231

**232** οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον· ^v-16-232

**233** “Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων ^v-16-233

**234** Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ ^v-16-234

**235** σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, ^v-16-235

**236** ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, ^v-16-236

**237** τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν, ^v-16-237

**238** ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· ^v-16-238

**239** αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, ^v-16-239

**240** ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι ^v-16-240

**241** μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ, ^v-16-241

**242** θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ ^v-16-242

**243** εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν ^v-16-243

**244** ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι ^v-16-244

**245** μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος. ^v-16-245

**246** αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται, ^v-16-246

**247** ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο ^v-16-247

**248** τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.” ^v-16-248

**249** ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς. ^v-16-249

**250** τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε· ^v-16-250

**251** νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε ^v-16-251

**252** δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι. ^v-16-252

**253** ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ ^v-16-253

**254** ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ, ^v-16-254

**255** στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ ^v-16-255

**256** εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν. ^v-16-256

**257** οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες ^v-16-257

**258** ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν. ^v-16-258

**259** αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο ^v-16-259

**260** εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες ^v-16-260

**261** αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας ^v-16-261

**262** νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι. ^v-16-262

**263** τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης ^v-16-263

**264** κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες ^v-16-264

**265** πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι. ^v-16-265

**266** τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες ^v-16-266

**267** ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει. ^v-16-267

**268** Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας· ^v-16-268

**269** “Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος ^v-16-269

**270** ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ^v-16-270

**271** ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος ^v-16-271

**272** Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, ^v-16-272

**273** γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ^v-16-273

**274** ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.” ^v-16-274

**275** ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου, ^v-16-275

**276** ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες ^v-16-276

**277** σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν. ^v-16-277

**278** Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν ^v-16-278

**279** αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, ^v-16-279

**280** πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες ^v-16-280

**281** ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα ^v-16-281

**282** μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι· ^v-16-282

**283** πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. ^v-16-283

**284** Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ ^v-16-284

**285** ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, ^v-16-285

**286** νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου, ^v-16-286

**287** καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς ^v-16-287

**288** ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος· ^v-16-288

**289** τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι ^v-16-289

**290** κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν ^v-16-290

**291** Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν ^v-16-291

**292** ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι. ^v-16-292

**293** ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ. ^v-16-293

**294** ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν ^v-16-294

**295** Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο ^v-16-295

**296** νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη. ^v-16-296

**297** ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο ^v-16-297

**298** κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, ^v-16-298

**299** ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι ^v-16-299

**300** καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ, ^v-16-300

**301** ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ ^v-16-301

**302** τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή· ^v-16-302

**303** οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν ^v-16-303

**304** προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, ^v-16-304

**305** ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ. ^v-16-305

**306** ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης ^v-16-306

**307** ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς ^v-16-307

**308** αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν ^v-16-308

**309** ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· ^v-16-309

**310** ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ ^v-16-310

**311** κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα ^v-16-311

**312** στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα. ^v-16-312

**313** Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας ^v-16-313

**314** ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος ^v-16-314

**315** μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ ^v-16-315

**316** νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε. ^v-16-316

**317** Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ ^v-16-317

**318** Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος· ^v-16-318

**319** ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ ^v-16-319

**320** Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς ^v-16-320

**321** στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδης ^v-16-321

**322** ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν, ^v-16-322

**323** ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ ^v-16-323

**324** δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε· ^v-16-324

**325** δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν. ^v-16-325

**326** ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε ^v-16-326

**327** βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι ^v-16-327

**328** υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν ^v-16-328

**329** θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. ^v-16-329

**330** Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας ^v-16-330

**331** ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι ^v-16-331

**332** λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι. ^v-16-332

**333** πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε ^v-16-333

**334** ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. ^v-16-334

**335** Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ ^v-16-335

**336** ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω· ^v-16-336

**337** τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν ^v-16-337

**338** ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν ^v-16-338

**339** φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε ^v-16-339

**340** Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον ^v-16-340

**341** δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα. ^v-16-341

**342** Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι ^v-16-342

**343** νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· ^v-16-343

**344** ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς. ^v-16-344

**345** Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ ^v-16-345

**346** νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε ^v-16-346

**347** νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά· ^v-16-347

**348** ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω ^v-16-348

**349** αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας ^v-16-349

**350** πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. ^v-16-350

**351** οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος. ^v-16-351

**352** ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι ^v-16-352

**353** σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι ^v-16-353

**354** ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες ^v-16-354

**355** αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· ^v-16-355

**356** ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο ^v-16-356

**357** δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς. ^v-16-357

**358** Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ ^v-16-358

**359** ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο ^v-16-359

**360** ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους ^v-16-360

**361** σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. ^v-16-361

**362** ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην· ^v-16-362

**363** ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους. ^v-16-363

**364** ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω ^v-16-364

**365** αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, ^v-16-365

**366** ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, ^v-16-366

**367** οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι ^v-16-367

**368** ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν ^v-16-368

**369** Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. ^v-16-369

**370** πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι ^v-16-370

**371** ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων, ^v-16-371

**372** Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων ^v-16-372

**373** Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε ^v-16-373

**374** πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη ^v-16-374

**375** σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι ^v-16-375

**376** ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. ^v-16-376

**377** Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, ^v-16-377

**378** τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον ^v-16-378

**379** πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον. ^v-16-379

**380** ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι ^v-16-380

**381** ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, ^v-16-381

**382** πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός· ^v-16-382

**383** ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι. ^v-16-383

**384** ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν ^v-16-384

**385** ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ ^v-16-385

**386** Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ, ^v-16-386

**387** οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας, ^v-16-387

**388** ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες· ^v-16-388

**389** τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, ^v-16-389

**390** πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι, ^v-16-390

**391** ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι ^v-16-391

**392** ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων· ^v-16-392

**393** ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι. ^v-16-393

**394** Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, ^v-16-394

**395** ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος ^v-16-395

**396** εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ ^v-16-396

**397** νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο ^v-16-397

**398** κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν. ^v-16-398

**399** ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ ^v-16-399

**400** στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα· ^v-16-400

**401** δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν ^v-16-401

**402** δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ ^v-16-402

**403** ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν ^v-16-403

**404** ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς ^v-16-404

**405** γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων, ^v-16-405

**406** ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς ^v-16-406

**407** πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν ^v-16-407

**408** ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ· ^v-16-408

**409** ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, ^v-16-409

**410** κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός. ^v-16-410

**411** αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ ^v-16-411

**412** μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ^v-16-412

**413** ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ ^v-16-413

**414** κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. ^v-16-414

**415** αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην ^v-16-415

**416** Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε ^v-16-416

**417** Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον ^v-16-417

**418** πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. ^v-16-418

**419** Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους ^v-16-419

**420** χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, ^v-16-420

**421** κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν· ^v-16-421

**422** “αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε. ^v-16-422

**423** ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω ^v-16-423

**424** ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε ^v-16-424

**425** Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.” ^v-16-425

**426** ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. ^v-16-426

**427** Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου. ^v-16-427

**428** οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι ^v-16-428

**429** πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται, ^v-16-429

**430** ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν. ^v-16-430

**431** τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω, ^v-16-431

**432** Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε· ^v-16-432

**433** “ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν ^v-16-433

**434** μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. ^v-16-434

**435** διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, ^v-16-435

**436** ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης ^v-16-436

**437** θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ, ^v-16-437

**438** ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.” ^v-16-438

**439** τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ^v-16-439

**440** “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. ^v-16-440

**441** ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ ^v-16-441

**442** ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ^v-16-442

**443** ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. ^v-16-443

**444** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-16-444

**445** αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, ^v-16-445

**446** φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος ^v-16-446

**447** πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης· ^v-16-447

**448** πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται ^v-16-448

**449** υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. ^v-16-449

**450** ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ, ^v-16-450

**451** ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ ^v-16-451

**452** χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι· ^v-16-452

**453** αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, ^v-16-453

**454** πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον ^v-16-454

**455** εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, ^v-16-455

**456** ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε ^v-16-456

**457** τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.” ^v-16-457

**458** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· ^v-16-458

**459** αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε ^v-16-459

**460** παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε ^v-16-460

**461** φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. ^v-16-461

**462** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ^v-16-462

**463** ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, ^v-16-463

**464** ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, ^v-16-464

**465** τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα. ^v-16-465

**466** Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ ^v-16-466

**467** δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον ^v-16-467

**468** ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων, ^v-16-468

**469** κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. ^v-16-469

**470** τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι ^v-16-470

**471** σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι. ^v-16-471

**472** τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ· ^v-16-472

**473** σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ^v-16-473

**474** ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε· ^v-16-474

**475** τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν· ^v-16-475

**476** τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο. ^v-16-476

**477** ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ, ^v-16-477

**478** Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ ^v-16-478

**479** ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ ^v-16-479

**480** Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, ^v-16-480

**481** ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ. ^v-16-481

**482** ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ^v-16-482

**483** ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ^v-16-483

**484** ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ^v-16-484

**485** ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς ^v-16-485

**486** βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ^v-16-486

**487** ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν ^v-16-487

**488** αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, ^v-16-488

**489** ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, ^v-16-489

**490** ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων ^v-16-490

**491** κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· ^v-16-491

**492** “Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ ^v-16-492

**493** αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· ^v-16-493

**494** νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. ^v-16-494

**495** πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας ^v-16-495

**496** πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· ^v-16-496

**497** αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. ^v-16-497

**498** σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος ^v-16-498

**499** ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ ^v-16-499

**500** τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. ^v-16-500

**501** ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.” ^v-16-501

**502** ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν ^v-16-502

**503** ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων ^v-16-503

**504** ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο· ^v-16-504

**505** τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν. ^v-16-505

**506** Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας ^v-16-506

**507** ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων. ^v-16-507

**508** Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι· ^v-16-508

**509** ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι. ^v-16-509

**510** χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν ^v-16-510

**511** ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ ^v-16-511

**512** τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων. ^v-16-512

**513** εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι· ^v-16-513

**514** “κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ ^v-16-514

**515** εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν ^v-16-515

**516** ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. ^v-16-516

**517** ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ ^v-16-517

**518** ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα ^v-16-518

**519** τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ· ^v-16-519

**520** ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι ^v-16-520

**521** ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε ^v-16-521

**522** Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει. ^v-16-522

**523** ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, ^v-16-523

**524** κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι ^v-16-524

**525** κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, ^v-16-525

**526** αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.” ^v-16-526

**527** ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων. ^v-16-527

**528** αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο ^v-16-528

**529** αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ. ^v-16-529

**530** Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε ^v-16-530

**531** ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο. ^v-16-531

**532** πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας ^v-16-532

**533** πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· ^v-16-533

**534** αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων ^v-16-534

**535** Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, ^v-16-535

**536** βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν, ^v-16-536

**537** ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ^v-16-537

**538** “Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων, ^v-16-538

**539** οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης ^v-16-539

**540** θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν. ^v-16-540

**541** κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, ^v-16-541

**542** ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ· ^v-16-542

**543** τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης. ^v-16-543

**544** ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ, ^v-16-544

**545** μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν ^v-16-545

**546** Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, ^v-16-546

**547** τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.” ^v-16-547

**548** ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος ^v-16-548

**549** ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος ^v-16-549

**550** ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ ^v-16-550

**551** λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι· ^v-16-551

**552** βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν ^v-16-552

**553** Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς ^v-16-553

**554** ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ· ^v-16-554

**555** Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· ^v-16-555

**556** “Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, ^v-16-556

**557** οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους. ^v-16-557

**558** κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν ^v-16-558

**559** Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες, ^v-16-559

**560** τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων ^v-16-560

**561** αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.” ^v-16-561

**562** ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον. ^v-16-562

**563** οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας ^v-16-563

**564** Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, ^v-16-564

**565** σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι ^v-16-565

**566** δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν. ^v-16-566

**567** Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, ^v-16-567

**568** ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη. ^v-16-568

**569** ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· ^v-16-569

**570** βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν ^v-16-570

**571** υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς, ^v-16-571

**572** ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε ^v-16-572

**573** τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας ^v-16-573

**574** ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν· ^v-16-574

**575** οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι ^v-16-575

**576** Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. ^v-16-576

**577** τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ ^v-16-577

**578** χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ^v-16-578

**579** ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ ^v-16-579

**580** κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. ^v-16-580

**581** Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο, ^v-16-581

**582** ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς ^v-16-582

**583** ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε· ^v-16-583

**584** ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε ^v-16-584

**585** ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο. ^v-16-585

**586** καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν ^v-16-586

**587** αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας. ^v-16-587

**588** χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ. ^v-16-588

**589** ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, ^v-16-589

**590** ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ ^v-16-590

**591** ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, ^v-16-591

**592** τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί. ^v-16-592

**593** Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων ^v-16-593

**594** ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον ^v-16-594

**595** Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων ^v-16-595

**596** ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι. ^v-16-596

**597** τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ ^v-16-597

**598** στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων· ^v-16-598

**599** δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς, ^v-16-599

**600** ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο, ^v-16-600

**601** στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ ^v-16-601

**602** ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν. ^v-16-602

**603** ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν ^v-16-603

**604** Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς ^v-16-604

**605** Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ. ^v-16-605

**606** τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς ^v-16-606

**607** ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν. ^v-16-607

**608** Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν· ^v-16-608

**609** ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος. ^v-16-609

**610** ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· ^v-16-610

**611** πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν ^v-16-611

**612** οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη ^v-16-612

**613** ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης. ^v-16-613

**614** αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης ^v-16-614

**615** ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. ^v-16-615

**616** Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε· ^v-16-616

**617** “Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα ^v-16-617

**618** ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.” ^v-16-618

**619** τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα· ^v-16-619

**620** “Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα ^v-16-620

**621** πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα ^v-16-621

**622** ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι. ^v-16-622

**623** εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ, ^v-16-623

**624** αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς ^v-16-624

**625** εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.” ^v-16-625

**626** ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός· ^v-16-626

**627** “Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις; ^v-16-627

**628** ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι ^v-16-628

**629** νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει. ^v-16-629

**630** ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ· ^v-16-630

**631** τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.” ^v-16-631

**632** ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς. ^v-16-632

**633** τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει ^v-16-633

**634** οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή, ^v-16-634

**635** ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης ^v-16-635

**636** χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων, ^v-16-636

**637** νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν. ^v-16-637

**638** οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον ^v-16-638

**639** ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν ^v-16-639

**640** ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους. ^v-16-640

**641** οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι ^v-16-641

**642** σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας ^v-16-642

**643** ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει· ^v-16-643

**644** ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς ^v-16-644

**645** τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, ^v-16-645

**646** ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ, ^v-16-646

**647** πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, ^v-16-647

**648** ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ ^v-16-648

**649** αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ ^v-16-649

**650** χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται, ^v-16-650

**651** ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν. ^v-16-651

**652** ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ^v-16-652

**653** ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος ^v-16-653

**654** ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν ^v-16-654

**655** ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο. ^v-16-655

**656** Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν· ^v-16-656

**657** ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους ^v-16-657

**658** Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα. ^v-16-658

**659** ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν ^v-16-659

**660** πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ ^v-16-660

**661** κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ ^v-16-661

**662** κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων. ^v-16-662

**663** οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο ^v-16-663

**664** χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας ^v-16-664

**665** δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. ^v-16-665

**666** καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· ^v-16-666

**667** “εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον ^v-16-667

**668** ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα ^v-16-668

**669** πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι ^v-16-669

**670** χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον· ^v-16-670

**671** πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι ^v-16-671

**672** ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα ^v-16-672

**673** θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ, ^v-16-673

**674** ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε ^v-16-674

**675** τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.” ^v-16-675

**676** ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων. ^v-16-676

**677** βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, ^v-16-677

**678** αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας ^v-16-678

**679** πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι ^v-16-679

**680** χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε· ^v-16-680

**681** πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, ^v-16-681

**682** ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα ^v-16-682

**683** κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ. ^v-16-683

**684** Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας ^v-16-684

**685** Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη ^v-16-685

**686** νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν ^v-16-686

**687** ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο. ^v-16-687

**688** ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν· ^v-16-688

**689** ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ^v-16-689

**690** ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· ^v-16-690

**691** ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν. ^v-16-691

**692** ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας ^v-16-692

**693** Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν; ^v-16-693

**694** Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον ^v-16-694

**695** καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, ^v-16-695

**696** αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην· ^v-16-696

**697** τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος. ^v-16-697

**698** ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν ^v-16-698

**699** Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, ^v-16-699

**700** εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου ^v-16-700

**701** ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων. ^v-16-701

**702** τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο ^v-16-702

**703** Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων ^v-16-703

**704** χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων. ^v-16-704

**705** ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ^v-16-705

**706** δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· ^v-16-706

**707** “χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα ^v-16-707

**708** σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, ^v-16-708

**709** οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.” ^v-16-709

**710** ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω ^v-16-710

**711** μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. ^v-16-711

**712** Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους· ^v-16-712

**713** δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας, ^v-16-713

**714** ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι. ^v-16-714

**715** ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων ^v-16-715

**716** ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε ^v-16-716

**717** Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο ^v-16-717

**718** αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος, ^v-16-718

**719** ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο· ^v-16-719

**720** τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· ^v-16-720

**721** “Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή. ^v-16-721

**722** αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην· ^v-16-722

**723** τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας. ^v-16-723

**724** ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους, ^v-16-724

**725** αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.” ^v-16-725

**726** ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, ^v-16-726

**727** Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ ^v-16-727

**728** ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων ^v-16-728

**729** δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν ^v-16-729

**730** ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. ^v-16-730

**731** Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν· ^v-16-731

**732** αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους. ^v-16-732

**733** Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε ^v-16-733

**734** σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον ^v-16-734

**735** μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν, ^v-16-735

**736** ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, ^v-16-736

**737** οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα ^v-16-737

**738** Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο ^v-16-738

**739** ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. ^v-16-739

**740** ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν ^v-16-740

**741** ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν ^v-16-741

**742** αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς ^v-16-742

**743** κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός. ^v-16-743

**744** τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ· ^v-16-744

**745** “ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. ^v-16-745

**746** εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, ^v-16-746

**747** πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν ^v-16-747

**748** νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, ^v-16-748

**749** ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ. ^v-16-749

**750** ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.” ^v-16-750

**751** ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει ^v-16-751

**752** οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων ^v-16-752

**753** ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή· ^v-16-753

**754** ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς. ^v-16-754

**755** Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε. ^v-16-755

**756** τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην, ^v-16-756

**757** ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο ^v-16-757

**758** ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον· ^v-16-758

**759** ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς ^v-16-759

**760** Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ ^v-16-760

**761** ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. ^v-16-761

**762** Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει· ^v-16-762

**763** Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι ^v-16-763

**764** Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. ^v-16-764

**765** ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν ^v-16-765

**766** οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην ^v-16-766

**767** φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν, ^v-16-767

**768** αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους ^v-16-768

**769** ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων, ^v-16-769

**770** ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες ^v-16-770

**771** δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο. ^v-16-771

**772** πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει ^v-16-772

**773** ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες, ^v-16-773

**774** πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν ^v-16-774

**775** μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης ^v-16-775

**776** κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων. ^v-16-776

**777** ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, ^v-16-777

**778** τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός· ^v-16-778

**779** ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ, ^v-16-779

**780** καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν. ^v-16-780

**781** ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν ^v-16-781

**782** Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο, ^v-16-782

**783** Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε. ^v-16-783

**784** τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ ^v-16-784

**785** σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν. ^v-16-785

**786** ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ^v-16-786

**787** ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή· ^v-16-787

**788** ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ ^v-16-788

**789** δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, ^v-16-789

**790** ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε· ^v-16-790

**791** στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω ^v-16-791

**792** χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε. ^v-16-792

**793** τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων· ^v-16-793

**794** ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων ^v-16-794

**795** αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι ^v-16-795

**796** αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν ^v-16-796

**797** ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν, ^v-16-797

**798** ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον ^v-16-798

**799** ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν ^v-16-799

**800** ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος. ^v-16-800

**801** πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος ^v-16-801

**802** βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων ^v-16-802

**803** ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα. ^v-16-803

**804** λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων. ^v-16-804

**805** τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα, ^v-16-805

**806** στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ ^v-16-806

**807** ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ ^v-16-807

**808** Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο ^v-16-808

**809** ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι· ^v-16-809

**810** καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων ^v-16-810

**811** πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο· ^v-16-811

**812** ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ ^v-16-812

**813** οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, ^v-16-813

**814** ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε ^v-16-814

**815** Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι. ^v-16-815

**816** Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς ^v-16-816

**817** ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων. ^v-16-817

**818** Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον ^v-16-818

**819** ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ, ^v-16-819

**820** ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ ^v-16-820

**821** νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· ^v-16-821

**822** δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν· ^v-16-822

**823** ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, ^v-16-823

**824** ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον ^v-16-824

**825** πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω· ^v-16-825

**826** πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν· ^v-16-826

**827** ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν ^v-16-827

**828** Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα, ^v-16-828

**829** καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-16-829

**830** “Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, ^v-16-830

**831** Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας ^v-16-831

**832** ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν ^v-16-832

**833** νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι ^v-16-833

**834** ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς ^v-16-834

**835** Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω ^v-16-835

**836** ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται. ^v-16-836

**837** ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, ^v-16-837

**838** ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι· ^v-16-838

**839** “μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε ^v-16-839

**840** νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο ^v-16-840

**841** αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.” ^v-16-841

**842** ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.” ^v-16-842

**843** τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ· ^v-16-843

**844** “ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε ^v-16-844

**845** νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν ^v-16-845

**846** ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο. ^v-16-846

**847** τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, ^v-16-847

**848** πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες. ^v-16-848

**849** ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, ^v-16-849

**850** ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις. ^v-16-850

**851** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ^v-16-851

**852** οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη ^v-16-852

**853** ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ ^v-16-853

**854** χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.” ^v-16-854

**855** ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε· ^v-16-855

**856** ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει ^v-16-856

**857** ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην. ^v-16-857

**858** τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ· ^v-16-858

**859** “Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον; ^v-16-859

**860** τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο ^v-16-860

**861** φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;” ^v-16-861

**862** ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς ^v-16-862

**863** εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός. ^v-16-863

**864** αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει ^v-16-864

**865** ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο· ^v-16-865

**866** ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι ^v-16-866

**867** ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. ^v-16-867

### Livro 17

**1** οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον ^v-17-1

**2** Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι. ^v-17-2

**3** βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, ^v-17-3

**4** ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ ^v-17-4

**5** πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· ^v-17-5

**6** ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. ^v-17-6

**7** πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, ^v-17-7

**8** τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι. ^v-17-8

**9** οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε ^v-17-9

**10** Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ ^v-17-10

**11** ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον· ^v-17-11

**12** “Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν ^v-17-12

**13** χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα· ^v-17-13

**14** οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων ^v-17-14

**15** Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· ^v-17-15

**16** τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, ^v-17-16

**17** μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.” ^v-17-17

**18** τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· ^v-17-18

**19** “Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. ^v-17-19

**20** οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος ^v-17-20

**21** οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος ^v-17-21

**22** θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, ^v-17-22

**23** ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν. ^v-17-23

**24** οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ^v-17-24

**25** ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε ^v-17-25

**26** καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν ^v-17-26

**27** ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα ^v-17-27

**28** εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. ^v-17-28

**29** ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα ^v-17-29

**30** στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ^v-17-30

**31** ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο ^v-17-31

**32** πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.” ^v-17-32

**33** ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα· ^v-17-33

**34** “νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις ^v-17-34

**35** γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις, ^v-17-35

**36** χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, ^v-17-36

**37** ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. ^v-17-37

**38** ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην ^v-17-38

**39** εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας ^v-17-39

**40** Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. ^v-17-40

**41** ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται ^v-17-41

**42** οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.” ^v-17-42

**43** ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· ^v-17-43

**44** οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ^v-17-44

**45** ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ ^v-17-45

**46** Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· ^v-17-46

**47** ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα ^v-17-47

**48** νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· ^v-17-48

**49** ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή, ^v-17-49

**50** δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ^v-17-50

**51** αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι ^v-17-51

**52** πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. ^v-17-52

**53** οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης ^v-17-53

**54** χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ, ^v-17-54

**55** καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι ^v-17-55

**56** παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· ^v-17-56

**57** ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ ^v-17-57

**58** βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ· ^v-17-58

**59** τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον ^v-17-59

**60** Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα. ^v-17-60

**61** ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς ^v-17-61

**62** βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη· ^v-17-62

**63** τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι ^v-17-63

**64** πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει ^v-17-64

**65** δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες ^v-17-65

**66** πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν ^v-17-66

**67** ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ· ^v-17-67

**68** ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα ^v-17-68

**69** ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο. ^v-17-69

**70** ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο ^v-17-70

**71** Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, ^v-17-71

**72** ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ ^v-17-72

**73** ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· ^v-17-73

**74** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-17-74

**75** “Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων ^v-17-75

**76** ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ ^v-17-76

**77** ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι ^v-17-77

**78** ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. ^v-17-78

**79** τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς ^v-17-79

**80** Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε ^v-17-80

**81** Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.” ^v-17-81

**82** ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, ^v-17-82

**83** Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας· ^v-17-83

**84** πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω ^v-17-84

**85** τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ ^v-17-85

**86** κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν. ^v-17-86

**87** βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ ^v-17-87

**88** ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο ^v-17-88

**89** ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· ^v-17-89

**90** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-17-90

**91** “ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ ^v-17-91

**92** Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς, ^v-17-92

**93** μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. ^v-17-93

**94** εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι ^v-17-94

**95** αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί· ^v-17-95

**96** Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. ^v-17-96

**97** ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; ^v-17-97

**98** ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι ^v-17-98

**99** ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη. ^v-17-99

**100** τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται ^v-17-100

**101** Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει. ^v-17-101

**102** εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, ^v-17-102

**103** ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης ^v-17-103

**104** καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν ^v-17-104

**105** Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.” ^v-17-105

**106** εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν ^v-17-106

**107** τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. ^v-17-107

**108** αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν ^v-17-108

**109** ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, ^v-17-109

**110** ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται ^v-17-110

**111** ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ ^v-17-111

**112** παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο· ^v-17-112

**113** ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. ^v-17-113

**114** στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων ^v-17-114

**115** παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. ^v-17-115

**116** τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης ^v-17-116

**117** θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι· ^v-17-117

**118** θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· ^v-17-118

**119** βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. ^v-17-119

**120** “Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος ^v-17-120

**121** σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν ^v-17-121

**122** γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.” ^v-17-122

**123** ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· ^v-17-123

**124** βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. ^v-17-124

**125** Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, ^v-17-125

**126** ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, ^v-17-126

**127** τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. ^v-17-127

**128** Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· ^v-17-128

**129** Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων, ^v-17-129

**130** ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ ^v-17-130

**131** Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ. ^v-17-131

**132** Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας ^v-17-132

**133** ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, ^v-17-133

**134** ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ ^v-17-134

**135** ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, ^v-17-135

**136** πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· ^v-17-136

**137** ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει. ^v-17-137

**138** Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος ^v-17-138

**139** ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. ^v-17-139

**140** Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν ^v-17-140

**141** Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· ^v-17-141

**142** “Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο. ^v-17-142

**143** ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. ^v-17-143

**144** φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς ^v-17-144

**145** οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν· ^v-17-145

**146** οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν ^v-17-146

**147** εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν ^v-17-147

**148** μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί. ^v-17-148

**149** πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον ^v-17-149

**150** σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον ^v-17-150

**151** κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, ^v-17-151

**152** ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ ^v-17-152

**153** ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. ^v-17-153

**154** τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν ^v-17-154

**155** οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. ^v-17-155

**156** εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη ^v-17-156

**157** ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης ^v-17-157

**158** ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, ^v-17-158

**159** αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. ^v-17-159

**160** εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος ^v-17-160

**161** ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, ^v-17-161

**162** αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ ^v-17-162

**163** λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω· ^v-17-163

**164** τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος ^v-17-164

**165** Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. ^v-17-165

**166** ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας ^v-17-166

**167** στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, ^v-17-167

**168** οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.” ^v-17-168

**169** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· ^v-17-169

**170** “Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; ^v-17-170

**171** ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων ^v-17-171

**172** τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· ^v-17-172

**173** νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, ^v-17-173

**174** ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. ^v-17-174

**175** οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων· ^v-17-175

**176** ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, ^v-17-176

**177** ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην ^v-17-177

**178** ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι. ^v-17-178

**179** ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ^v-17-179

**180** ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, ^v-17-180

**181** ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα ^v-17-181

**182** σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.” ^v-17-182

**183** ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· ^v-17-183

**184** “Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, ^v-17-184

**185** ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ^v-17-185

**186** ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω ^v-17-186

**187** καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.” ^v-17-187

**188** ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ ^v-17-188

**189** δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους ^v-17-189

**190** ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, ^v-17-190

**191** οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος. ^v-17-191

**192** στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν· ^v-17-192

**193** ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν ^v-17-193

**194** Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε ^v-17-194

**195** Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες ^v-17-195

**196** πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε ^v-17-196

**197** γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα. ^v-17-197

**198** τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς ^v-17-198

**199** τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, ^v-17-199

**200** κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· ^v-17-200

**201** “ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν ^v-17-201

**202** ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις ^v-17-202

**203** ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι· ^v-17-203

**204** τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, ^v-17-204

**205** τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων ^v-17-205

**206** εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, ^v-17-206

**207** τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι ^v-17-207

**208** δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.” ^v-17-208

**209** ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. ^v-17-209

**210** Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης ^v-17-210

**211** δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς ^v-17-211

**212** ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους ^v-17-212

**213** βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι ^v-17-213

**214** τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. ^v-17-214

**215** ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι ^v-17-215

**216** Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε ^v-17-216

**217** Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε ^v-17-217

**218** Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· ^v-17-218

**219** τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· ^v-17-219

**220** “κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· ^v-17-220

**221** οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων ^v-17-221

**222** ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον, ^v-17-222

**223** ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα ^v-17-223

**224** προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν. ^v-17-224

**225** τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ ^v-17-225

**226** λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. ^v-17-226

**227** τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω ^v-17-227

**228** ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς. ^v-17-228

**229** ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης ^v-17-229

**230** Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, ^v-17-230

**231** ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς ^v-17-231

**232** ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.” ^v-17-232

**233** ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν ^v-17-233

**234** δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς ^v-17-234

**235** νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο ^v-17-235

**236** νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα. ^v-17-236

**237** καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· ^v-17-237

**238** “ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ ^v-17-238

**239** ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. ^v-17-239

**240** οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, ^v-17-240

**241** ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς, ^v-17-241

**242** ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, ^v-17-242

**243** καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει ^v-17-243

**244** Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος. ^v-17-244

**245** ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.” ^v-17-245

**246** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, ^v-17-246

**247** ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ^v-17-247

**248** “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ^v-17-248

**249** οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ ^v-17-249

**250** δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος ^v-17-250

**251** λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ. ^v-17-251

**252** ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον ^v-17-252

**253** ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν· ^v-17-253

**254** ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ ^v-17-254

**255** Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.” ^v-17-255

**256** ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας· ^v-17-256

**257** πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, ^v-17-257

**258** τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος ^v-17-258

**259** Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. ^v-17-259

**260** τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι, ^v-17-260

**261** ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν; ^v-17-261

**262** Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. ^v-17-262

**263** ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο ^v-17-263

**264** βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι ^v-17-264

**265** ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, ^v-17-265

**266** τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ ^v-17-266

**267** ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες ^v-17-267

**268** φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι ^v-17-268

**269** λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν ^v-17-269

**270** χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, ^v-17-270

**271** ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο· ^v-17-271

**272** μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι ^v-17-272

**273** Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους. ^v-17-273

**274** ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· ^v-17-274

**275** νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν ^v-17-275

**276** Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, ^v-17-276

**277** ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ ^v-17-277

**278** μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν ^v-17-278

**279** Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο ^v-17-279

**280** τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ^v-17-280

**281** ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν ^v-17-281

**282** καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς ^v-17-282

**283** ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· ^v-17-283

**284** ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας ^v-17-284

**285** ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας ^v-17-285

**286** οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα ^v-17-286

**287** ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. ^v-17-287

**288** ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς ^v-17-288

**289** Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην ^v-17-289

**290** δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας ^v-17-290

**291** Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ ^v-17-291

**292** ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. ^v-17-292

**293** τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου ^v-17-293

**294** πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου· ^v-17-294

**295** ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ ^v-17-295

**296** πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, ^v-17-296

**297** ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς ^v-17-297

**298** αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν ^v-17-298

**299** Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε ^v-17-299

**300** κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ ^v-17-300

**301** τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι ^v-17-301

**302** θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ^v-17-302

**303** ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. ^v-17-303

**304** Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· ^v-17-304

**305** ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος ^v-17-305

**306** τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν ^v-17-306

**307** Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ ^v-17-307

**308** οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων, ^v-17-308

**309** τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη ^v-17-309

**310** αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· ^v-17-310

**311** δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ^v-17-311

**312** Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν ^v-17-312

**313** Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε· ^v-17-313

**314** ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς ^v-17-314

**315** ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. ^v-17-315

**316** χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· ^v-17-316

**317** Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς ^v-17-317

**318** Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων. ^v-17-318

**319** ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν ^v-17-319

**320** Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, ^v-17-320

**321** Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν ^v-17-321

**322** κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων ^v-17-322

**323** Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς ^v-17-323

**324** κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι ^v-17-324

**325** κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· ^v-17-325

**326** τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· ^v-17-326

**327** “Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε ^v-17-327

**328** Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους ^v-17-328

**329** κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε ^v-17-329

**330** πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· ^v-17-330

**331** ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι ^v-17-331

**332** νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.” ^v-17-332

**333** ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα ^v-17-333

**334** ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας· ^v-17-334

**335** “Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων ^v-17-335

**336** αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν ^v-17-336

**337** Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας. ^v-17-337

**338** ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς ^v-17-338

**339** Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι· ^v-17-339

**340** τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι ^v-17-340

**341** Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.” ^v-17-341

**342** ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· ^v-17-342

**343** οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. ^v-17-343

**344** ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ ^v-17-344

**345** υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. ^v-17-345

**346** τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, ^v-17-346

**347** στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, ^v-17-347

**348** καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν ^v-17-348

**349** ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν, ^v-17-349

**350** ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, ^v-17-350

**351** καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. ^v-17-351

**352** τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, ^v-17-352

**353** ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι· ^v-17-353

**354** ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ ^v-17-354

**355** ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο. ^v-17-355

**356** Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων· ^v-17-356

**357** οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει ^v-17-357

**358** οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, ^v-17-358

**359** ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. ^v-17-359

**360** ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν ^v-17-360

**361** δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον ^v-17-361

**362** νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων ^v-17-362

**363** καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο, ^v-17-363

**364** παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ ^v-17-364

**365** ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν. ^v-17-365

**366** ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης ^v-17-366

**367** οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην· ^v-17-367

**368** ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι ^v-17-368

**369** ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι. ^v-17-369

**370** οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ ^v-17-370

**371** εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ ^v-17-371

**372** ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης ^v-17-372

**373** γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο ^v-17-373

**374** ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα ^v-17-374

**375** πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον ^v-17-375

**376** ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ ^v-17-376

**377** ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην ^v-17-377

**378** ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε ^v-17-378

**379** Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο ^v-17-379

**380** ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. ^v-17-380

**381** τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων ^v-17-381

**382** νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ ^v-17-382

**383** ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν. ^v-17-383

**384** τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει ^v-17-384

**385** ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ ^v-17-385

**386** γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου ^v-17-386

**387** χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν ^v-17-387

**388** ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο. ^v-17-388

**389** ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην ^v-17-389

**390** λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· ^v-17-390

**391** δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι ^v-17-391

**392** κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ ^v-17-392

**393** πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό· ^v-17-393

**394** ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ ^v-17-394

**395** εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς ^v-17-395

**396** Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς ^v-17-396

**397** νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει ^v-17-397

**398** ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη ^v-17-398

**399** τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι· ^v-17-399

**400** τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων ^v-17-400

**401** ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι ^v-17-401

**402** ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς· ^v-17-402

**403** πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων ^v-17-403

**404** τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ ^v-17-404

**405** τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν ^v-17-405

**406** ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν ^v-17-406

**407** ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ· ^v-17-407

**408** πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, ^v-17-408

**409** ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. ^v-17-409

**410** δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη ^v-17-410

**411** μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος. ^v-17-411

**412** οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες ^v-17-412

**413** νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον· ^v-17-413

**414** ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων· ^v-17-414

**415** “ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι ^v-17-415

**416** νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα ^v-17-416

**417** πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη ^v-17-417

**418** εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν ^v-17-418

**419** ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.” ^v-17-419

**420** ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· ^v-17-420

**421** “ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι ^v-17-421

**422** πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.” ^v-17-422

**423** ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου. ^v-17-423

**424** ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς ^v-17-424

**425** χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο· ^v-17-425

**426** ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες ^v-17-426

**427** κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο ^v-17-427

**428** ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο. ^v-17-428

**429** ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς ^v-17-429

**430** πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, ^v-17-430

**431** πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ· ^v-17-431

**432** τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον ^v-17-432

**433** ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς, ^v-17-433

**434** ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ ^v-17-434

**435** ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, ^v-17-435

**436** ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες ^v-17-436

**437** οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι ^v-17-437

**438** θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν ^v-17-438

**439** ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη ^v-17-439

**440** ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. ^v-17-440

**441** μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, ^v-17-441

**442** κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· ^v-17-442

**443** “ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι ^v-17-443

**444** θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε; ^v-17-444

**445** ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον; ^v-17-445

**446** οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς ^v-17-446

**447** πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. ^v-17-447

**448** ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν ^v-17-448

**449** Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. ^v-17-449

**450** ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως; ^v-17-450

**451** σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ, ^v-17-451

**452** ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο ^v-17-452

**453** νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω ^v-17-453

**454** κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται ^v-17-454

**455** δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ·” ^v-17-455

**456** ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ. ^v-17-456

**457** τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε ^v-17-457

**458** ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς. ^v-17-458

**459** τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου ^v-17-459

**460** ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας· ^v-17-460

**461** ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ, ^v-17-461

**462** ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων. ^v-17-462

**463** ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν· ^v-17-463

**464** οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ ^v-17-464

**465** ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. ^v-17-465

**466** ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν ^v-17-466

**467** Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο· ^v-17-467

**468** στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα· ^v-17-468

**469** “Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν ^v-17-469

**470** ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; ^v-17-470

**471** οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ ^v-17-471

**472** μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ ^v-17-472

**473** αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.” ^v-17-473

**474** τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός· ^v-17-474

**475** “Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος ^v-17-475

**476** ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, ^v-17-476

**477** εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος ^v-17-477

**478** ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. ^v-17-478

**479** ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα ^v-17-479

**480** δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.” ^v-17-480

**481** ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας ^v-17-481

**482** καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, ^v-17-482

**483** Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ, ^v-17-483

**484** αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα· ^v-17-484

**485** “Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων ^v-17-485

**486** ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο ^v-17-486

**487** ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι· ^v-17-487

**488** τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ ^v-17-488

**489** σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ ^v-17-489

**490** τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ.” ^v-17-490

**491** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο. ^v-17-491

**492** τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους ^v-17-492

**493** αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός. ^v-17-493

**494** τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς ^v-17-494

**495** ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς ^v-17-495

**496** αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους ^v-17-496

**497** νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι ^v-17-497

**498** αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ ^v-17-498

**499** ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας· ^v-17-499

**500** αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον· ^v-17-500

**501** “Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, ^v-17-501

**502** ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε ^v-17-502

**503** Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, ^v-17-503

**504** πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω ^v-17-504

**505** νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν ^v-17-505

**506** Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.” ^v-17-506

**507** ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον· ^v-17-507

**508** “Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε ^v-17-508

**509** ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι ^v-17-509

**510** ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, ^v-17-510

**511** νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ· ^v-17-511

**512** τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα ^v-17-512

**513** Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι. ^v-17-513

**514** ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· ^v-17-514

**515** ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.” ^v-17-515

**516** ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, ^v-17-516

**517** καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· ^v-17-517

**518** ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, ^v-17-518

**519** νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. ^v-17-519

**520** ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ ^v-17-520

**521** κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο ^v-17-521

**522** ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν, ^v-17-522

**523** ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος ^v-17-523

**524** νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα. ^v-17-524

**525** Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ· ^v-17-525

**526** ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· ^v-17-526

**527** πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν ^v-17-527

**528** οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη ^v-17-528

**529** ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης. ^v-17-529

**530** καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην ^v-17-530

**531** εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε, ^v-17-531

**532** οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος· ^v-17-532

**533** τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις ^v-17-533

**534** Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής, ^v-17-534

**535** Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ ^v-17-535

**536** κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ ^v-17-536

**537** τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· ^v-17-537

**538** “ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος ^v-17-538

**539** κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.” ^v-17-539

**540** ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα ^v-17-540

**541** θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν ^v-17-541

**542** αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς. ^v-17-542

**543** ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη ^v-17-543

**544** ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη ^v-17-544

**545** οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς ^v-17-545

**546** ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ. ^v-17-546

**547** ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ ^v-17-547

**548** Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο ^v-17-548

**549** ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων ^v-17-549

**550** ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, ^v-17-550

**551** ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν ^v-17-551

**552** δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον. ^v-17-552

**553** πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα ^v-17-553

**554** ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν· ^v-17-554

**555** εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν· ^v-17-555

**556** “σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος ^v-17-556

**557** ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον ^v-17-557

**558** τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν. ^v-17-558

**559** ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.” ^v-17-559

**560** τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· ^v-17-560

**561** “Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη ^v-17-561

**562** δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν· ^v-17-562

**563** τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν ^v-17-563

**564** Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν. ^v-17-564

**565** ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει ^v-17-565

**566** χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.” ^v-17-566

**567** ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, ^v-17-567

**568** ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων. ^v-17-568

**569** ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, ^v-17-569

**570** καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, ^v-17-570

**571** ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο ^v-17-571

**572** ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου· ^v-17-572

**573** τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, ^v-17-573

**574** βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ^v-17-574

**575** ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος ^v-17-575

**576** ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ ^v-17-576

**577** δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής· ^v-17-577

**578** τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος ^v-17-578

**579** ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· ^v-17-579

**580** δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος ^v-17-580

**581** νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων. ^v-17-581

**582** Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων ^v-17-582

**583** Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων ^v-17-583

**584** ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· ^v-17-584

**585** τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· ^v-17-585

**586** “Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν; ^v-17-586

**587** οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε ^v-17-587

**588** μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας ^v-17-588

**589** νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον ^v-17-589

**590** ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.” ^v-17-590

**591** ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, ^v-17-591

**592** βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. ^v-17-592

**593** καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν ^v-17-593

**594** μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, ^v-17-594

**595** ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε, ^v-17-595

**596** νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς. ^v-17-596

**597** πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο. ^v-17-597

**598** βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ ^v-17-598

**599** ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις ^v-17-599

**600** αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών. ^v-17-600

**601** Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ ^v-17-601

**602** υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης· ^v-17-602

**603** τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ ^v-17-603

**604** ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν. ^v-17-604

**605** Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα ^v-17-605

**606** βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν· ^v-17-606

**607** ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν ^v-17-607

**608** Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο ^v-17-608

**609** δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν· ^v-17-609

**610** αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε ^v-17-610

**611** Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ· ^v-17-611

**612** πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας ^v-17-612

**613** ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, ^v-17-613

**614** εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· ^v-17-614

**615** καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, ^v-17-615

**616** αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο· ^v-17-616

**617** τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας ^v-17-617

**618** ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην. ^v-17-618

**619** ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε. ^v-17-619

**620** καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι ^v-17-620

**621** κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα· ^v-17-621

**622** “μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι· ^v-17-622

**623** γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.” ^v-17-623

**624** ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους ^v-17-624

**625** νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ. ^v-17-625

**626** οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον ^v-17-626

**627** Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. ^v-17-627

**628** τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας· ^v-17-628

**629** “ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι ^v-17-629

**630** γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει. ^v-17-630

**631** τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ ^v-17-631

**632** ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει· ^v-17-632

**633** ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε. ^v-17-633

**634** ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, ^v-17-634

**635** ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ ^v-17-635

**636** χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες, ^v-17-636

**637** οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν ^v-17-637

**638** Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους ^v-17-638

**639** σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. ^v-17-639

**640** εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα ^v-17-640

**641** Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι ^v-17-641

**642** λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος. ^v-17-642

**643** ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν· ^v-17-643

**644** ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι. ^v-17-644

**645** Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν, ^v-17-645

**646** ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι· ^v-17-646

**647** ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.” ^v-17-647

**648** ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα· ^v-17-648

**649** αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, ^v-17-649

**650** ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη· ^v-17-650

**651** καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· ^v-17-651

**652** “σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι ^v-17-652

**653** ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν, ^v-17-653

**654** ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα ^v-17-654

**655** εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος.” ^v-17-655

**656** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, ^v-17-656

**657** βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο, ^v-17-657

**658** ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων, ^v-17-658

**659** οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι ^v-17-659

**660** πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων ^v-17-660

**661** ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες ^v-17-661

**662** ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν, ^v-17-662

**663** καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· ^v-17-663

**664** ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ· ^v-17-664

**665** ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος ^v-17-665

**666** ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ ^v-17-666

**667** ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν. ^v-17-667

**668** πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν· ^v-17-668

**669** “Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε ^v-17-669

**670** νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο ^v-17-670

**671** μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι ^v-17-671

**672** ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.” ^v-17-672

**673** ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, ^v-17-673

**674** πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν ^v-17-674

**675** ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, ^v-17-675

**676** ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ ^v-17-676

**677** θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ ^v-17-677

**678** ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν. ^v-17-678

**679** ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ ^v-17-679

**680** πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, ^v-17-680

**681** εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. ^v-17-681

**682** τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης ^v-17-682

**683** θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ^v-17-683

**684** ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· ^v-17-684

**685** “Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι ^v-17-685

**686** λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. ^v-17-686

**687** ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα ^v-17-687

**688** γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, ^v-17-688

**689** νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν ^v-17-689

**690** Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. ^v-17-690

**691** ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν ^v-17-691

**692** εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ ^v-17-692

**693** γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.” ^v-17-693

**694** ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας· ^v-17-694

**695** δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε ^v-17-695

**696** δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ^v-17-696

**697** ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε, ^v-17-697

**698** βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ ^v-17-698

**699** Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. ^v-17-699

**700** τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο ^v-17-700

**701** Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα. ^v-17-701

**702** οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς ^v-17-702

**703** τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν ^v-17-703

**704** Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη· ^v-17-704

**705** ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, ^v-17-705

**706** αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, ^v-17-706

**707** στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα· ^v-17-707

**708** “κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν ^v-17-708

**709** ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω ^v-17-709

**710** νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· ^v-17-710

**711** οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο. ^v-17-711

**712** ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, ^v-17-712

**713** ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ ^v-17-713

**714** Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.” ^v-17-714

**715** τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας· ^v-17-715

**716** “πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε· ^v-17-716

**717** ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα ^v-17-717

**718** νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε ^v-17-718

**719** νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ ^v-17-719

**720** ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ ^v-17-720

**721** μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες.” ^v-17-721

**722** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο ^v-17-722

**723** ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε ^v-17-723

**724** Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. ^v-17-724

**725** ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ ^v-17-725

**726** βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· ^v-17-726

**727** ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, ^v-17-727

**728** ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, ^v-17-728

**729** ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος. ^v-17-729

**730** ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο ^v-17-730

**731** νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· ^v-17-731

**732** ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς ^v-17-732

**733** σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη ^v-17-733

**734** πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. ^v-17-734

**735** ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο ^v-17-735

**736** νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν ^v-17-736

**737** ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν ^v-17-737

**738** ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι ^v-17-738

**739** ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο. ^v-17-739

**740** ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων ^v-17-740

**741** ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν· ^v-17-741

**742** οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες ^v-17-742

**743** ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν ^v-17-743

**744** ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς ^v-17-744

**745** τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν· ^v-17-745

**746** ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν ^v-17-746

**747** Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ ^v-17-747

**748** ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, ^v-17-748

**749** ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα ^v-17-749

**750** ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι ^v-17-750

**751** πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες· ^v-17-751

**752** ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω ^v-17-752

**753** Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα ^v-17-753

**754** Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. ^v-17-754

**755** τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν ^v-17-755

**756** οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα ^v-17-756

**757** κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, ^v-17-757

**758** ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν ^v-17-758

**759** οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. ^v-17-759

**760** πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον ^v-17-760

**761** φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή. ^v-17-761

### Livro 18

**1** ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο, ^v-18-1

**2** Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε. ^v-18-2

**3** τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων ^v-18-3

**4** τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν· ^v-18-4

**5** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-18-5

**6** “ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ ^v-18-6

**7** νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο; ^v-18-7

**8** μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ, ^v-18-8

**9** ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε ^v-18-9

**10** Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο ^v-18-10

**11** χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο. ^v-18-11

**12** ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς ^v-18-12

**13** σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ ^v-18-13

**14** ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι.” ^v-18-14

**15** εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ^v-18-15

**16** τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς ^v-18-16

**17** δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν· ^v-18-17

**18** “ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς ^v-18-18

**19** πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. ^v-18-19

**20** κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται ^v-18-20

**21** γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.” ^v-18-21

**22** ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· ^v-18-22

**23** ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν ^v-18-23

**24** χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον· ^v-18-24

**25** νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη. ^v-18-25

**26** αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς ^v-18-26

**27** κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. ^v-18-27

**28** δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε ^v-18-28

**29** θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε ^v-18-29

**30** ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι ^v-18-30

**31** στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης. ^v-18-31

**32** Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων ^v-18-32

**33** χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ· ^v-18-33

**34** δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ. ^v-18-34

**35** σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ ^v-18-35

**36** ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι, ^v-18-36

**37** κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο ^v-18-37

**38** πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. ^v-18-38

**39** ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε ^v-18-39

**40** Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις ^v-18-40

**41** Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια ^v-18-41

**42** καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ ^v-18-42

**43** Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε ^v-18-43

**44** Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα ^v-18-44

**45** Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια ^v-18-45

**46** Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα· ^v-18-46

**47** ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα ^v-18-47

**48** Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια ^v-18-48

**49** ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. ^v-18-49

**50** τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι ^v-18-50

**51** στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο· ^v-18-51

**52** “κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι ^v-18-52

**53** εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ. ^v-18-53

**54** ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια, ^v-18-54

**55** ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε ^v-18-55

**56** ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος· ^v-18-56

**57** τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς ^v-18-57

**58** νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω ^v-18-58

**59** Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις ^v-18-59

**60** οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. ^v-18-60

**61** ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ^v-18-61

**62** ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. ^v-18-62

**63** ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω ^v-18-63

**64** ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.” ^v-18-64

**65** ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ ^v-18-65

**66** δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης ^v-18-66

**67** ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο ^v-18-67

**68** ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ ^v-18-68

**69** Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα. ^v-18-69

**70** τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, ^v-18-70

**71** ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο, ^v-18-71

**72** καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· ^v-18-72

**73** “τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; ^v-18-73

**74** ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται ^v-18-74

**75** ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν ^v-18-75

**76** πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν ^v-18-76

**77** σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα.” ^v-18-77

**78** τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-18-78

**79** “μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν· ^v-18-79

**80** ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος ^v-18-80

**81** Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων ^v-18-81

**82** ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ ^v-18-82

**83** δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι ^v-18-83

**84** καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα ^v-18-84

**85** ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. ^v-18-85

**86** αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι ^v-18-86

**87** ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν. ^v-18-87

**88** νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη ^v-18-88

**89** παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις ^v-18-89

**90** οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε ^v-18-90

**91** ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ ^v-18-91

**92** πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ, ^v-18-92

**93** Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.” ^v-18-93

**94** τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα· ^v-18-94

**95** “ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις· ^v-18-95

**96** αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.” ^v-18-96

**97** τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-18-97

**98** “αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ ^v-18-98

**99** κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης ^v-18-99

**100** ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. ^v-18-100

**101** νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, ^v-18-101

**102** οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι ^v-18-102

**103** τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ, ^v-18-103

**104** ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, ^v-18-104

**105** τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων ^v-18-105

**106** ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι. ^v-18-106

**107** ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο ^v-18-107

**108** καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι, ^v-18-108

**109** ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ^v-18-109

**110** ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· ^v-18-110

**111** ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. ^v-18-111

**112** ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, ^v-18-112

**113** θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· ^v-18-113

**114** νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω ^v-18-114

**115** Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ ^v-18-115

**116** Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι. ^v-18-116

**117** οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα, ^v-18-117

**118** ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι· ^v-18-118

**119** ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. ^v-18-119

**120** ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, ^v-18-120

**121** κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην, ^v-18-121

**122** καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων ^v-18-122

**123** ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων ^v-18-123

**124** δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην, ^v-18-124

**125** γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι· ^v-18-125

**126** μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.” ^v-18-126

**127** τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· ^v-18-127

**128** “ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι ^v-18-128

**129** τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. ^v-18-129

**130** ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται ^v-18-130

**131** χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ ^v-18-131

**132** αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι ^v-18-132

**133** δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ. ^v-18-133

**134** ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος ^v-18-134

**135** πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· ^v-18-135

**136** ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι ^v-18-136

**137** τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος.” ^v-18-137

**138** ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο, ^v-18-138

**139** καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα· ^v-18-139

**140** “ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον ^v-18-140

**141** ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός, ^v-18-141

**142** καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον ^v-18-142

**143** εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν ^v-18-143

**144** υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.” ^v-18-144

**145** ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν· ^v-18-145

**146** ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα ^v-18-146

**147** ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι. ^v-18-147

**148** τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ ^v-18-148

**149** θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο ^v-18-149

**150** φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. ^v-18-150

**151** οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ ^v-18-151

**152** ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος· ^v-18-152

**153** αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι ^v-18-153

**154** Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν. ^v-18-154

**155** τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ ^v-18-155

**156** ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα· ^v-18-156

**157** τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν ^v-18-157

**158** νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς ^v-18-158

**159** ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε ^v-18-159

**160** στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν. ^v-18-160

**161** ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται ^v-18-161

**162** ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι, ^v-18-162

**163** ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ ^v-18-163

**164** Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι. ^v-18-164

**165** καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, ^v-18-165

**166** εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις ^v-18-166

**167** ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι ^v-18-167

**168** κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη. ^v-18-168

**169** ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ^v-18-169

**170** “ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν· ^v-18-170

**171** Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ ^v-18-171

**172** ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν ^v-18-172

**173** οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος, ^v-18-173

**174** οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν ^v-18-174

**175** Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ ^v-18-175

**176** ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε ^v-18-176

**177** πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς. ^v-18-177

**178** ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω ^v-18-178

**179** Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι· ^v-18-179

**180** σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.” ^v-18-180

**181** τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· ^v-18-181

**182** “Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;” ^v-18-182

**183** τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· ^v-18-183

**184** “Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις· ^v-18-184

**185** οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος ^v-18-185

**186** ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.” ^v-18-186

**187** τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-18-187

**188** “πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι· ^v-18-188

**189** μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι ^v-18-189

**190** πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· ^v-18-190

**191** στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά. ^v-18-191

**192** ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω, ^v-18-192

**193** εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. ^v-18-193

**194** ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ ^v-18-194

**195** ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.” ^v-18-195

**196** τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· ^v-18-196

**197** “εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται· ^v-18-197

**198** ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, ^v-18-198

**199** αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο ^v-18-199

**200** Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν ^v-18-200

**201** τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.” ^v-18-201

**202** ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, ^v-18-202

**203** αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη ^v-18-203

**204** ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν, ^v-18-204

**205** ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων ^v-18-205

**206** χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. ^v-18-206

**207** ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται ^v-18-207

**208** τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, ^v-18-208

**209** οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ ^v-18-209

**210** ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι ^v-18-210

**211** πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ ^v-18-211

**212** γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, ^v-18-212

**213** αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται· ^v-18-213

**214** ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε· ^v-18-214

**215** στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς ^v-18-215

**216** μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν. ^v-18-216

**217** ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη ^v-18-217

**218** φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν. ^v-18-218

**219** ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ ^v-18-219

**220** ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, ^v-18-220

**221** ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο. ^v-18-221

**222** οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, ^v-18-222

**223** πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι ^v-18-223

**224** ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ. ^v-18-224

**225** ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ ^v-18-225

**226** δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος ^v-18-226

**227** δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη. ^v-18-227

**228** τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς, ^v-18-228

**229** τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι. ^v-18-229

**230** ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι ^v-18-230

**231** ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ ^v-18-231

**232** ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες ^v-18-232

**233** κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι ^v-18-233

**234** μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς ^v-18-234

**235** δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον ^v-18-235

**236** κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ, ^v-18-236

**237** τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν ^v-18-237

**238** ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα. ^v-18-238

**239** Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη ^v-18-239

**240** πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι· ^v-18-240

**241** ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ ^v-18-241

**242** φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο. ^v-18-242

**243** Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης ^v-18-243

**244** χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, ^v-18-244

**245** ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι. ^v-18-245

**246** ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη ^v-18-246

**247** ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς ^v-18-247

**248** ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. ^v-18-248

**249** τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν ^v-18-249

**250** Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· ^v-18-250

**251** Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο, ^v-18-251

**252** ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα· ^v-18-252

**253** ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ^v-18-253

**254** “ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε ^v-18-254

**255** ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν ^v-18-255

**256** ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν. ^v-18-256

**257** ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ ^v-18-257

**258** τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί· ^v-18-258

**259** χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων ^v-18-259

**260** ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. ^v-18-260

**261** νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα· ^v-18-261

**262** οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει ^v-18-262

**263** μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ ^v-18-263

**264** ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται, ^v-18-264

**265** ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. ^v-18-265

**266** ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· ^v-18-266

**267** νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα ^v-18-267

**268** ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας ^v-18-268

**269** αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν ^v-18-269

**270** γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν ^v-18-270

**271** ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται ^v-18-271

**272** Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο. ^v-18-272

**273** εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, ^v-18-273

**274** νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι ^v-18-274

**275** ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι ^v-18-275

**276** μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται· ^v-18-276

**277** πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες ^v-18-277

**278** στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν ^v-18-278

**279** ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. ^v-18-279

**280** ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους ^v-18-280

**281** παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων· ^v-18-281

**282** εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει, ^v-18-282

**283** οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.” ^v-18-283

**284** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· ^v-18-284

**285** “Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις, ^v-18-285

**286** ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας. ^v-18-286

**287** ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων; ^v-18-287

**288** πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι ^v-18-288

**289** πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον· ^v-18-289

**290** νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, ^v-18-290

**291** πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν ^v-18-291

**292** κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς. ^v-18-292

**293** νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω ^v-18-293

**294** κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς, ^v-18-294

**295** νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ· ^v-18-295

**296** οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω. ^v-18-296

**297** ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. ^v-18-297

**298** νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι, ^v-18-298

**299** καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος· ^v-18-299

**300** Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, ^v-18-300

**301** συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι· ^v-18-301

**302** τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς. ^v-18-302

**303** πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες ^v-18-303

**304** νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. ^v-18-304

**305** εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, ^v-18-305

**306** ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε ^v-18-306

**307** φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην ^v-18-307

**308** στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. ^v-18-308

**309** ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.” ^v-18-309

**310** ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν ^v-18-310

**311** νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. ^v-18-311

**312** Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, ^v-18-312

**313** Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. ^v-18-313

**314** δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ ^v-18-314

**315** παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. ^v-18-315

**316** τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο ^v-18-316

**317** χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου ^v-18-317

**318** πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, ^v-18-318

**319** ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ ^v-18-319

**320** ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών, ^v-18-320

**321** πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν ^v-18-321

**322** εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ· ^v-18-322

**323** ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν· ^v-18-323

**324** “ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ ^v-18-324

**325** θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· ^v-18-325

**326** φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν ^v-18-326

**327** Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. ^v-18-327

**328** ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ^v-18-328

**329** ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι ^v-18-329

**330** αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα ^v-18-330

**331** δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς ^v-18-331

**332** οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει. ^v-18-332

**333** νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, ^v-18-333

**334** οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι ^v-18-334

**335** τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος· ^v-18-335

**336** δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω ^v-18-336

**337** Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. ^v-18-337

**338** τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως, ^v-18-338

**339** ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι ^v-18-339

**340** κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι, ^v-18-340

**341** τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ ^v-18-341

**342** πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.” ^v-18-342

**343** ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς ^v-18-343

**344** ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα ^v-18-344

**345** Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα. ^v-18-345

**346** οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ, ^v-18-346

**347** ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες. ^v-18-347

**348** γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ· ^v-18-348

**349** αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, ^v-18-349

**350** καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ, ^v-18-350

**351** ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο· ^v-18-351

**352** ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν ^v-18-352

**353** ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ. ^v-18-353

**354** παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα ^v-18-354

**355** Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες· ^v-18-355

**356** Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε· ^v-18-356

**357** “ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη ^v-18-357

**358** ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο ^v-18-358

**359** ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.” ^v-18-359

**360** τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ^v-18-360

**361** “αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. ^v-18-361

**362** καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, ^v-18-362

**363** ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε· ^v-18-363

**364** πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη, ^v-18-364

**365** ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις ^v-18-365

**366** κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις, ^v-18-366

**367** οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;” ^v-18-367

**368** ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ^v-18-368

**369** Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα ^v-18-369

**370** ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι ^v-18-370

**371** χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων. ^v-18-371

**372** τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας ^v-18-372

**373** σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν ^v-18-373

**374** ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, ^v-18-374

**375** χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, ^v-18-375

**376** ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα ^v-18-376

**377** ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι. ^v-18-377

**378** οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω ^v-18-378

**379** δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς. ^v-18-379

**380** ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, ^v-18-380

**381** τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα. ^v-18-381

**382** τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος ^v-18-382

**383** καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις· ^v-18-383

**384** ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-18-384

**385** “τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ ^v-18-385

**386** αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. ^v-18-386

**387** ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.” ^v-18-387

**388** ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων. ^v-18-388

**389** τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου ^v-18-389

**390** καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· ^v-18-390

**391** κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον· ^v-18-391

**392** “Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.” ^v-18-392

**393** τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· ^v-18-393

**394** “ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, ^v-18-394

**395** ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα ^v-18-395

**396** μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε ^v-18-396

**397** κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ, ^v-18-397

**398** εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ ^v-18-398

**399** Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο. ^v-18-399

**400** τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά, ^v-18-400

**401** πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους ^v-18-401

**402** ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο ^v-18-402

**403** ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος ^v-18-403

**404** ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, ^v-18-404

**405** ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν. ^v-18-405

**406** ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ ^v-18-406

**407** πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν. ^v-18-407

**408** ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, ^v-18-408

**409** ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.” ^v-18-409

**410** ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη ^v-18-410

**411** χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. ^v-18-411

**412** φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα ^v-18-412

**413** λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο· ^v-18-413

**414** σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ ^v-18-414

**415** αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, ^v-18-415

**416** δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε ^v-18-416

**417** χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι ^v-18-417

**418** χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι. ^v-18-418

**419** τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ ^v-18-419

**420** καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν. ^v-18-420

**421** αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων ^v-18-421

**422** πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ, ^v-18-422

**423** ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-18-423

**424** “τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ ^v-18-424

**425** αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. ^v-18-425

**426** αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, ^v-18-426

**427** εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.” ^v-18-427

**428** τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· ^v-18-428

**429** “Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ, ^v-18-429

**430** τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ ^v-18-430

**431** ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν; ^v-18-431

**432** ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν ^v-18-432

**433** Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν ^v-18-433

**434** πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ ^v-18-434

**435** κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν· ^v-18-435

**436** υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε ^v-18-436

**437** ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος· ^v-18-437

**438** τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς ^v-18-438

**439** νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω ^v-18-439

**440** Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις ^v-18-440

**441** οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. ^v-18-441

**442** ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο ^v-18-442

**443** ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. ^v-18-443

**444** κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, ^v-18-444

**445** τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. ^v-18-445

**446** ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς ^v-18-446

**447** Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε ^v-18-447

**448** εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες ^v-18-448

**449** Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον. ^v-18-449

**450** ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι, ^v-18-450

**451** αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε, ^v-18-451

**452** πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε. ^v-18-452

**453** πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι· ^v-18-453

**454** καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων ^v-18-454

**455** πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν ^v-18-455

**456** ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. ^v-18-456

**457** τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα ^v-18-457

**458** υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν ^v-18-458

**459** καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας ^v-18-459

**460** καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος ^v-18-460

**461** Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.” ^v-18-461

**462** τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· ^v-18-462

**463** “θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. ^v-18-463

**464** αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην ^v-18-464

**465** νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, ^v-18-465

**466** ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε ^v-18-466

**467** ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.” ^v-18-467

**468** ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας· ^v-18-468

**469** τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. ^v-18-469

**470** φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων ^v-18-470

**471** παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, ^v-18-471

**472** ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε, ^v-18-472

**473** ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο. ^v-18-473

**474** χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε ^v-18-474

**475** καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα ^v-18-475

**476** θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ ^v-18-476

**477** ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. ^v-18-477

**478** ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε ^v-18-478

**479** πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν ^v-18-479

**480** τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα. ^v-18-480

**481** πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ ^v-18-481

**482** ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. ^v-18-482

**483** ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν, ^v-18-483

**484** ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν, ^v-18-484

**485** ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται, ^v-18-485

**486** Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος ^v-18-486

**487** Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, ^v-18-487

**488** ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, ^v-18-488

**489** οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. ^v-18-489

**490** ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων ^v-18-490

**491** καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε, ^v-18-491

**492** νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων ^v-18-492

**493** ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει· ^v-18-493

**494** κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν ^v-18-494

**495** αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες ^v-18-495

**496** ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. ^v-18-496

**497** λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος ^v-18-497

**498** ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ^v-18-498

**499** ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι ^v-18-499

**500** δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι· ^v-18-500

**501** ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. ^v-18-501

**502** λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί· ^v-18-502

**503** κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες ^v-18-503

**504** εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, ^v-18-504

**505** σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων· ^v-18-505

**506** τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον. ^v-18-506

**507** κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, ^v-18-507

**508** τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι. ^v-18-508

**509** τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν ^v-18-509

**510** τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, ^v-18-510

**511** ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι ^v-18-511

**512** κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν· ^v-18-512

**513** οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο. ^v-18-513

**514** τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ^v-18-514

**515** ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας· ^v-18-515

**516** οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη ^v-18-516

**517** ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, ^v-18-517

**518** καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ ^v-18-518

**519** ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν. ^v-18-519

**520** οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι ^v-18-520

**521** ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, ^v-18-521

**522** ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ. ^v-18-522

**523** τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν ^v-18-523

**524** δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. ^v-18-524

**525** οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες ^v-18-525

**526** τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν. ^v-18-526

**527** οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα ^v-18-527

**528** τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ ^v-18-528

**529** ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας. ^v-18-529

**530** οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν ^v-18-530

**531** εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων ^v-18-531

**532** βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο. ^v-18-532

**533** στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας, ^v-18-533

**534** βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. ^v-18-534

**535** ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ, ^v-18-535

**536** ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ^v-18-536

**537** ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· ^v-18-537

**538** εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν. ^v-18-538

**539** ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο, ^v-18-539

**540** νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας. ^v-18-540

**541** ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν ^v-18-541

**542** εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ ^v-18-542

**543** ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. ^v-18-543

**544** οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, ^v-18-544

**545** τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου ^v-18-545

**546** δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους, ^v-18-546

**547** ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι. ^v-18-547

**548** ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, ^v-18-548

**549** χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο. ^v-18-549

**550** ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι ^v-18-550

**551** ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. ^v-18-551

**552** δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, ^v-18-552

**553** ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. ^v-18-553

**554** τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε ^v-18-554

**555** παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες ^v-18-555

**556** ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ ^v-18-556

**557** σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ. ^v-18-557

**558** κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο, ^v-18-558

**559** βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες ^v-18-559

**560** δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον. ^v-18-560

**561** ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν ^v-18-561

**562** καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν, ^v-18-562

**563** ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν. ^v-18-563

**564** ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε ^v-18-564

**565** κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν, ^v-18-565

**566** τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν. ^v-18-566

**567** παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες ^v-18-567

**568** πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. ^v-18-568

**569** τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ ^v-18-569

**570** ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε ^v-18-570

**571** λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ ^v-18-571

**572** μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο. ^v-18-572

**573** ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων· ^v-18-573

**574** αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, ^v-18-574

**575** μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ ^v-18-575

**576** πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα. ^v-18-576

**577** χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι ^v-18-577

**578** τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. ^v-18-578

**579** σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι ^v-18-579

**580** ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς ^v-18-580

**581** ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί. ^v-18-581

**582** τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην ^v-18-582

**583** ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες ^v-18-583

**584** αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. ^v-18-584

**585** οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, ^v-18-585

**586** ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο. ^v-18-586

**587** ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις ^v-18-587

**588** ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων, ^v-18-588

**589** σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς. ^v-18-589

**590** ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, ^v-18-590

**591** τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ ^v-18-591

**592** Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. ^v-18-592

**593** ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι ^v-18-593

**594** ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. ^v-18-594

**595** τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας ^v-18-595

**596** εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ· ^v-18-596

**597** καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας ^v-18-597

**598** εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων. ^v-18-598

**599** οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι ^v-18-599

**600** ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν ^v-18-600

**601** ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν· ^v-18-601

**602** ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. ^v-18-602

**603** πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος ^v-18-603

**604** τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς ^v-18-604

**605** φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς ^v-18-605

**606** μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. ^v-18-606

**607** ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο ^v-18-607

**608** ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο. ^v-18-608

**609** αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, ^v-18-609

**610** τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, ^v-18-610

**611** τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν ^v-18-611

**612** καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε, ^v-18-612

**613** τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο. ^v-18-613

**614** αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις, ^v-18-614

**615** μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. ^v-18-615

**616** ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος ^v-18-616

**617** τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα. ^v-18-617

### Livro 19

**1** Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων ^v-19-1

**2** ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· ^v-19-2

**3** ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα. ^v-19-3

**4** εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν ^v-19-4

**5** κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι ^v-19-5

**6** μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων, ^v-19-6

**7** ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-19-7

**8** “τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ ^v-19-8

**9** κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· ^v-19-9

**10** τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο ^v-19-10

**11** καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.” ^v-19-11

**12** ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε ^v-19-12

**13** πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα. ^v-19-13

**14** Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη ^v-19-14

**15** ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς ^v-19-15

**16** ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε ^v-19-16

**17** δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· ^v-19-17

**18** τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. ^v-19-18

**19** αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων ^v-19-19

**20** αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα· ^v-19-20

**21** “μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς ^v-19-21

**22** ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι. ^v-19-22

**23** νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς ^v-19-23

**24** δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν ^v-19-24

**25** μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς ^v-19-25

**26** εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν, ^v-19-26

**27** ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.” ^v-19-27

**28** τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· ^v-19-28

**29** “τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. ^v-19-29

**30** τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα ^v-19-30

**31** μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν· ^v-19-31

**32** ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν, ^v-19-32

**33** αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων. ^v-19-33

**34** ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς ^v-19-34

**35** μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν ^v-19-35

**36** αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.” ^v-19-36

**37** ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε, ^v-19-37

**38** Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν ^v-19-38

**39** στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη. ^v-19-39

**40** αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς ^v-19-40

**41** σμερδαλέα ἰάχων, ὦρσεν δʼ ἥρωας Ἀχαιούς. ^v-19-41

**42** καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον ^v-19-42

**43** οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν ^v-19-43

**44** καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, ^v-19-44

**45** καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς ^v-19-45

**46** ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. ^v-19-46

**47** τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε ^v-19-47

**48** Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς ^v-19-48

**49** ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· ^v-19-49

**50** κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. ^v-19-50

**51** αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-19-51

**52** ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ ^v-19-52

**53** οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί. ^v-19-53

**54** αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, ^v-19-54

**55** τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-19-55

**56** “Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον ^v-19-56

**57** ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ ^v-19-57

**58** θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης; ^v-19-58

**59** τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ ^v-19-59

**60** ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας· ^v-19-60

**61** τώ κʼ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας ^v-19-61

**62** δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος. ^v-19-62

**63** Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς ^v-19-63

**64** δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω. ^v-19-64

**65** ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ ^v-19-65

**66** θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· ^v-19-66

**67** νῦν δʼ ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ ^v-19-67

**68** ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλʼ ἄγε θᾶσσον ^v-19-68

**69** ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς, ^v-19-69

**70** ὄφρʼ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν ^v-19-70

**71** αἴ κʼ ἐθέλωσʼ ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τινʼ οἴω ^v-19-71

**72** ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι ^v-19-72

**73** δηΐου ἐκ πολέμοιο ὑπʼ ἔγχεος ἡμετέροιο.” ^v-19-73

**74** ὣς ἔφαθʼ, οἳ δʼ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ ^v-19-74

**75** μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος. ^v-19-75

**76** τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-19-76

**77** αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς· ^v-19-77

**78** “ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος ^v-19-78

**79** ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν ^v-19-79

**80** ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι. ^v-19-80

**81** ἀνδρῶν δʼ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι ^v-19-81

**82** ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής. ^v-19-82

**83** Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι ^v-19-83

**84** σύνθεσθʼ Ἀργεῖοι, μῦθόν τʼ εὖ γνῶτε ἕκαστος. ^v-19-84

**85** πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον ^v-19-85

**86** καί τέ με νεικείεσκον· ἐγὼ δʼ οὐκ αἴτιός εἰμι, ^v-19-86

**87** ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς, ^v-19-87

**88** οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, ^v-19-88

**89** ἤματι τῷ ὅτʼ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων. ^v-19-89

**90** ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. ^v-19-90

**91** πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, ^v-19-91

**92** οὐλομένη· τῇ μέν θʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδει ^v-19-92

**93** πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει ^v-19-93

**94** βλάπτουσʼ ἀνθρώπους· κατὰ δʼ οὖν ἕτερόν γε πέδησε. ^v-19-94

**95** καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον ^v-19-95

**96** ἀνδρῶν ἠδὲ θεῶν φασʼ ἔμμεναι· ἀλλʼ ἄρα καὶ τὸν ^v-19-96

**97** Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, ^v-19-97

**98** ἤματι τῷ ὅτʼ ἔμελλε βίην Ἡρακληείην ^v-19-98

**99** Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. ^v-19-99

**100** ἤτοι ὅ γʼ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι· ^v-19-100

**101** “κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, ^v-19-101

**102** ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει. ^v-19-102

**103** σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια ^v-19-103

**104** ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, ^v-19-104

**105** τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί.” ^v-19-105

**106** τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ^v-19-106

**107** “ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις. ^v-19-107

**108** εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, ^v-19-108

**109** ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν ^v-19-109

**110** ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς ^v-19-110

**111** τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.” ^v-19-111

**112** ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν, ^v-19-112

**113** ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. ^v-19-113

**114** Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, ^v-19-114

**115** καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη ^v-19-115

**116** ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο. ^v-19-116

**117** ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς· ^v-19-117

**118** ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, ^v-19-118

**119** Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας. ^v-19-119

**120** αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα· ^v-19-120

**121** “Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω· ^v-19-121

**122** ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει ^v-19-122

**123** Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο ^v-19-123

**124** σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.” ^v-19-124

**125** ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν· ^v-19-125

**126** αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο ^v-19-126

**127** χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον ^v-19-127

**128** μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα ^v-19-128

**129** αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. ^v-19-129

**130** ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος ^v-19-130

**131** χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων. ^v-19-131

**132** τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο ^v-19-132

**133** ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων. ^v-19-133

**134** ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ ^v-19-134

**135** Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, ^v-19-135

**136** οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην. ^v-19-136

**137** ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, ^v-19-137

**138** ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα· ^v-19-138

**139** ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς. ^v-19-139

**140** δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν ^v-19-140

**141** χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς. ^v-19-141

**142** εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος, ^v-19-142

**143** δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες ^v-19-143

**144** οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.” ^v-19-144

**145** τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-19-145

**146** “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ^v-19-146

**147** δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές, ^v-19-147

**148** ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης ^v-19-148

**149** αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας ^v-19-149

**150** οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον· ^v-19-150

**151** ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται ^v-19-151

**152** ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας. ^v-19-152

**153** ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.” ^v-19-153

**154** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-154

**155** “μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ ^v-19-155

**156** νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν ^v-19-156

**157** Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται ^v-19-157

**158** φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες ^v-19-158

**159** ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν. ^v-19-159

**160** ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς ^v-19-160

**161** σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή. ^v-19-161

**162** οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-19-162

**163** ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι· ^v-19-163

**164** εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, ^v-19-164

**165** ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει ^v-19-165

**166** δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι. ^v-19-166

**167** ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ^v-19-167

**168** ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, ^v-19-168

**169** θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα ^v-19-169

**170** πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο. ^v-19-170

**171** ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι ^v-19-171

**172** ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ^v-19-172

**173** οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ ^v-19-173

**174** ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς. ^v-19-174

**175** ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς ^v-19-175

**176** μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι· ^v-19-176

**177** ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν· ^v-19-177

**178** καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω. ^v-19-178

**179** αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω ^v-19-179

**180** πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα. ^v-19-180

**181** Ἀτρεΐδη σὺ δʼ ἔπειτα δικαιότερος καὶ ἐπʼ ἄλλῳ ^v-19-181

**182** ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα ^v-19-182

**183** ἄνδρʼ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.” ^v-19-183

**184** τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-19-184

**185** “χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας· ^v-19-185

**186** ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας. ^v-19-186

**187** ταῦτα δʼ ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός, ^v-19-187

**188** οὐδʼ ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς ^v-19-188

**189** μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος· ^v-19-189

**190** μίμνετε δʼ ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα ^v-19-190

**191** ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν. ^v-19-191

**192** σοὶ δʼ αὐτῷ τόδʼ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω· ^v-19-192

**193** κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν ^v-19-193

**194** δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσʼ Ἀχιλῆϊ ^v-19-194

**195** χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας. ^v-19-195

**196** Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν ^v-19-196

**197** κάπρον ἑτοιμασάτω ταμέειν Διί τʼ Ἠελίῳ τε.” ^v-19-197

**198** τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-19-198

**199** “Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ^v-19-199

**200** ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, ^v-19-200

**201** ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται ^v-19-201

**202** καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι. ^v-19-202

**203** νῦν δʼ οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν ^v-19-203

**204** Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν, ^v-19-204

**205** ὑμεῖς δʼ ἐς βρωτὺν ὀτρύνετον· ἦ τʼ ἂν ἔγωγε ^v-19-205

**206** νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν ^v-19-206

**207** νήστιας ἀκμήνους, ἅμα δʼ ἠελίῳ καταδύντι ^v-19-207

**208** τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην. ^v-19-208

**209** πρὶν δʼ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη ^v-19-209

**210** οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος ^v-19-210

**211** ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ ^v-19-211

**212** κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δʼ ἑταῖροι ^v-19-212

**213** μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν, ^v-19-213

**214** ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.” ^v-19-214

**215** τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ^v-19-215

**216** “ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν, ^v-19-216

**217** κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ ^v-19-217

**218** ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην ^v-19-218

**219** πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. ^v-19-219

**220** τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. ^v-19-220

**221** αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, ^v-19-221

**222** ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, ^v-19-222

**223** ἄμητος δʼ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα ^v-19-223

**224** Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. ^v-19-224

**225** γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς· ^v-19-225

**226** λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα ^v-19-226

**227** πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο; ^v-19-227

**228** ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι ^v-19-228

**229** νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας· ^v-19-229

**230** ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται ^v-19-230

**231** μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον ^v-19-231

**232** ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ ^v-19-232

**233** ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην ^v-19-233

**234** λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω· ^v-19-234

**235** ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται ^v-19-235

**236** νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες ^v-19-236

**237** Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.” ^v-19-237

**238** ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο ^v-19-238

**239** Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε ^v-19-239

**240** καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· ^v-19-240

**241** βὰν δʼ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο. ^v-19-241

**242** αὐτίκʼ ἔπειθʼ ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον· ^v-19-242

**243** ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη, ^v-19-243

**244** αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους· ^v-19-244

**245** ἐκ δʼ ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας ^v-19-245

**246** ἕπτʼ, ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον. ^v-19-246

**247** χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα ^v-19-247

**248** ἦρχʼ, ἅμα δʼ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν. ^v-19-248

**249** καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δʼ Ἀγαμέμνων ^v-19-249

**250** ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν ^v-19-250

**251** κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν. ^v-19-251

**252** Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, ^v-19-252

**253** ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, ^v-19-253

**254** κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν ^v-19-254

**255** εὔχετο· τοὶ δʼ ἄρα πάντες ἐπʼ αὐτόφιν εἵατο σιγῇ ^v-19-255

**256** Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος. ^v-19-256

**257** εὐξάμενος δʼ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· ^v-19-257

**258** “ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος ^v-19-258

**259** Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θʼ ὑπὸ γαῖαν ^v-19-259

**260** ἀνθρώπους τίνυνται, ὅτις κʼ ἐπίορκον ὀμόσσῃ, ^v-19-260

**261** μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρʼ ἐπένεικα, ^v-19-261

**262** οὔτʼ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου. ^v-19-262

**263** ἀλλʼ ἔμενʼ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν. ^v-19-263

**264** εἰ δέ τι τῶνδʼ ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν ^v-19-264

**265** πολλὰ μάλʼ, ὅσσα διδοῦσιν ὅτίς σφʼ ἀλίτηται ὀμόσσας.” ^v-19-265

**266** ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ. ^v-19-266

**267** τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα ^v-19-267

**268** ῥῖψʼ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς ^v-19-268

**269** ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα· ^v-19-269

**270** “Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα· ^v-19-270

**271** οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν ^v-19-271

**272** Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην ^v-19-272

**273** ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς ^v-19-273

**274** ἤθελʼ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι. ^v-19-274

**275** νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.” ^v-19-275

**276** ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν. ^v-19-276

**277** οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, ^v-19-277

**278** δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο, ^v-19-278

**279** βὰν δʼ ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο. ^v-19-279

**280** καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας, ^v-19-280

**281** ἵππους δʼ εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί. ^v-19-281

**282** Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ ^v-19-282

**283** ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ, ^v-19-283

**284** ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε ^v-19-284

**285** στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα. ^v-19-285

**286** εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι· ^v-19-286

**287** “Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ ^v-19-287

**288** ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, ^v-19-288

**289** νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν ^v-19-289

**290** ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. ^v-19-290

**291** ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ ^v-19-291

**292** εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, ^v-19-292

**293** τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, ^v-19-293

**294** κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. ^v-19-294

**295** οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς ^v-19-295

**296** ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, ^v-19-296

**297** κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο ^v-19-297

**298** κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν ^v-19-298

**299** ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. ^v-19-299

**300** τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.” ^v-19-300

**301** ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες ^v-19-301

**302** Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν κήδεʼ ἑκάστη. ^v-19-302

**303** αὐτὸν δʼ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο ^v-19-303

**304** λισσόμενοι δειπνῆσαι· ὃ δʼ ἠρνεῖτο στεναχίζων· ^v-19-304

**305** “λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθʼ ἑταίρων, ^v-19-305

**306** μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος ^v-19-306

**307** ἄσασθαι φίλον ἦτορ, ἐπεί μʼ ἄχος αἰνὸν ἱκάνει· ^v-19-307

**308** δύντα δʼ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.” ^v-19-308

**309** ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, ^v-19-309

**310** δοιὼ δʼ Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς ^v-19-310

**311** Νέστωρ Ἰδομενεύς τε γέρων θʼ ἱππηλάτα Φοῖνιξ ^v-19-311

**312** τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ ^v-19-312

**313** τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος. ^v-19-313

**314** μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε· ^v-19-314

**315** “ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθʼ ἑταίρων ^v-19-315

**316** αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας ^v-19-316

**317** αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατʼ Ἀχαιοὶ ^v-19-317

**318** Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. ^v-19-318

**319** νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ ^v-19-319

**320** ἄκμηνον πόσιος καὶ ἐδητύος, ἔνδον ἐόντων, ^v-19-320

**321** σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι, ^v-19-321

**322** οὐδʼ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην, ^v-19-322

**323** ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει ^v-19-323

**324** χήτεϊ τοιοῦδʼ υἷος· ὃ δʼ ἀλλοδαπῷ ἐνὶ δήμῳ ^v-19-324

**325** εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω· ^v-19-325

**326** ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός, ^v-19-326

**327** εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής. ^v-19-327

**328** πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει ^v-19-328

**329** οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο ^v-19-329

**330** αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, ^v-19-330

**331** ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ ^v-19-331

**332** Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα ^v-19-332

**333** κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. ^v-19-333

**334** ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν ^v-19-334

**335** τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι ^v-19-335

**336** γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ ^v-19-336

**337** λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται.” ^v-19-337

**338** ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, ^v-19-338

**339** μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον· ^v-19-339

**340** μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, ^v-19-340

**341** αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ^v-19-341

**342** “τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος. ^v-19-342

**343** ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετʼ Ἀχιλλεύς; ^v-19-343

**344** κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων ^v-19-344

**345** ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι ^v-19-345

**346** οἴχονται μετὰ δεῖπνον, ὃ δʼ ἄκμηνος καὶ ἄπαστος. ^v-19-346

**347** ἀλλʼ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν ^v-19-347

**348** στάξον ἐνὶ στήθεσσʼ, ἵνα μή μιν λιμὸς ἵκηται.” ^v-19-348

**349** ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· ^v-19-349

**350** ἣ δʼ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ ^v-19-350

**351** οὐρανοῦ ἐκκατεπᾶλτο διʼ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ ^v-19-351

**352** αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δʼ Ἀχιλῆϊ ^v-19-352

**353** νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν ^v-19-353

**354** στάξʼ, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθʼ ἵκοιτο· ^v-19-354

**355** αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ ^v-19-355

**356** ᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων. ^v-19-356

**357** ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται ^v-19-357

**358** ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, ^v-19-358

**359** ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι ^v-19-359

**360** νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι ^v-19-360

**361** θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα. ^v-19-361

**362** αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν ^v-19-362

**363** χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν ^v-19-363

**364** ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. ^v-19-364

**365** τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε ^v-19-365

**366** λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ ^v-19-366

**367** δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνων ^v-19-367

**368** δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. ^v-19-368

**369** κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε ^v-19-369

**370** καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· ^v-19-370

**371** δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. ^v-19-371

**372** ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον ^v-19-372

**373** χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε ^v-19-373

**374** εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης. ^v-19-374

**375** ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ ^v-19-375

**376** καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι ^v-19-376

**377** σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι ^v-19-377

**378** πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν· ^v-19-378

**379** ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε ^v-19-379

**380** καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας ^v-19-380

**381** κρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν ^v-19-381

**382** ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραι ^v-19-382

**383** χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. ^v-19-383

**384** πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, ^v-19-384

**385** εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· ^v-19-385

**386** τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν. ^v-19-386

**387** ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος ^v-19-387

**388** βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν ^v-19-388

**389** πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς, ^v-19-389

**390** Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων ^v-19-390

**391** Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· ^v-19-391

**392** ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες ^v-19-392

**393** ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς ^v-19-393

**394** γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω ^v-19-394

**395** κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν ^v-19-395

**396** χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν ^v-19-396

**397** Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς ^v-19-397

**398** τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων, ^v-19-398

**399** σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· ^v-19-399

**400** “Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης ^v-19-400

**401** ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα ^v-19-401

**402** ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο, ^v-19-402

**403** μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.” ^v-19-403

**404** τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος ^v-19-404

**405** Ξάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη ^v-19-405

**406** ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν· ^v-19-406

**407** αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη· ^v-19-407

**408** “καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ· ^v-19-408

**409** ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς ^v-19-409

**410** αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. ^v-19-410

**411** οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε ^v-19-411

**412** Τρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο· ^v-19-412

**413** ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, ^v-19-413

**414** ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. ^v-19-414

**415** νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, ^v-19-415

**416** ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ ^v-19-416

**417** μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.” ^v-19-417

**418** ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν. ^v-19-418

**419** τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-19-419

**420** “Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή. ^v-19-420

**421** εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι ^v-19-421

**422** νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης ^v-19-422

**423** οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.” ^v-19-423

**424** ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους. ^v-19-424

### Livro 20

**1** ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο ^v-20-1

**2** ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί, ^v-20-2

**3** Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο· ^v-20-3

**4** Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι ^v-20-4

**5** κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἣ δʼ ἄρα πάντῃ ^v-20-5

**6** φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι. ^v-20-6

**7** οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο, ^v-20-7

**8** οὔτʼ ἄρα νυμφάων αἵ τʼ ἄλσεα καλὰ νέμονται ^v-20-8

**9** καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. ^v-20-9

**10** ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο ^v-20-10

**11** ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διὶ πατρὶ ^v-20-11

**12** Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν. ^v-20-12

**13** ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ ἐνοσίχθων ^v-20-13

**14** νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς, ^v-20-14

**15** ἷζε δʼ ἄρʼ ἐν μέσσοισι, Διὸς δʼ ἐξείρετο βουλήν· ^v-20-15

**16** “τίπτʼ αὖτʼ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας; ^v-20-16

**17** ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις; ^v-20-17

**18** τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.” ^v-20-18

**19** τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-20-19

**20** “ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν ^v-20-20

**21** ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ. ^v-20-21

**22** ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο ^v-20-22

**23** ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι ^v-20-23

**24** ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς, ^v-20-24

**25** ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου. ^v-20-25

**26** εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται ^v-20-26

**27** οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα. ^v-20-27

**28** καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες· ^v-20-28

**29** νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς ^v-20-29

**30** δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.” ^v-20-30

**31** ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε. ^v-20-31

**32** βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες· ^v-20-32

**33** Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη ^v-20-33

**34** ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης ^v-20-34

**35** Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· ^v-20-35

**36** Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων ^v-20-36

**37** χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. ^v-20-37

**38** ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ ^v-20-38

**39** Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα ^v-20-39

**40** Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη. ^v-20-40

**41** εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν, ^v-20-41

**42** τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς ^v-20-42

**43** ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς· ^v-20-43

**44** Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον ^v-20-44

**45** δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα ^v-20-45

**46** τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ. ^v-20-46

**47** αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, ^v-20-47

**48** ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη ^v-20-48

**49** στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ^v-20-49

**50** ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. ^v-20-50

**51** αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ^v-20-51

**52** ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ^v-20-52

**53** ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ. ^v-20-53

**54** ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες ^v-20-54

**55** σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· ^v-20-55

**56** δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε ^v-20-56

**57** ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε ^v-20-57

**58** γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα. ^v-20-58

**59** πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης ^v-20-59

**60** καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. ^v-20-60

**61** ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, ^v-20-61

**62** δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε ^v-20-62

**63** γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, ^v-20-63

**64** οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη ^v-20-64

**65** σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· ^v-20-65

**66** τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων. ^v-20-66

**67** ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ^v-20-67

**68** ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, ^v-20-68

**69** ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· ^v-20-69

**70** Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ ^v-20-70

**71** Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο· ^v-20-71

**72** Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, ^v-20-72

**73** ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, ^v-20-73

**74** ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. ^v-20-74

**75** ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς ^v-20-75

**76** Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον ^v-20-76

**77** Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει ^v-20-77

**78** αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. ^v-20-78

**79** Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων ^v-20-79

**80** ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· ^v-20-80

**81** υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν· ^v-20-81

**82** τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· ^v-20-82

**83** “Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ ^v-20-83

**84** ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων ^v-20-84

**85** Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;” ^v-20-85

**86** τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε· ^v-20-86

**87** “Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις ^v-20-87

**88** ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι; ^v-20-88

**89** οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος ^v-20-89

**90** στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν ^v-20-90

**91** ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι, ^v-20-91

**92** πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς ^v-20-92

**93** εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα. ^v-20-93

**94** ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης, ^v-20-94

**95** ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν ^v-20-95

**96** ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν. ^v-20-96

**97** τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι· ^v-20-97

**98** αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει. ^v-20-98

**99** καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει ^v-20-99

**100** πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ ^v-20-100

**101** ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα ^v-20-101

**102** νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.” ^v-20-102

**103** τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ^v-20-103

**104** “ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν ^v-20-104

**105** εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης ^v-20-105

**106** ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν· ^v-20-106

**107** ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος. ^v-20-107

**108** ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν ^v-20-108

**109** λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.” ^v-20-109

**110** ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, ^v-20-110

**111** βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. ^v-20-111

**112** οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην ^v-20-112

**113** ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· ^v-20-113

**114** ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε· ^v-20-114

**115** “φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη ^v-20-115

**116** ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα. ^v-20-116

**117** Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ ^v-20-117

**118** ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων. ^v-20-118

**119** ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω ^v-20-119

**120** αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ ^v-20-120

**121** παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ ^v-20-121

**122** δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι ^v-20-122

**123** ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ ^v-20-123

**124** Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα. ^v-20-124

**125** πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες ^v-20-125

**126** τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι ^v-20-126

**127** σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα ^v-20-127

**128** γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ. ^v-20-128

**129** εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς ^v-20-129

**130** δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ ^v-20-130

**131** ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.” ^v-20-131

**132** τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· ^v-20-132

**133** “Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή. ^v-20-133

**134** οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι ^v-20-134

**135** ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· ^v-20-135

**136** ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες ^v-20-136

**137** ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει. ^v-20-137

**138** εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, ^v-20-138

**139** ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι, ^v-20-139

**140** αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται ^v-20-140

**141** φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω ^v-20-141

**142** ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων ^v-20-142

**143** ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.” ^v-20-143

**144** ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης ^v-20-144

**145** τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο ^v-20-145

**146** ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ^v-20-146

**147** ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο, ^v-20-147

**148** ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ. ^v-20-148

**149** ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι, ^v-20-149

**150** ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· ^v-20-150

**151** οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης ^v-20-151

**152** ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον. ^v-20-152

**153** ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες ^v-20-153

**154** βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο ^v-20-154

**155** ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε. ^v-20-155

**156** τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ ^v-20-156

**157** ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν ^v-20-157

**158** ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι ^v-20-158

**159** ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι ^v-20-159

**160** Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς. ^v-20-160

**161** Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει ^v-20-161

**162** νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν ^v-20-162

**163** πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος. ^v-20-163

**164** Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς ^v-20-164

**165** σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν ^v-20-165

**166** ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων ^v-20-166

**167** ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν ^v-20-167

**168** δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας ^v-20-168

**169** γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ, ^v-20-169

**170** οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν ^v-20-170

**171** μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι, ^v-20-171

**172** γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ ^v-20-172

**173** ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ· ^v-20-173

**174** ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ ^v-20-174

**175** ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο. ^v-20-175

**176** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ^v-20-176

**177** τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· ^v-20-177

**178** “Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν ^v-20-178

**179** ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει ^v-20-179

**180** ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι ^v-20-180

**181** τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς, ^v-20-181

**182** οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει· ^v-20-182

**183** εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων. ^v-20-183

**184** ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων ^v-20-184

**185** καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι ^v-20-185

**186** αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν. ^v-20-186

**187** ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι. ^v-20-187

**188** ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα ^v-20-188

**189** σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι ^v-20-189

**190** καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων. ^v-20-190

**191** ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν ^v-20-191

**192** πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί, ^v-20-192

**193** ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας ^v-20-193

**194** ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι. ^v-20-194

**195** ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ ^v-20-195

**196** βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ^v-20-196

**197** ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο, ^v-20-197

**198** πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.” ^v-20-198

**199** τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε· ^v-20-199

**200** “Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς ^v-20-200

**201** ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς ^v-20-201

**202** ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι. ^v-20-202

**203** ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας ^v-20-203

**204** πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων· ^v-20-204

**205** ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς. ^v-20-205

**206** φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι, ^v-20-206

**207** μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης· ^v-20-207

**208** αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο ^v-20-208

**209** εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη· ^v-20-209

**210** τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται ^v-20-210

**211** σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν ^v-20-211

**212** ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι. ^v-20-212

**213** εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς ^v-20-213

**214** ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι· ^v-20-214

**215** Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, ^v-20-215

**216** κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ ^v-20-216

**217** ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, ^v-20-217

**218** ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης. ^v-20-218

**219** Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα, ^v-20-219

**220** ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· ^v-20-220

**221** τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο ^v-20-221

**222** θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι. ^v-20-222

**223** τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, ^v-20-223

**224** ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ· ^v-20-224

**225** αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. ^v-20-225

**226** αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ^v-20-226

**227** ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· ^v-20-227

**228** ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης, ^v-20-228

**229** ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. ^v-20-229

**230** Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· ^v-20-230

**231** Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο ^v-20-231

**232** Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, ^v-20-232

**233** ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων· ^v-20-233

**234** τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν ^v-20-234

**235** κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη. ^v-20-235

**236** Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα· ^v-20-236

**237** Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε ^v-20-237

**238** Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος· ^v-20-238

**239** Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα· ^v-20-239

**240** αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον. ^v-20-240

**241** ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. ^v-20-241

**242** Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε ^v-20-242

**243** ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων. ^v-20-243

**244** ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ^v-20-244

**245** ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. ^v-20-245

**246** ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι ^v-20-246

**247** πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο. ^v-20-247

**248** στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι ^v-20-248

**249** παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα. ^v-20-249

**250** ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις. ^v-20-250

**251** ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη ^v-20-251

**252** νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας, ^v-20-252

**253** αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο ^v-20-253

**254** νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι ^v-20-254

**255** πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει. ^v-20-255

**256** ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα ^v-20-256

**257** πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον ^v-20-257

**258** γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.” ^v-20-258

**259** ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος ^v-20-259

**260** σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. ^v-20-260

**261** Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ ^v-20-261

**262** ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος ^v-20-262

**263** ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο ^v-20-263

**264** νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν ^v-20-264

**265** ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα ^v-20-265

**266** ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν. ^v-20-266

**267** οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος ^v-20-267

**268** ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο· ^v-20-268

**269** ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς ^v-20-269

**270** ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, ^v-20-270

**271** τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο, ^v-20-271

**272** τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος. ^v-20-272

**273** δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος, ^v-20-273

**274** καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην ^v-20-274

**275** ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, ^v-20-275

**276** λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ ^v-20-276

**277** Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς. ^v-20-277

**278** Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε ^v-20-278

**279** δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ ^v-20-279

**280** ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους ^v-20-280

**281** ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν ^v-20-281

**282** ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι, ^v-20-282

**283** ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς ^v-20-283

**284** ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ ^v-20-284

**285** σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ ^v-20-285

**286** Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν, ^v-20-286

**287** οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. ^v-20-287

**288** ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ ^v-20-288

**289** ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον, ^v-20-289

**290** τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα, ^v-20-290

**291** εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων· ^v-20-291

**292** αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν· ^v-20-292

**293** “ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο, ^v-20-293

**294** ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι ^v-20-294

**295** πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο ^v-20-295

**296** νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον. ^v-20-296

**297** ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει ^v-20-297

**298** μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ ^v-20-298

**299** δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; ^v-20-299

**300** ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν, ^v-20-300

**301** μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς ^v-20-301

**302** τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι, ^v-20-302

**303** ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται ^v-20-303

**304** Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων ^v-20-304

**305** οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων. ^v-20-305

**306** ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων· ^v-20-306

**307** νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει ^v-20-307

**308** καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.” ^v-20-308

**309** τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ^v-20-309

**310** “ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον ^v-20-310

**311** Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς ^v-20-311

**312** Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα. ^v-20-312

**313** ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους ^v-20-313

**314** πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη ^v-20-314

**315** μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, ^v-20-315

**316** μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται ^v-20-316

**317** καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.” ^v-20-317

**318** αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων, ^v-20-318

**319** βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων, ^v-20-319

**320** ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς. ^v-20-320

**321** αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν ^v-20-321

**322** Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον ^v-20-322

**323** ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο· ^v-20-323

**324** καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν, ^v-20-324

**325** Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας. ^v-20-325

**326** πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων ^v-20-326

**327** Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας, ^v-20-327

**328** ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο, ^v-20-328

**329** ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο. ^v-20-329

**330** τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων, ^v-20-330

**331** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-20-331

**332** “Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει ^v-20-332

**333** ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι, ^v-20-333

**334** ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν; ^v-20-334

**335** ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ, ^v-20-335

**336** μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι. ^v-20-336

**337** αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ, ^v-20-337

**338** θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι· ^v-20-338

**339** οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.” ^v-20-339

**340** ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα. ^v-20-340

**341** αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν ^v-20-341

**342** θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν, ^v-20-342

**343** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-20-343

**344** “ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ^v-20-344

**345** ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα ^v-20-345

**346** λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων. ^v-20-346

**347** ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν ^v-20-347

**348** ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι. ^v-20-348

**349** ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι ^v-20-349

**350** ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο. ^v-20-350

**351** ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας ^v-20-351

**352** τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.” ^v-20-352

**353** ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ· ^v-20-353

**354** “μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί, ^v-20-354

**355** ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. ^v-20-355

**356** ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι ^v-20-356

**357** τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι· ^v-20-357

**358** οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη ^v-20-358

**359** τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο· ^v-20-359

**360** ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε ^v-20-360

**361** καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν, ^v-20-361

**362** ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω ^v-20-362

**363** Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.” ^v-20-363

**364** ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ ^v-20-364

**365** κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος· ^v-20-365

**366** “Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα. ^v-20-366

**367** καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην, ^v-20-367

**368** ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν. ^v-20-368

**369** οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει, ^v-20-369

**370** ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει. ^v-20-370

**371** τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, ^v-20-371

**372** εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.” ^v-20-372

**373** ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν ^v-20-373

**374** Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή. ^v-20-374

**375** καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων· ^v-20-375

**376** “Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε, ^v-20-376

**377** ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο, ^v-20-377

**378** μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.” ^v-20-378

**379** ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν ^v-20-379

**380** ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος. ^v-20-380

**381** ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν ^v-20-381

**382** σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα ^v-20-382

**383** ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν, ^v-20-383

**384** ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ ^v-20-384

**385** Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ· ^v-20-385

**386** τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς ^v-20-386

**387** μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη, ^v-20-387

**388** δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς· ^v-20-388

**389** “κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν· ^v-20-389

**390** ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ ^v-20-390

**391** Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν ^v-20-391

**392** Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.” ^v-20-392

**393** ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε. ^v-20-393

**394** τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο ^v-20-394

**395** πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα ^v-20-395

**396** ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν ^v-20-396

**397** νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου. ^v-20-397

**398** οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς ^v-20-398

**399** αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ ^v-20-399

**400** ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. ^v-20-400

**401** Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα ^v-20-401

**402** πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί. ^v-20-402

**403** αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ^v-20-403

**404** ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα ^v-20-404

**405** κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων· ^v-20-405

**406** ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ· ^v-20-406

**407** αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον ^v-20-407

**408** Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι, ^v-20-408

**409** οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο, ^v-20-409

**410** καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα ^v-20-410

**411** δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων ^v-20-411

**412** θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. ^v-20-412

**413** τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς ^v-20-413

**414** νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες ^v-20-414

**415** χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ· ^v-20-415

**416** ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή, ^v-20-416

**417** γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε ^v-20-417

**418** κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς. ^v-20-418

**419** Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον ^v-20-419

**420** ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη ^v-20-420

**421** κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη ^v-20-421

**422** δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ ^v-20-422

**423** ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς ^v-20-423

**424** ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα· ^v-20-424

**425** “ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν, ^v-20-425

**426** ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν ^v-20-426

**427** ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.” ^v-20-427

**428** ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον· ^v-20-428

**429** “ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.” ^v-20-429

**430** τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ· ^v-20-430

**431** “Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς ^v-20-431

**432** ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς ^v-20-432

**433** ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι. ^v-20-433

**434** οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων. ^v-20-434

**435** ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, ^v-20-435

**436** αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι ^v-20-436

**437** δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.” ^v-20-437

**438** ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη ^v-20-438

**439** πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο ^v-20-439

**440** ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον, ^v-20-440

**441** αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς ^v-20-441

**442** ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων, ^v-20-442

**443** σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων ^v-20-443

**444** ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ. ^v-20-444

**445** τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς ^v-20-445

**446** ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν. ^v-20-446

**447** ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ^v-20-447

**448** δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· ^v-20-448

**449** “ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι ^v-20-449

**450** ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων, ^v-20-450

**451** ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. ^v-20-451

**452** ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, ^v-20-452

**453** εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. ^v-20-453

**454** νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.” ^v-20-454

**455** ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι· ^v-20-455

**456** ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε, ^v-20-456

**457** Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε ^v-20-457

**458** κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα ^v-20-458

**459** οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν· ^v-20-459

**460** αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος ^v-20-460

**461** ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε, ^v-20-461

**462** τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας. ^v-20-462

**463** Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων, ^v-20-463

**464** εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη ^v-20-464

**465** μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, ^v-20-465

**466** νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν· ^v-20-466

**467** οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων, ^v-20-467

**468** ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων ^v-20-468

**469** ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ· ^v-20-469

**470** ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ ^v-20-470

**471** κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε ^v-20-471

**472** θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς ^v-20-472

**473** δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο ^v-20-473

**474** αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον ^v-20-474

**475** μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, ^v-20-475

**476** πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε ^v-20-476

**477** ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. ^v-20-477

**478** Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες ^v-20-478

**479** ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν ^v-20-479

**480** αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς ^v-20-480

**481** πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας ^v-20-481

**482** τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε ^v-20-482

**483** σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς. ^v-20-483

**484** αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν ^v-20-484

**485** Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει· ^v-20-485

**486** τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός, ^v-20-486

**487** ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα ^v-20-487

**488** ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ ^v-20-488

**489** νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι. ^v-20-489

**490** ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ ^v-20-490

**491** οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη, ^v-20-491

**492** πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει, ^v-20-492

**493** ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος ^v-20-493

**494** κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. ^v-20-494

**495** ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους ^v-20-495

**496** τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ^v-20-496

**497** ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων, ^v-20-497

**498** ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι ^v-20-498

**499** στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων ^v-20-499

**500** νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, ^v-20-500

**501** ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον ^v-20-501

**502** αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι ^v-20-502

**503** Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. ^v-20-503

### Livro 21

**1** ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο ^v-21-1

**2** Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ^v-21-2

**3** ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε ^v-21-3

**4** πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο ^v-21-4

**5** ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ· ^v-21-5

**6** τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη ^v-21-6

**7** πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ ^v-21-7

**8** ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην, ^v-21-8

**9** ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα, ^v-21-9

**10** ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ ^v-21-10

**11** ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας. ^v-21-11

**12** ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται ^v-21-12

**13** φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ ^v-21-13

**14** ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ· ^v-21-14

**15** ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος ^v-21-15

**16** πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν. ^v-21-16

**17** αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ ^v-21-17

**18** κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος ^v-21-18

**19** φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα, ^v-21-19

**20** τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς ^v-21-20

**21** ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ. ^v-21-21

**22** ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι ^v-21-22

**23** φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου ^v-21-23

**24** δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν· ^v-21-24

**25** ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα ^v-21-25

**26** πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων, ^v-21-26

**27** ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους ^v-21-27

**28** ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος· ^v-21-28

**29** τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς, ^v-21-29

**30** δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι, ^v-21-30

**31** τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι, ^v-21-31

**32** δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. ^v-21-32

**33** αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων. ^v-21-33

**34** ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο ^v-21-34

**35** ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς ^v-21-35

**36** ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα ^v-21-36

**37** ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ ^v-21-37

**38** τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν· ^v-21-38

**39** τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς. ^v-21-39

**40** καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε ^v-21-40

**41** νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε· ^v-21-41

**42** κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν ^v-21-42

**43** Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην· ^v-21-43

**44** ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα. ^v-21-44

**45** ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν ^v-21-45

**46** ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις ^v-21-46

**47** χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε ^v-21-47

**48** πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι. ^v-21-48

**49** τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς ^v-21-49

**50** γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος, ^v-21-50

**51** ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς ^v-21-51

**52** φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα· ^v-21-52

**53** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-21-53

**54** “ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ^v-21-54

**55** ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον ^v-21-55

**56** αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος, ^v-21-56

**57** οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ ^v-21-57

**58** Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε ^v-21-58

**59** πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει. ^v-21-59

**60** ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο ^v-21-60

**61** γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω ^v-21-61

**62** ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει ^v-21-62

**63** γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.” ^v-21-63

**64** ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς ^v-21-64

**65** γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ ^v-21-65

**66** ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. ^v-21-66

**67** ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς ^v-21-67

**68** οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων ^v-21-68

**69** κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ ^v-21-69

**70** ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο. ^v-21-70

**71** αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων, ^v-21-71

**72** τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει· ^v-21-72

**73** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-21-73

**74** “γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· ^v-21-74

**75** ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο· ^v-21-75

**76** πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν ^v-21-76

**77** ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ, ^v-21-77

**78** καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε ^v-21-78

**79** Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον. ^v-21-79

**80** νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν ^v-21-80

**81** ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα ^v-21-81

**82** πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε ^v-21-82

**83** μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί, ^v-21-83

**84** ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ ^v-21-84

**85** γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος ^v-21-85

**86** Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει ^v-21-86

**87** Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι. ^v-21-87

**88** τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας· ^v-21-88

**89** τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις, ^v-21-89

**90** ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας ^v-21-90

**91** ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί· ^v-21-91

**92** νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω ^v-21-92

**93** σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων. ^v-21-93

**94** ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· ^v-21-94

**95** μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, ^v-21-95

**96** ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.” ^v-21-96

**97** ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς ^v-21-97

**98** λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε· ^v-21-98

**99** “νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε· ^v-21-99

**100** πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ ^v-21-100

**101** τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν ^v-21-101

**102** Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα· ^v-21-102

**103** νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε ^v-21-103

**104** Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι ^v-21-104

**105** καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων. ^v-21-105

**106** ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως; ^v-21-106

**107** κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων. ^v-21-107

**108** οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε; ^v-21-108

**109** πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ· ^v-21-109

**110** ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή· ^v-21-110

**111** ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ ^v-21-111

**112** ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται ^v-21-112

**113** ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.” ^v-21-113

**114** ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· ^v-21-114

**115** ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας ^v-21-115

**116** ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ ^v-21-116

**117** τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω ^v-21-117

**118** δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ ^v-21-118

**119** κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. ^v-21-119

**120** τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι, ^v-21-120

**121** καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν· ^v-21-121

**122** “ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν ^v-21-122

**123** αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ ^v-21-123

**124** ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος ^v-21-124

**125** οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον· ^v-21-125

**126** θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει ^v-21-126

**127** ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν. ^v-21-127

**128** φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς ^v-21-128

**129** ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων. ^v-21-129

**130** οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης ^v-21-130

**131** ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους, ^v-21-131

**132** ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους. ^v-21-132

**133** ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες ^v-21-133

**134** τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν, ^v-21-134

**135** οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.” ^v-21-135

**136** ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον, ^v-21-136

**137** ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο ^v-21-137

**138** δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. ^v-21-138

**139** τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος ^v-21-139

**140** Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων ^v-21-140

**141** υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος ^v-21-141

**142** γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν ^v-21-142

**143** πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης. ^v-21-143

**144** τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο ^v-21-144

**145** ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε ^v-21-145

**146** Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, ^v-21-146

**147** τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν. ^v-21-147

**148** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ^v-21-148

**149** τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· ^v-21-149

**150** “τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν; ^v-21-150

**151** δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.” ^v-21-151

**152** τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός· ^v-21-152

**153** “Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις; ^v-21-153

**154** εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης ^v-21-154

**155** Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν ^v-21-155

**156** ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα. ^v-21-156

**157** αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος ^v-21-157

**158** Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, ^v-21-158

**159** ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι ^v-21-159

**160** γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.” ^v-21-160

**161** ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς ^v-21-161

**162** Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς ^v-21-162

**163** ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν. ^v-21-163

**164** καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ ^v-21-164

**165** ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο· ^v-21-165

**166** τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς ^v-21-166

**167** δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ ^v-21-167

**168** γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι. ^v-21-168

**169** δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα ^v-21-169

**170** Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων. ^v-21-170

**171** καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην, ^v-21-171

**172** μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος. ^v-21-172

**173** Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ^v-21-173

**174** ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος ^v-21-174

**175** οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ. ^v-21-175

**176** τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων, ^v-21-176

**177** τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ ^v-21-177

**178** ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, ^v-21-178

**179** ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα. ^v-21-179

**180** γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι ^v-21-180

**181** χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν ^v-21-181

**182** ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας ^v-21-182

**183** τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· ^v-21-183

**184** “κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος ^v-21-184

**185** παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι. ^v-21-185

**186** φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, ^v-21-186

**187** αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. ^v-21-187

**188** τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι ^v-21-188

**189** Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν. ^v-21-189

**190** τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, ^v-21-190

**191** κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. ^v-21-191

**192** καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι ^v-21-192

**193** χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι, ^v-21-193

**194** τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, ^v-21-194

**195** οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ^v-21-195

**196** ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα ^v-21-196

**197** καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν· ^v-21-197

**198** ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν ^v-21-198

**199** δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.” ^v-21-199

**200** ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος, ^v-21-200

**201** τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, ^v-21-201

**202** κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ. ^v-21-202

**203** τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο ^v-21-203

**204** δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες· ^v-21-204

**205** αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς, ^v-21-205

**206** οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα, ^v-21-206

**207** ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ ^v-21-207

**208** χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα. ^v-21-208

**209** ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε ^v-21-209

**210** Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην· ^v-21-210

**211** καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς, ^v-21-211

**212** εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης ^v-21-212

**213** ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης· ^v-21-213

**214** “ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις ^v-21-214

**215** ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί. ^v-21-215

**216** εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι, ^v-21-216

**217** ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε· ^v-21-217

**218** πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, ^v-21-218

**219** οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν ^v-21-219

**220** στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως. ^v-21-220

**221** ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.” ^v-21-221

**222** τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-21-222

**223** “ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις. ^v-21-223

**224** Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, ^v-21-224

**225** πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι ^v-21-225

**226** ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.” ^v-21-226

**227** ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος· ^v-21-227

**228** καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης· ^v-21-228

**229** “ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς ^v-21-229

**230** εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε ^v-21-230

**231** Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ ^v-21-231

**232** δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.” ^v-21-232

**233** ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ ^v-21-233

**234** κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων, ^v-21-234

**235** πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς ^v-21-235

**236** πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς ^v-21-236

**237** τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος ^v-21-237

**238** χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, ^v-21-238

**239** κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι. ^v-21-239

**240** δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ^v-21-240

**241** ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν ^v-21-241

**242** εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν ^v-21-242

**243** εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα ^v-21-243

**244** κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα ^v-21-244

**245** ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν ^v-21-245

**246** εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας ^v-21-246

**247** ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι ^v-21-247

**248** δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ ^v-21-248

**249** ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο ^v-21-249

**250** δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. ^v-21-250

**251** Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή, ^v-21-251

**252** αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος, ^v-21-252

**253** ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν· ^v-21-253

**254** τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς ^v-21-254

**255** σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς ^v-21-255

**256** φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ. ^v-21-256

**257** ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου ^v-21-257

**258** ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ ^v-21-258

**259** χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· ^v-21-259

**260** τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι ^v-21-260

**261** ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει ^v-21-261

**262** χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα· ^v-21-262

**263** ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο ^v-21-263

**264** καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν. ^v-21-264

**265** ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς ^v-21-265

**266** στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες ^v-21-266

**267** ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, ^v-21-267

**268** τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο ^v-21-268

**269** πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα ^v-21-269

**270** θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα ^v-21-270

**271** λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν. ^v-21-271

**272** Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· ^v-21-272

**273** “Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη ^v-21-273

**274** ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι. ^v-21-274

**275** ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων, ^v-21-275

**276** ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν· ^v-21-276

**277** ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων ^v-21-277

**278** λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν. ^v-21-278

**279** ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος· ^v-21-279

**280** τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε· ^v-21-280

**281** νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι ^v-21-281

**282** ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν, ^v-21-282

**283** ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.” ^v-21-283

**284** ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη ^v-21-284

**285** στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην, ^v-21-285

**286** χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι. ^v-21-286

**287** τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· ^v-21-287

**288** “Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει· ^v-21-288

**289** τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν ^v-21-289

**290** Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη· ^v-21-290

**291** ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν, ^v-21-291

**292** ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός· ^v-21-292

**293** αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι· ^v-21-293

**294** μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο ^v-21-294

**295** πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι ^v-21-295

**296** Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας ^v-21-296

**297** ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.” ^v-21-297

**298** τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην· ^v-21-298

**299** αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, ^v-21-299

**300** ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο, ^v-21-300

**301** πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν ^v-21-301

**302** πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα ^v-21-302

**303** πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν ^v-21-303

**304** εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη. ^v-21-304

**305** οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον ^v-21-305

**306** χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο ^v-21-306

**307** ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας· ^v-21-307

**308** “φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ ^v-21-308

**309** σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος ^v-21-309

**310** ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν. ^v-21-310

**311** ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα ^v-21-311

**312** ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους, ^v-21-312

**313** ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε ^v-21-313

**314** φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα ^v-21-314

**315** ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι. ^v-21-315

**316** φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος ^v-21-316

**317** οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης ^v-21-317

**318** κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν ^v-21-318

**319** εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας ^v-21-319

**320** μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ ^v-21-320

**321** ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. ^v-21-321

**322** αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ ^v-21-322

**323** ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.” ^v-21-323

**324** ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων ^v-21-324

**325** μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι. ^v-21-325

**326** πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο ^v-21-326

**327** ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα· ^v-21-327

**328** Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ ^v-21-328

**329** μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης, ^v-21-329

**330** αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· ^v-21-330

**331** “ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ ^v-21-331

**332** Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι· ^v-21-332

**333** ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν. ^v-21-333

**334** αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο ^v-21-334

**335** εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, ^v-21-335

**336** ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι ^v-21-336

**337** φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας ^v-21-337

**338** δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν ^v-21-338

**339** μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ· ^v-21-339

**340** μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ ^v-21-340

**341** φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.” ^v-21-341

**342** ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ. ^v-21-342

**343** πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς ^v-21-343

**344** πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς· ^v-21-344

**345** πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ. ^v-21-345

**346** ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν ^v-21-346

**347** αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ· ^v-21-347

**348** ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς ^v-21-348

**349** κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν. ^v-21-349

**350** καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, ^v-21-350

**351** καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον, ^v-21-351

**352** τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει· ^v-21-352

**353** τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας, ^v-21-353

**354** οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα ^v-21-354

**355** πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. ^v-21-355

**356** καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ^v-21-356

**357** “Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν, ^v-21-357

**358** οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην. ^v-21-358

**359** λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς ^v-21-359

**360** ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;” ^v-21-360

**361** φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα. ^v-21-361

**362** ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ ^v-21-362

**363** κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο ^v-21-363

**364** πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, ^v-21-364

**365** ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ· ^v-21-365

**366** οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ ^v-21-366

**367** Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην ^v-21-367

**368** πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-21-368

**369** “Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν ^v-21-369

**370** ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι ^v-21-370

**371** ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί. ^v-21-371

**372** ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις, ^v-21-372

**373** παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι, ^v-21-373

**374** μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, ^v-21-374

**375** μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται ^v-21-375

**376** καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.” ^v-21-376

**377** αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη, ^v-21-377

**378** αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· ^v-21-378

**379** “Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν ^v-21-379

**380** ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.” ^v-21-380

**381** ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ, ^v-21-381

**382** ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα. ^v-21-382

**383** αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα ^v-21-383

**384** παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ· ^v-21-384

**385** ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα ^v-21-385

**386** ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο· ^v-21-386

**387** σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών, ^v-21-387

**388** ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς ^v-21-388

**389** ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ ^v-21-389

**390** γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας. ^v-21-390

**391** ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης ^v-21-391

**392** ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε ^v-21-392

**393** χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· ^v-21-393

**394** “τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις ^v-21-394

**395** θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν; ^v-21-395

**396** ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας ^v-21-396

**397** οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα ^v-21-397

**398** ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας; ^v-21-398

**399** τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.” ^v-21-399

**400** ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν ^v-21-400

**401** σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός· ^v-21-401

**402** τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ. ^v-21-402

**403** ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ ^v-21-403

**404** κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε, ^v-21-404

**405** τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης· ^v-21-405

**406** τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα. ^v-21-406

**407** ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας, ^v-21-407

**408** τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη, ^v-21-408

**409** καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα· ^v-21-409

**410** “νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων ^v-21-410

**411** εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις. ^v-21-411

**412** οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις, ^v-21-412

**413** ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς ^v-21-413

**414** κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.” ^v-21-414

**415** ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ· ^v-21-415

**416** τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη ^v-21-416

**417** πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν. ^v-21-417

**418** τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη, ^v-21-418

**419** αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ^v-21-419

**420** “ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη ^v-21-420

**421** καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα ^v-21-421

**422** δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.” ^v-21-422

**423** ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ, ^v-21-423

**424** καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ ^v-21-424

**425** ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. ^v-21-425

**426** τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ, ^v-21-426

**427** ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε· ^v-21-427

**428** “τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ ^v-21-428

**429** εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν, ^v-21-429

**430** ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη ^v-21-430

**431** ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα· ^v-21-431

**432** τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο ^v-21-432

**433** Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.” ^v-21-433

**434** ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη. ^v-21-434

**435** αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων· ^v-21-435

**436** “Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν ^v-21-436

**437** ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ ^v-21-437

**438** ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ. ^v-21-438

**439** ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε ^v-21-439

**440** καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. ^v-21-440

**441** νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ ^v-21-441

**442** μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ ^v-21-442

**443** μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι ^v-21-443

**444** πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν ^v-21-444

**445** μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν. ^v-21-445

**446** ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα ^v-21-446

**447** εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη· ^v-21-447

**448** Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες ^v-21-448

**449** Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. ^v-21-449

**450** ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι ^v-21-450

**451** ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα ^v-21-451

**452** Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε. ^v-21-452

**453** σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε ^v-21-453

**454** δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων· ^v-21-454

**455** στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ. ^v-21-455

**456** νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ ^v-21-456

**457** μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε. ^v-21-457

**458** τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων ^v-21-458

**459** πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται ^v-21-459

**460** πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι” ^v-21-460

**461** τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· ^v-21-461

**462** “ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο ^v-21-462

**463** ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω ^v-21-463

**464** δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε ^v-21-464

**465** ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες, ^v-21-465

**466** ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα ^v-21-466

**467** παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.” ^v-21-467

**468** ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα ^v-21-468

**469** πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι. ^v-21-469

**470** τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν ^v-21-470

**471** Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον· ^v-21-471

**472** “φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην ^v-21-472

**473** πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας· ^v-21-473

**474** νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως; ^v-21-474

**475** μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω ^v-21-475

**476** εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν, ^v-21-476

**477** ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.” ^v-21-477

**478** ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων, ^v-21-478

**479** ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις ^v-21-479

**480** νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι· ^v-21-480

**481** “πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο ^v-21-481

**482** στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι ^v-21-482

**483** τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ ^v-21-483

**484** Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα. ^v-21-484

**485** ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν ^v-21-485

**486** ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι. ^v-21-486

**487** εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς ^v-21-487

**488** ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.” ^v-21-488

**489** ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε ^v-21-489

**490** σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα, ^v-21-490

**491** αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα ^v-21-491

**492** ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί. ^v-21-492

**493** δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια, ^v-21-493

**494** ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην ^v-21-494

**495** χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν· ^v-21-495

**496** ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα. ^v-21-496

**497** Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης· ^v-21-497

**498** “Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ ^v-21-498

**499** πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο· ^v-21-499

**500** ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν ^v-21-500

**501** εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.” ^v-21-501

**502** ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα ^v-21-502

**503** πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης. ^v-21-503

**504** ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· ^v-21-504

**505** ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, ^v-21-505

**506** δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, ^v-21-506

**507** ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ ^v-21-507

**508** εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας· ^v-21-508

**509** “τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων ^v-21-509

**510** μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;” ^v-21-510

**511** τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή· ^v-21-511

**512** “σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη, ^v-21-512

**513** ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.” ^v-21-513

**514** ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· ^v-21-514

**515** “αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· ^v-21-515

**516** μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος ^v-21-516

**517** μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ. ^v-21-517

**518** οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, ^v-21-518

**519** οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες· ^v-21-519

**520** κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς ^v-21-520

**521** Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους. ^v-21-521

**522** ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται ^v-21-522

**523** ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε, ^v-21-523

**524** πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν, ^v-21-524

**525** ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν. ^v-21-525

**526** ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου, ^v-21-526

**527** ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ ^v-21-527

**528** Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ ^v-21-528

**529** γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε ^v-21-529

**530** ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς· ^v-21-530

**531** “πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ ^v-21-531

**532** ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς ^v-21-532

**533** ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι. ^v-21-533

**534** αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, ^v-21-534

**535** αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας· ^v-21-535

**536** δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.”” ^v-21-536

**537** ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας· ^v-21-537

**538** αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων ^v-21-538

**539** ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι. ^v-21-539

**540** οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο ^v-21-540

**541** δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο ^v-21-541

**542** φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ ^v-21-542

**543** αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι. ^v-21-543

**544** ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, ^v-21-544

**545** εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε ^v-21-545

**546** φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε. ^v-21-546

**547** ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς ^v-21-547

**548** ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι ^v-21-548

**549** φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ. ^v-21-549

**550** αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον ^v-21-550

**551** ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι· ^v-21-551

**552** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-21-552

**553** “ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος ^v-21-553

**554** φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, ^v-21-554

**555** αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει. ^v-21-555

**556** εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω ^v-21-556

**557** Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ ^v-21-557

**558** φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι ^v-21-558

**559** Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω· ^v-21-559

**560** ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο ^v-21-560

**561** ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην· ^v-21-561

**562** ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; ^v-21-562

**563** μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ ^v-21-563

**564** καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν. ^v-21-564

**565** οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· ^v-21-565

**566** λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων. ^v-21-566

**567** εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω· ^v-21-567

**568** καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ^v-21-568

**569** ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι ^v-21-569

**570** ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.” ^v-21-570

**571** ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ ^v-21-571

**572** ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι. ^v-21-572

**573** ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο ^v-21-573

**574** ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ ^v-21-574

**575** ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· ^v-21-575

**576** εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, ^v-21-576

**577** ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει ^v-21-577

**578** ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· ^v-21-578

**579** ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ ^v-21-579

**580** οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος. ^v-21-580

**581** ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην, ^v-21-581

**582** ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει· ^v-21-582

**583** “ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ ^v-21-583

**584** ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων ^v-21-584

**585** νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ. ^v-21-585

**586** ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν, ^v-21-586

**587** οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν ^v-21-587

**588** Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις ^v-21-588

**589** ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.” ^v-21-589

**590** ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, ^v-21-590

**591** καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν. ^v-21-591

**592** ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο ^v-21-592

**593** σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε ^v-21-593

**594** βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα. ^v-21-594

**595** Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο ^v-21-595

**596** δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, ^v-21-596

**597** ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, ^v-21-597

**598** ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι. ^v-21-598

**599** αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ· ^v-21-599

**600** αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς ^v-21-600

**601** ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν· ^v-21-601

**602** εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο ^v-21-602

**603** τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον ^v-21-603

**604** τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων ^v-21-604

**605** ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι· ^v-21-605

**606** τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ ^v-21-606

**607** ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων. ^v-21-607

**608** οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς ^v-21-608

**609** μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι ^v-21-609

**610** ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο ^v-21-610

**611** ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι. ^v-21-611

### Livro 22

**1** ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ ^v-22-1

**2** ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν ^v-22-2

**3** κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ ^v-22-3

**4** τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες. ^v-22-4

**5** Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν ^v-22-5

**6** Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. ^v-22-6

**7** αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· ^v-22-7

**8** “τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις ^v-22-8

**9** αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με ^v-22-9

**10** ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις. ^v-22-10

**11** ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, ^v-22-11

**12** οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. ^v-22-12

**13** οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.” ^v-22-13

**14** τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-22-14

**15** “ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων ^v-22-15

**16** ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ ^v-22-16

**17** γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι. ^v-22-17

**18** νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας ^v-22-18

**19** ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω. ^v-22-19

**20** ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.” ^v-22-20

**21** ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, ^v-22-21

**22** σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, ^v-22-22

**23** ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο· ^v-22-23

**24** ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα. ^v-22-24

**25** τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι ^v-22-25

**26** παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο, ^v-22-26

**27** ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ ^v-22-27

**28** φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ, ^v-22-28

**29** ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι. ^v-22-29

**30** λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, ^v-22-30

**31** καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· ^v-22-31

**32** ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. ^v-22-32

**33** ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν ^v-22-33

**34** ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει ^v-22-34

**35** λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων ^v-22-35

**36** ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι· ^v-22-36

**37** τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς· ^v-22-37

**38** “Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον ^v-22-38

**39** οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς ^v-22-39

**40** Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι ^v-22-40

**41** σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο ^v-22-41

**42** ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν ^v-22-42

**43** κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι· ^v-22-43

**44** ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε ^v-22-44

**45** κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων. ^v-22-45

**46** καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον ^v-22-46

**47** οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων, ^v-22-47

**48** τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν. ^v-22-48

**49** ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα ^v-22-49

**50** χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον· ^v-22-50

**51** πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. ^v-22-51

**52** εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, ^v-22-52

**53** ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα· ^v-22-53

**54** λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος ^v-22-54

**55** ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς. ^v-22-55

**56** ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς ^v-22-56

**57** Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς ^v-22-57

**58** Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. ^v-22-58

**59** πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον ^v-22-59

**60** δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ ^v-22-60

**61** αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα ^v-22-61

**62** υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας, ^v-22-62

**63** καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα ^v-22-63

**64** βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι, ^v-22-64

**65** ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. ^v-22-65

**66** αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν ^v-22-66

**67** ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ ^v-22-67

**68** τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται, ^v-22-68

**69** οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς, ^v-22-69

**70** οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ ^v-22-70

**71** κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν ^v-22-71

**72** ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ ^v-22-72

**73** κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ· ^v-22-73

**74** ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον ^v-22-74

**75** αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος, ^v-22-75

**76** τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.” ^v-22-76

**77** ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ ^v-22-77

**78** τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε. ^v-22-78

**79** μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα ^v-22-79

**80** κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε· ^v-22-80

**81** καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα· ^v-22-81

**82** “Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον ^v-22-82

**83** αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· ^v-22-83

**84** τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα ^v-22-84

**85** τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ ^v-22-85

**86** σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε ^v-22-86

**87** κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή, ^v-22-87

**88** οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν ^v-22-88

**89** Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.” ^v-22-89

**90** ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν ^v-22-90

**91** πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον, ^v-22-91

**92** ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα. ^v-22-92

**93** ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι ^v-22-93

**94** βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός, ^v-22-94

**95** σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ· ^v-22-95

**96** ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει ^v-22-96

**97** πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας· ^v-22-97

**98** ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ^v-22-98

**99** “ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω, ^v-22-99

**100** Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, ^v-22-100

**101** ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι ^v-22-101

**102** νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς. ^v-22-102

**103** ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν. ^v-22-103

**104** νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, ^v-22-104

**105** αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, ^v-22-105

**106** μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο· ^v-22-106

**107** “Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.” ^v-22-107

**108** ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη ^v-22-108

**109** ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, ^v-22-109

**110** ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος. ^v-22-110

**111** εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν ^v-22-111

**112** καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας ^v-22-112

**113** αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω ^v-22-113

**114** καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ, ^v-22-114

**115** πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ^v-22-115

**116** ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή, ^v-22-116

**117** δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς ^v-22-117

**118** ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε· ^v-22-118

**119** Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι ^v-22-119

**120** μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι ^v-22-120

**121** κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει· ^v-22-121

**122** ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; ^v-22-122

**123** μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει ^v-22-123

**124** οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα ^v-22-124

**125** αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω. ^v-22-125

**126** οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης ^v-22-126

**127** τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε ^v-22-127

**128** παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν. ^v-22-128

**129** βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα· ^v-22-129

**130** εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.” ^v-22-130

**131** ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς ^v-22-131

**132** ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ ^v-22-132

**133** σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον ^v-22-133

**134** δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ ^v-22-134

**135** ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος. ^v-22-135

**136** Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη ^v-22-136

**137** αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς· ^v-22-137

**138** Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς. ^v-22-138

**139** ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν ^v-22-139

**140** ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, ^v-22-140

**141** ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς ^v-22-141

**142** ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει· ^v-22-142

**143** ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ ^v-22-143

**144** τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα. ^v-22-144

**145** οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα ^v-22-145

**146** τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο, ^v-22-146

**147** κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ ^v-22-147

**148** δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. ^v-22-148

**149** ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς ^v-22-149

**150** γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο· ^v-22-150

**151** ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, ^v-22-151

**152** ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ. ^v-22-152

**153** ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι ^v-22-153

**154** καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα ^v-22-154

**155** πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες ^v-22-155

**156** τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν. ^v-22-156

**157** τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων· ^v-22-157

**158** πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων ^v-22-158

**159** καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην ^v-22-159

**160** ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, ^v-22-160

**161** ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο. ^v-22-161

**162** ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι ^v-22-162

**163** ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον ^v-22-163

**164** ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος· ^v-22-164

**165** ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην ^v-22-165

**166** καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο· ^v-22-166

**167** τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· ^v-22-167

**168** “ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος ^v-22-168

**169** ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ ^v-22-169

**170** Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν ^v-22-170

**171** Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε ^v-22-171

**172** ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς ^v-22-172

**173** ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει. ^v-22-173

**174** ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε ^v-22-174

**175** ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη ^v-22-175

**176** Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.” ^v-22-176

**177** τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-22-177

**178** “ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες· ^v-22-178

**179** ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ ^v-22-179

**180** ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ^v-22-180

**181** ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.” ^v-22-181

**182** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-22-182

**183** “θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ ^v-22-183

**184** πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι· ^v-22-184

**185** ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.” ^v-22-185

**186** ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· ^v-22-186

**187** βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. ^v-22-187

**188** Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς. ^v-22-188

**189** ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται ^v-22-189

**190** ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας· ^v-22-190

**191** τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, ^v-22-191

**192** ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ· ^v-22-192

**193** ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα. ^v-22-193

**194** ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων ^v-22-194

**195** ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους, ^v-22-195

**196** εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι, ^v-22-196

**197** τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς ^v-22-197

**198** πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί. ^v-22-198

**199** ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν· ^v-22-199

**200** οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν· ^v-22-200

**201** ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι. ^v-22-201

**202** πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, ^v-22-202

**203** εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων ^v-22-203

**204** ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα; ^v-22-204

**205** λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, ^v-22-205

**206** οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, ^v-22-206

**207** μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι. ^v-22-207

**208** ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο, ^v-22-208

**209** καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, ^v-22-209

**210** ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, ^v-22-210

**211** τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο, ^v-22-211

**212** ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ, ^v-22-212

**213** ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων. ^v-22-213

**214** Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη, ^v-22-214

**215** ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ^v-22-215

**216** “νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ ^v-22-216

**217** οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας ^v-22-217

**218** Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα. ^v-22-218

**219** οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι, ^v-22-219

**220** οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων ^v-22-220

**221** προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο. ^v-22-221

**222** ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι ^v-22-222

**223** οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.” ^v-22-223

**224** ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ, ^v-22-224

**225** στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. ^v-22-225

**226** ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον ^v-22-226

**227** Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν· ^v-22-227

**228** ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ^v-22-228

**229** “ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς ^v-22-229

**230** ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων· ^v-22-230

**231** ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.” ^v-22-231

**232** τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· ^v-22-232

**233** “Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα ^v-22-233

**234** γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας· ^v-22-234

**235** νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, ^v-22-235

**236** ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι, ^v-22-236

**237** τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι.” ^v-22-237

**238** τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ^v-22-238

**239** “ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ ^v-22-239

**240** λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι, ^v-22-240

**241** αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες· ^v-22-241

**242** ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ. ^v-22-242

**243** νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων ^v-22-243

**244** ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς ^v-22-244

**245** νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται ^v-22-245

**246** νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ.” ^v-22-246

**247** ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη· ^v-22-247

**248** οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ^v-22-248

**249** τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· ^v-22-249

**250** “οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ ^v-22-250

**251** τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην ^v-22-251

**252** μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε ^v-22-252

**253** στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην. ^v-22-253

**254** ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι ^v-22-254

**255** μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων· ^v-22-255

**256** οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς ^v-22-256

**257** δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι· ^v-22-257

**258** ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ ^v-22-258

**259** νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν.” ^v-22-259

**260** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-22-260

**261** “Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε· ^v-22-261

**262** ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, ^v-22-262

**263** οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, ^v-22-263

**264** ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν, ^v-22-264

**265** ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν ^v-22-265

**266** ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα ^v-22-266

**267** αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. ^v-22-267

**268** παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ ^v-22-268

**269** αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. ^v-22-269

**270** οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ^v-22-270

**271** ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις ^v-22-271

**272** κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.” ^v-22-272

**273** ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος· ^v-22-273

**274** καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ· ^v-22-274

**275** ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, ^v-22-275

**276** ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη, ^v-22-276

**277** ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν. ^v-22-277

**278** Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα· ^v-22-278

**279** “ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ ^v-22-279

**280** ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε· ^v-22-280

**281** ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, ^v-22-281

**282** ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι. ^v-22-282

**283** οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις, ^v-22-283

**284** ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον ^v-22-284

**285** εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι ^v-22-285

**286** χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο. ^v-22-286

**287** καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο ^v-22-287

**288** σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον.” ^v-22-288

**289** ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, ^v-22-289

**290** καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε· ^v-22-290

**291** τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ ^v-22-291

**292** ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, ^v-22-292

**293** στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος. ^v-22-293

**294** Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας· ^v-22-294

**295** ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν. ^v-22-295

**296** Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· ^v-22-296

**297** “ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν· ^v-22-297

**298** Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι· ^v-22-298

**299** ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη. ^v-22-299

**300** νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν, ^v-22-300

**301** οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν ^v-22-301

**302** Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε ^v-22-302

**303** πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει. ^v-22-303

**304** μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην, ^v-22-304

**305** ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.” ^v-22-305

**306** ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, ^v-22-306

**307** τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, ^v-22-307

**308** οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις, ^v-22-308

**309** ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν ^v-22-309

**310** ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν· ^v-22-310

**311** ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ. ^v-22-311

**312** ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν ^v-22-312

**313** ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε ^v-22-313

**314** καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ ^v-22-314

**315** τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι ^v-22-315

**316** χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. ^v-22-316

**317** οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ ^v-22-317

**318** ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, ^v-22-318

**319** ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς ^v-22-319

**320** πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ, ^v-22-320

**321** εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα. ^v-22-321

**322** τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα, ^v-22-322

**323** καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς· ^v-22-323

**324** φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι, ^v-22-324

**325** λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· ^v-22-325

**326** τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς, ^v-22-326

**327** ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή· ^v-22-327

**328** οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ^v-22-328

**329** ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. ^v-22-329

**330** ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς· ^v-22-330

**331** “Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων ^v-22-331

**332** σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα, ^v-22-332

**333** νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων ^v-22-333

**334** νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην, ^v-22-334

**335** ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ ^v-22-335

**336** ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.” ^v-22-336

**337** τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· ^v-22-337

**338** “λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων, ^v-22-338

**339** μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν, ^v-22-339

**340** ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο, ^v-22-340

**341** δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ, ^v-22-341

**342** σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με ^v-22-342

**343** Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.” ^v-22-343

**344** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς· ^v-22-344

**345** “μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων· ^v-22-345

**346** αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη ^v-22-346

**347** ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας, ^v-22-347

**348** ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, ^v-22-348

**349** οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα ^v-22-349

**350** στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, ^v-22-350

**351** οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι ^v-22-351

**352** Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ ^v-22-352

**353** ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή, ^v-22-353

**354** ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.” ^v-22-354

**355** τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ· ^v-22-355

**356** “ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον ^v-22-356

**357** πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός. ^v-22-357

**358** φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι ^v-22-358

**359** ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων ^v-22-359

**360** ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.” ^v-22-360

**361** ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε, ^v-22-361

**362** ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει ^v-22-362

**363** ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην. ^v-22-363

**364** τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς· ^v-22-364

**365** “τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ ^v-22-365

**366** Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι.” ^v-22-366

**367** ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος, ^v-22-367

**368** καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα ^v-22-368

**369** αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν, ^v-22-369

**370** οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν ^v-22-370

**371** Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη. ^v-22-371

**372** ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· ^v-22-372

**373** “ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι ^v-22-373

**374** Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.” ^v-22-374

**375** ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς. ^v-22-375

**376** τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς, ^v-22-376

**377** στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν· ^v-22-377

**378** “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ^v-22-378

**379** ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, ^v-22-379

**380** ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι, ^v-22-380

**381** εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, ^v-22-381

**382** ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν, ^v-22-382

**383** ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, ^v-22-383

**384** ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος. ^v-22-384

**385** ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; ^v-22-385

**386** κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος ^v-22-386

**387** Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε ^v-22-387

**388** ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ· ^v-22-388

**389** εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο ^v-22-389

**390** αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου. ^v-22-390

**391** νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν ^v-22-391

**392** νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν. ^v-22-392

**393** ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον, ^v-22-393

**394** ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.” ^v-22-394

**395** ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα. ^v-22-395

**396** ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε ^v-22-396

**397** ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας, ^v-22-397

**398** ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν· ^v-22-398

**399** ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας ^v-22-399

**400** μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. ^v-22-400

**401** τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται ^v-22-401

**402** κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι ^v-22-402

**403** κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι ^v-22-403

**404** δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. ^v-22-404

**405** ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ ^v-22-405

**406** τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην ^v-22-406

**407** τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα· ^v-22-407

**408** ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ ^v-22-408

**409** κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. ^v-22-409

**410** τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα ^v-22-410

**411** Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης. ^v-22-411

**412** λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα ^v-22-412

**413** ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων. ^v-22-413

**414** πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον, ^v-22-414

**415** ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον· ^v-22-415

**416** “σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ ^v-22-416

**417** ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν. ^v-22-417

**418** λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν, ^v-22-418

**419** ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ ^v-22-419

**420** γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται ^v-22-420

**421** Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι ^v-22-421

**422** Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε. ^v-22-422

**423** τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας· ^v-22-423

**424** τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ ^v-22-424

**425** ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, ^v-22-425

**426** Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι· ^v-22-426

**427** τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε ^v-22-427

**428** μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός.” ^v-22-428

**429** ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται· ^v-22-429

**430** Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· ^v-22-430

**431** “τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα ^v-22-431

**432** σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ ^v-22-432

**433** εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ ^v-22-433

**434** Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς ^v-22-434

**435** δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα ^v-22-435

**436** ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.” ^v-22-436

**437** ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο ^v-22-437

**438** Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν ^v-22-438

**439** ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων, ^v-22-439

**440** ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο ^v-22-440

**441** δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε. ^v-22-441

**442** κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα ^v-22-442

**443** ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο ^v-22-443

**444** Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι ^v-22-444

**445** νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν ^v-22-445

**446** χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη. ^v-22-446

**447** κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου· ^v-22-447

**448** τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς· ^v-22-448

**449** ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα· ^v-22-449

**450** “δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται. ^v-22-450

**451** αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ ^v-22-451

**452** στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα ^v-22-452

**453** πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν. ^v-22-453

**454** αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς ^v-22-454

**455** δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς ^v-22-455

**456** μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται, ^v-22-456

**457** καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς ^v-22-457

**458** ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν, ^v-22-458

**459** ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.” ^v-22-459

**460** ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση ^v-22-460

**461** παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ ^v-22-461

**462** αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον ^v-22-462

**463** ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν ^v-22-463

**464** ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι ^v-22-464

**465** ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν. ^v-22-465

**466** τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν, ^v-22-466

**467** ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε. ^v-22-467

**468** τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα, ^v-22-468

**469** ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην ^v-22-469

**470** κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη ^v-22-470

**471** ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ ^v-22-471

**472** ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα. ^v-22-472

**473** ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν, ^v-22-473

**474** αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι. ^v-22-474

**475** ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη ^v-22-475

**476** ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν· ^v-22-476

**477** “Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ ^v-22-477

**478** ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα, ^v-22-478

**479** αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ ^v-22-479

**480** ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν ^v-22-480

**481** δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι. ^v-22-481

**482** νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης ^v-22-482

**483** ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις ^v-22-483

**484** χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως, ^v-22-484

**485** ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ ^v-22-485

**486** ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος. ^v-22-486

**487** ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν, ^v-22-487

**488** αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω ^v-22-488

**489** ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας. ^v-22-489

**490** ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· ^v-22-490

**491** πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, ^v-22-491

**492** δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, ^v-22-492

**493** ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος· ^v-22-493

**494** τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε· ^v-22-494

**495** χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε. ^v-22-495

**496** τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε ^v-22-496

**497** χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων· ^v-22-497

**498** “ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.” ^v-22-498

**499** δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην ^v-22-499

**500** Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς ^v-22-500

**501** μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν· ^v-22-501

**502** αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων, ^v-22-502

**503** εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης ^v-22-503

**504** εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ· ^v-22-504

**505** νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν ^v-22-505

**506** Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· ^v-22-506

**507** οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά. ^v-22-507

**508** νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων ^v-22-508

**509** αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται ^v-22-509

**510** γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται ^v-22-510

**511** λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν. ^v-22-511

**512** ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ ^v-22-512

**513** οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, ^v-22-513

**514** ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.” ^v-22-514

**515** ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες. ^v-22-515

### Livro 23

**1** ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ ^v-23-1

**2** ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, ^v-23-2

**3** οἳ μὲν ἄρʼ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, ^v-23-3

**4** Μυρμιδόνας δʼ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, ^v-23-4

**5** ἀλλʼ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· ^v-23-5

**6** “Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι ^v-23-6

**7** μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους, ^v-23-7

**8** ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες ^v-23-8

**9** Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων. ^v-23-9

**10** αὐτὰρ ἐπεί κʼ ὀλοοῖο τεταρπώμεσθα γόοιο, ^v-23-10

**11** ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.” ^v-23-11

**12** ὣς ἔφαθʼ, οἳ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς. ^v-23-12

**13** οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους ^v-23-13

**14** μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε. ^v-23-14

**15** δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν ^v-23-15

**16** δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο. ^v-23-16

**17** τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο ^v-23-17

**18** χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου· ^v-23-18

**19** “χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· ^v-23-19

**20** πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην ^v-23-20

**21** Ἕκτορα δεῦρʼ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, ^v-23-21

**22** δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν ^v-23-22

**23** Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.” ^v-23-23

**24** ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα ^v-23-24

**25** πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας ^v-23-25

**26** ἐν κονίῃς· οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος ^v-23-26

**27** χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους, ^v-23-27

**28** κὰδ δʼ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο ^v-23-28

**29** μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ. ^v-23-29

**30** πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ ^v-23-30

**31** σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες· ^v-23-31

**32** πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ ^v-23-32

**33** εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο· ^v-23-33

**34** πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα. ^v-23-34

**35** αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα ^v-23-35

**36** εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν ^v-23-36

**37** σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ. ^v-23-37

**38** οἳ δʼ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, ^v-23-38

**39** αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν ^v-23-39

**40** ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν ^v-23-40

**41** Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα. ^v-23-41

**42** αὐτὰρ ὅ γʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὄμοσσεν· ^v-23-42

**43** “οὐ μὰ Ζῆνʼ, ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, ^v-23-43

**44** οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι ^v-23-44

**45** πρίν γʼ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι ^v-23-45

**46** κείρασθαί τε κόμην, ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε ^v-23-46

**47** ἵξετʼ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω. ^v-23-47

**48** ἀλλʼ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί· ^v-23-48

**49** ἠῶθεν δʼ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον ^v-23-49

**50** ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὅσσʼ ἐπιεικὲς ^v-23-50

**51** νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, ^v-23-51

**52** ὄφρʼ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ ^v-23-52

**53** θᾶσσον ἀπʼ ὀφθαλμῶν, λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται.” ^v-23-53

**54** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. ^v-23-54

**55** ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι ^v-23-55

**56** δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. ^v-23-56

**57** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-23-57

**58** οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος, ^v-23-58

**59** Πηλεΐδης δʼ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης ^v-23-59

**60** κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν ^v-23-60

**61** ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον· ^v-23-61

**62** εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ ^v-23-62

**63** νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα ^v-23-63

**64** Ἕκτορʼ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν· ^v-23-64

**65** ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο ^v-23-65

**66** πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ ἐϊκυῖα ^v-23-66

**67** καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο· ^v-23-67

**68** στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· ^v-23-68

**69** “εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ. ^v-23-69

**70** οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· ^v-23-70

**71** θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω. ^v-23-71

**72** τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, ^v-23-72

**73** οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, ^v-23-73

**74** ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ. ^v-23-74

**75** καί μοι δὸς τὴν χεῖρʼ· ὀλοφύρομαι, οὐ γὰρ ἔτʼ αὖτις ^v-23-75

**76** νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε. ^v-23-76

**77** οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων ^v-23-77

**78** βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλʼ ἐμὲ μὲν κὴρ ^v-23-78

**79** ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ· ^v-23-79

**80** καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, ^v-23-80

**81** τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι. ^v-23-81

**82** ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι· ^v-23-82

**83** μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέʼ Ἀχιλλεῦ, ^v-23-83

**84** ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, ^v-23-84

**85** εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ^v-23-85

**86** ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὕπο λυγρῆς, ^v-23-86

**87** ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος ^v-23-87

**88** νήπιος οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλοισι χολωθείς· ^v-23-88

**89** ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς ^v-23-89

**90** ἔτραφέ τʼ ἐνδυκέως καὶ σὸν θεράποντʼ ὀνόμηνεν· ^v-23-90

**91** ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι ^v-23-91

**92** χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.” ^v-23-92

**93** τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-23-93

**94** “τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρʼ εἰλήλουθας ^v-23-94

**95** καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι ^v-23-95

**96** πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις. ^v-23-96

**97** ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε ^v-23-97

**98** ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.” ^v-23-98

**99** ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν ^v-23-99

**100** οὐδʼ ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς ^v-23-100

**101** ᾤχετο τετριγυῖα· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεὺς ^v-23-101

**102** χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν· ^v-23-102

**103** “ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι ^v-23-103

**104** ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν· ^v-23-104

**105** παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ^v-23-105

**106** ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, ^v-23-106

**107** καί μοι ἕκαστʼ ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.” ^v-23-107

**108** ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο· ^v-23-108

**109** μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς ^v-23-109

**110** ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων ^v-23-110

**111** οὐρῆάς τʼ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην ^v-23-111

**112** πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δʼ ἀνὴρ ἐσθλὸς ὀρώρει ^v-23-112

**113** Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. ^v-23-113

**114** οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες ^v-23-114

**115** σειράς τʼ εὐπλέκτους· πρὸ δʼ ἄρʼ οὐρῆες κίον αὐτῶν. ^v-23-115

**116** πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον· ^v-23-116

**117** ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, ^v-23-117

**118** αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ ^v-23-118

**119** τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι ^v-23-119

**120** πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ ^v-23-120

**121** ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο ^v-23-121

**122** ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. ^v-23-122

**123** πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει ^v-23-123

**124** Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. ^v-23-124

**125** κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς ^v-23-125

**126** φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. ^v-23-126

**127** αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην ^v-23-127

**128** ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς ^v-23-128

**129** αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε ^v-23-129

**130** χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον ^v-23-130

**131** ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, ^v-23-131

**132** ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, ^v-23-132

**133** πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν ^v-23-133

**134** μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. ^v-23-134

**135** θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον ^v-23-135

**136** κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς ^v-23-136

**137** ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ. ^v-23-137

**138** οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς ^v-23-138

**139** κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. ^v-23-139

**140** ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· ^v-23-140

**141** στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, ^v-23-141

**142** τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· ^v-23-142

**143** ὀχθήσας δʼ ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον· ^v-23-143

**144** “Σπερχείʼ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς ^v-23-144

**145** κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν ^v-23-145

**146** σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην, ^v-23-146

**147** πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλʼ ἱερεύσειν ^v-23-147

**148** ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. ^v-23-148

**149** ὣς ἠρᾶθʼ ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. ^v-23-149

**150** νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν ^v-23-150

**151** Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.” ^v-23-151

**152** ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο ^v-23-152

**153** θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. ^v-23-153

**154** καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο ^v-23-154

**155** εἰ μὴ Ἀχιλλεὺς αἶψʼ Ἀγαμέμνονι εἶπε παραστάς· ^v-23-155

**156** “Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν ^v-23-156

**157** πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, ^v-23-157

**158** νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι ^v-23-158

**159** ὅπλεσθαι· τάδε δʼ ἀμφὶ πονησόμεθʼ οἷσι μάλιστα ^v-23-159

**160** κήδεός ἐστι νέκυς· παρὰ δʼ οἵ τʼ ἀγοὶ ἄμμι μενόντων.” ^v-23-160

**161** αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ^v-23-161

**162** αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, ^v-23-162

**163** κηδεμόνες δὲ παρʼ αὖθι μένον καὶ νήεον ὕλην, ^v-23-163

**164** ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, ^v-23-164

**165** ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. ^v-23-165

**166** πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς ^v-23-166

**167** πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων ^v-23-167

**168** δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς ^v-23-168

**169** ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. ^v-23-169

**170** ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας ^v-23-170

**171** πρὸς λέχεα κλίνων· πίσυρας δʼ ἐριαύχενας ἵππους ^v-23-171

**172** ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. ^v-23-172

**173** ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, ^v-23-173

**174** καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, ^v-23-174

**175** δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς ^v-23-175

**176** χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα· ^v-23-176

**177** ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο. ^v-23-177

**178** ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· ^v-23-178

**179** “χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· ^v-23-179

**180** πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, ^v-23-180

**181** δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς ^v-23-181

**182** τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δʼ οὔ τι ^v-23-182

**183** δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.” ^v-23-183

**184** ὣς φάτʼ ἀπειλήσας· τὸν δʼ οὐ κύνες ἀμφεπένοντο, ^v-23-184

**185** ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη ^v-23-185

**186** ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ ^v-23-186

**187** ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. ^v-23-187

**188** τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων ^v-23-188

**189** οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα ^v-23-189

**190** ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο ^v-23-190

**191** σκήλειʼ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν. ^v-23-191

**192** οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος· ^v-23-192

**193** ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· ^v-23-193

**194** στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι ^v-23-194

**195** Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· ^v-23-195

**196** πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν ^v-23-196

**197** ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, ^v-23-197

**198** ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις ^v-23-198

**199** ἀράων ἀΐουσα μετάγγελος ἦλθʼ ἀνέμοισιν. ^v-23-199

**200** οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον ^v-23-200

**201** εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη ^v-23-201

**202** βηλῷ ἔπι λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι ^v-23-202

**203** πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος· ^v-23-203

**204** ἣ δʼ αὖθʼ ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον· ^v-23-204

**205** “οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπʼ Ὠκεανοῖο ῥέεθρα ^v-23-205

**206** Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσʼ ἑκατόμβας ^v-23-206

**207** ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. ^v-23-207

**208** ἀλλʼ Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν ^v-23-208

**209** ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, ^v-23-209

**210** ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται ^v-23-210

**211** Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.” ^v-23-211

**212** ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπεβήσετο, τοὶ δʼ ὀρέοντο ^v-23-212

**213** ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν. ^v-23-213

**214** αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα ^v-23-214

**215** πνοιῇ ὕπο λιγυρῇ· Τροίην δʼ ἐρίβωλον ἱκέσθην, ^v-23-215

**216** ἐν δὲ πυρῇ πεσέτην, μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ. ^v-23-216

**217** παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον ^v-23-217

**218** φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς ^v-23-218

**219** χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον ^v-23-219

**220** οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν ^v-23-220

**221** ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο. ^v-23-221

**222** ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων ^v-23-222

**223** νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, ^v-23-223

**224** ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, ^v-23-224

**225** ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. ^v-23-225

**226** ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ^v-23-226

**227** ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, ^v-23-227

**228** τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ. ^v-23-228

**229** οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι ^v-23-229

**230** Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων. ^v-23-230

**231** Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς ^v-23-231

**232** κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν· ^v-23-232

**233** οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· ^v-23-233

**234** τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, ^v-23-234

**235** ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· ^v-23-235

**236** “Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, ^v-23-236

**237** πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ ^v-23-237

**238** πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ^v-23-238

**239** ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν ^v-23-239

**240** εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· ^v-23-240

**241** ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δʼ ἄλλοι ἄνευθεν ^v-23-241

**242** ἐσχατιῇ καίοντʼ ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες. ^v-23-242

**243** καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ ^v-23-243

**244** θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι. ^v-23-244

**245** τύμβον δʼ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, ^v-23-245

**246** ἀλλʼ ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ ^v-23-246

**247** εὐρύν θʼ ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο ^v-23-247

**248** δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.” ^v-23-248

**249** ὣς ἔφαθʼ, οἳ δʼ ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι. ^v-23-249

**250** πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ ^v-23-250

**251** ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη· ^v-23-251

**252** κλαίοντες δʼ ἑτάροιο ἐνηέος ὀστέα λευκὰ ^v-23-252

**253** ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, ^v-23-253

**254** ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· ^v-23-254

**255** τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο ^v-23-255

**256** ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, ^v-23-256

**257** χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς ^v-23-257

**258** αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, ^v-23-258

**259** νηῶν δʼ ἔκφερʼ ἄεθλα λέβητάς τε τρίποδάς τε ^v-23-259

**260** ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα, ^v-23-260

**261** ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον. ^v-23-261

**262** ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα ^v-23-262

**263** θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν ^v-23-263

**264** καὶ τρίποδʼ ὠτώεντα δυωκαιεικοσίμετρον ^v-23-264

**265** τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν ^v-23-265

**266** ἑξέτεʼ ἀδμήτην βρέφος ἡμίονον κυέουσαν· ^v-23-266

**267** αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα ^v-23-267

**268** καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτʼ αὔτως· ^v-23-268

**269** τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, ^v-23-269

**270** πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. ^v-23-270

**271** στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ^v-23-271

**272** “Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ^v-23-272

**273** ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι. ^v-23-273

**274** εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ ^v-23-274

**275** ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. ^v-23-275

**276** ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι· ^v-23-276

**277** ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρʼ αὐτοὺς ^v-23-277

**278** πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν. ^v-23-278

**279** ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι· ^v-23-279

**280** τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο ^v-23-280

**281** ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον ^v-23-281

**282** χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ. ^v-23-282

**283** τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι ^v-23-283

**284** χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ. ^v-23-284

**285** ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν ^v-23-285

**286** ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.” ^v-23-286

**287** ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν. ^v-23-287

**288** ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος ^v-23-288

**289** Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· ^v-23-289

**290** τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, ^v-23-290

**291** ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα ^v-23-291

**292** Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. ^v-23-292

**293** τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος ^v-23-293

**294** διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους ^v-23-294

**295** Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· ^v-23-295

**296** τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος ^v-23-296

**297** δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, ^v-23-297

**298** ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε ^v-23-298

**299** Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι· ^v-23-299

**300** τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν. ^v-23-300

**301** Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους, ^v-23-301

**302** Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος ^v-23-302

**303** τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι ^v-23-303

**304** ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς ^v-23-304

**305** μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ· ^v-23-305

**306** “Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν ^v-23-306

**307** Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν ^v-23-307

**308** παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ· ^v-23-308

**309** οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι ^v-23-309

**310** βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι. ^v-23-310

**311** τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ ^v-23-311

**312** πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι. ^v-23-312

**313** ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ ^v-23-313

**314** παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα. ^v-23-314

**315** μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι· ^v-23-315

**316** μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ ^v-23-316

**317** νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· ^v-23-317

**318** μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο. ^v-23-318

**319** ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς ^v-23-319

**320** ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, ^v-23-320

**321** ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει· ^v-23-321

**322** ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, ^v-23-322

**323** αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει ^v-23-323

**324** ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν, ^v-23-324

**325** ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. ^v-23-325

**326** σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει. ^v-23-326

**327** ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης ^v-23-327

**328** ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, ^v-23-328

**329** λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ ^v-23-329

**330** ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς ^v-23-330

**331** ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, ^v-23-331

**332** ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, ^v-23-332

**333** καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς. ^v-23-333

**334** τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, ^v-23-334

**335** αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ ^v-23-335

**336** ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον ^v-23-336

**337** κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. ^v-23-337

**338** ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, ^v-23-338

**339** ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι ^v-23-339

**340** κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν, ^v-23-340

**341** μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς· ^v-23-341

**342** χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ ^v-23-342

**343** ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι. ^v-23-343

**344** εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, ^v-23-344

**345** οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, ^v-23-345

**346** οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι ^v-23-346

**347** Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ^v-23-347

**348** ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.” ^v-23-348

**349** ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ ^v-23-349

**350** ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε. ^v-23-350

**351** Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους. ^v-23-351

**352** ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· ^v-23-352

**353** πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο ^v-23-353

**354** Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος· ^v-23-354

**355** τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, ^v-23-355

**356** τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε ^v-23-356

**357** Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους. ^v-23-357

**358** στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς ^v-23-358

**359** τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν ^v-23-359

**360** ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, ^v-23-360

**361** ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι. ^v-23-361

**362** οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν, ^v-23-362

**363** πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν ^v-23-363

**364** ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο ^v-23-364

**365** νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη ^v-23-365

**366** ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, ^v-23-366

**367** χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. ^v-23-367

**368** ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ^v-23-368

**369** ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες ^v-23-369

**370** ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου ^v-23-370

**371** νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος ^v-23-371

**372** ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο. ^v-23-372

**373** ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ^v-23-373

**374** ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου ^v-23-374

**375** φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα ^v-23-375

**376** αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. ^v-23-376

**377** τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι ^v-23-377

**378** Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς· ^v-23-378

**379** αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, ^v-23-379

**380** πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω ^v-23-380

**381** θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. ^v-23-381

**382** καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν, ^v-23-382

**383** εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, ^v-23-383

**384** ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. ^v-23-384

**385** τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, ^v-23-385

**386** οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, ^v-23-386

**387** οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. ^v-23-387

**388** οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων ^v-23-388

**389** Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν, ^v-23-389

**390** δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν· ^v-23-390

**391** ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει, ^v-23-391

**392** ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι ^v-23-392

**393** ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη. ^v-23-393

**394** αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, ^v-23-394

**395** ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, ^v-23-395

**396** θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε ^v-23-396

**397** δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ^v-23-397

**398** Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, ^v-23-398

**399** πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη ^v-23-399

**400** ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε. ^v-23-400

**401** τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. ^v-23-401

**402** Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· ^v-23-402

**403** “ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. ^v-23-403

**404** ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω ^v-23-404

**405** Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη ^v-23-405

**406** νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν· ^v-23-406

**407** ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, ^v-23-407

**408** καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ ^v-23-408

**409** Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι; ^v-23-409

**410** ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· ^v-23-410

**411** οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν ^v-23-411

**412** ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, ^v-23-412

**413** αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. ^v-23-413

**414** ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα· ^v-23-414

**415** ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω ^v-23-415

**416** στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.” ^v-23-416

**417** ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν ^v-23-417

**418** μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα ^v-23-418

**419** στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. ^v-23-419

**420** ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ ^v-23-420

**421** ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα· ^v-23-421

**422** τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. ^v-23-422

**423** Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους ^v-23-423

**424** ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. ^v-23-424

**425** Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· ^v-23-425

**426** “Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους· ^v-23-426

**427** στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι· ^v-23-427

**428** μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.” ^v-23-428

**429** ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε ^v-23-429

**430** κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. ^v-23-430

**431** ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ^v-23-431

**432** ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, ^v-23-432

**433** τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω ^v-23-433

**434** Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν ^v-23-434

**435** μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, ^v-23-435

**436** δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ ^v-23-436

**437** ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. ^v-23-437

**438** τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος· ^v-23-438

**439** “Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· ^v-23-439

**440** ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. ^v-23-440

**441** ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.” ^v-23-441

**442** ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· ^v-23-442

**443** “μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ. ^v-23-443

**444** φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα ^v-23-444

**445** ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος.” ^v-23-445

**446** ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν ^v-23-446

**447** μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. ^v-23-447

**448** Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο ^v-23-448

**449** ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. ^v-23-449

**450** πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους· ^v-23-450

**451** ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· ^v-23-451

**452** τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας ^v-23-452

**453** ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα, ^v-23-453

**454** ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ ^v-23-454

**455** λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. ^v-23-455

**456** στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ^v-23-456

**457** “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ^v-23-457

**458** οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς; ^v-23-458

**459** ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ^v-23-459

**460** ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ ^v-23-460

**461** ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν· ^v-23-461

**462** ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, ^v-23-462

**463** νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε ^v-23-463

**464** Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι· ^v-23-464

**465** ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη ^v-23-465

**466** εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας· ^v-23-466

**467** ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι, ^v-23-467

**468** αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. ^v-23-468

**469** ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε ^v-23-469

**470** εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ ^v-23-470

**471** Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει ^v-23-471

**472** Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.” ^v-23-472

**473** τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· ^v-23-473

**474** “Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν ^v-23-474

**475** ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. ^v-23-475

**476** οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον, ^v-23-476

**477** οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· ^v-23-477

**478** ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ ^v-23-478

**479** λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. ^v-23-479

**480** ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, ^v-23-480

**481** Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε.” ^v-23-481

**482** τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ^v-23-482

**483** “Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα ^v-23-483

**484** δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. ^v-23-484

**485** δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ^v-23-485

**486** ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, ^v-23-486

**487** ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων.” ^v-23-487

**488** ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας ^v-23-488

**489** χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι· ^v-23-489

**490** καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν, ^v-23-490

**491** εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· ^v-23-491

**492** “μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν ^v-23-492

**493** Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. ^v-23-493

**494** καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. ^v-23-494

**495** ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε ^v-23-495

**496** ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης ^v-23-496

**497** ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος ^v-23-497

**498** ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.” ^v-23-498

**499** ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, ^v-23-499

**500** μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι ^v-23-500

**501** ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. ^v-23-501

**502** αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ^v-23-502

**503** ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ^v-23-503

**504** ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ ^v-23-504

**505** γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ^v-23-505

**506** ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. ^v-23-506

**507** στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ^v-23-507

**508** ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. ^v-23-508

**509** αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, ^v-23-509

**510** κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν ^v-23-510

**511** ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον, ^v-23-511

**512** δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα ^v-23-512

**513** καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους. ^v-23-513

**514** τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους ^v-23-514

**515** κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· ^v-23-515

**516** ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους. ^v-23-516

**517** ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ^v-23-517

**518** ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· ^v-23-518

**519** τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι ^v-23-519

**520** οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ ^v-23-520

**521** χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος· ^v-23-521

**522** τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο ^v-23-522

**523** λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, ^v-23-523

**524** ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ ^v-23-524

**525** ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης· ^v-23-525

**526** εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, ^v-23-526

**527** τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν. ^v-23-527

**528** αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος ^v-23-528

**529** λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· ^v-23-529

**530** βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, ^v-23-530

**531** ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι. ^v-23-531

**532** υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων ^v-23-532

**533** ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. ^v-23-533

**534** τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, ^v-23-534

**535** στὰς δʼ ἄρʼ ἐν Ἀργείοις ἔπεα πτερόεντʼ ἀγόρευε· ^v-23-535

**536** “λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους· ^v-23-536

**537** ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς ^v-23-537

**538** δεύτερʼ· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.” ^v-23-538

**539** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε. ^v-23-539

**540** καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, ^v-23-540

**541** εἰ μὴ ἄρʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς ^v-23-541

**542** Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατʼ ἀναστάς· ^v-23-542

**543** “ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς ^v-23-543

**544** τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον ^v-23-544

**545** τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω ^v-23-545

**546** αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν ^v-23-546

**547** εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων. ^v-23-547

**548** εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ ^v-23-548

**549** ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς ^v-23-549

**550** καὶ πρόβατʼ, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι· ^v-23-550

**551** τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον ^v-23-551

**552** ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί. ^v-23-552

**553** τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω ^v-23-553

**554** ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.” ^v-23-554

**555** ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς ^v-23-555

**556** χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος· ^v-23-556

**557** καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· ^v-23-557

**558** “Ἀντίλοχʼ, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο ^v-23-558

**559** Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω. ^v-23-559

**560** δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων ^v-23-560

**561** χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο ^v-23-561

**562** ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.” ^v-23-562

**563** ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ ^v-23-563

**564** οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν, ^v-23-564

**565** Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων. ^v-23-565

**566** τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων ^v-23-566

**567** Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ ^v-23-567

**568** χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν ^v-23-568

**569** Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς· ^v-23-569

**570** “Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. ^v-23-570

**571** ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους ^v-23-571

**572** τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν. ^v-23-572

**573** ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ^v-23-573

**574** ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ, ^v-23-574

**575** μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων· ^v-23-575

**576** “Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος ^v-23-576

**577** οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν ^v-23-577

**578** ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.” ^v-23-578

**579** εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι ^v-23-579

**580** ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται. ^v-23-580

**581** Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί, ^v-23-581

**582** στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην ^v-23-582

**583** χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, ^v-23-583

**584** ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον ^v-23-584

**585** ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.” ^v-23-585

**586** τὸν δʼ αὖτʼ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα· ^v-23-586

**587** “ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι ^v-23-587

**588** σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων. ^v-23-588

**589** οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι· ^v-23-589

**590** κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. ^v-23-590

**591** τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς ^v-23-591

**592** δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο ^v-23-592

**593** μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι ^v-23-593

**594** βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα ^v-23-594

**595** ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.” ^v-23-595

**596** ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς ^v-23-596

**597** ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς ^v-23-597

**598** ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση ^v-23-598

**599** ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι· ^v-23-599

**600** ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη. ^v-23-600

**601** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-23-601

**602** “Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς ^v-23-602

**603** χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων ^v-23-603

**604** ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη. ^v-23-604

**605** δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. ^v-23-605

**606** οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. ^v-23-606

**607** ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας ^v-23-607

**608** σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο· ^v-23-608

**609** τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον ^v-23-609

**610** δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε ^v-23-610

**611** ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.” ^v-23-611

**612** ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ ^v-23-612

**613** ἵππον ἄγειν· ὃ δʼ ἔπειτα λέβηθʼ ἕλε παμφανόωντα. ^v-23-613

**614** Μηριόνης δʼ ἀνάειρε δύω χρυσοῖο τάλαντα ^v-23-614

**615** τέτρατος, ὡς ἔλασεν. πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον, ^v-23-615

**616** ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς ^v-23-616

**617** Ἀργείων ἀνʼ ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς· ^v-23-617

**618** “τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω ^v-23-618

**619** Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν ^v-23-619

**620** ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδʼ ἄεθλον ^v-23-620

**621** αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις, ^v-23-621

**622** οὐδʼ ἔτʼ ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι ^v-23-622

**623** θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.” ^v-23-623

**624** ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δʼ ἐδέξατο χαίρων, ^v-23-624

**625** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-23-625

**626** “ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες· ^v-23-626

**627** οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες ^v-23-627

**628** ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. ^v-23-628

**629** εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη ^v-23-629

**630** ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ ^v-23-630

**631** Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα· ^v-23-631

**632** ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετʼ, οὔτʼ ἄρʼ Ἐπειῶν ^v-23-632

**633** οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων. ^v-23-633

**634** πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, ^v-23-634

**635** Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· ^v-23-635

**636** Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, ^v-23-636

**637** δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. ^v-23-637

**638** οἴοισίν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε ^v-23-638

**639** πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης, ^v-23-639

**640** οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόθι λείπετʼ ἄεθλα. ^v-23-640

**641** οἳ δʼ ἄρʼ ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν, ^v-23-641

**642** ἔμπεδον ἡνιόχευʼ, ὃ δʼ ἄρα μάστιγι κέλευεν. ^v-23-642

**643** ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων ^v-23-643

**644** ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ ^v-23-644

**645** πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν. ^v-23-645

**646** ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε. ^v-23-646

**647** τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, ^v-23-647

**648** ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, ^v-23-648

**649** τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς. ^v-23-649

**650** σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν.” ^v-23-650

**651** ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν ^v-23-651

**652** ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο. ^v-23-652

**653** αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα· ^v-23-653

**654** ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι ^v-23-654

**655** ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι· ^v-23-655

**656** τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον. ^v-23-656

**657** στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ^v-23-657

**658** “Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ^v-23-658

**659** ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, ^v-23-659

**660** πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων ^v-23-660

**661** δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, ^v-23-661

**662** ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω· ^v-23-662

**663** αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.” ^v-23-663

**664** ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε ^v-23-664

**665** εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, ^v-23-665

**666** ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε· ^v-23-666

**667** “ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· ^v-23-667

**668** ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν ^v-23-668

**669** πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος. ^v-23-669

**670** ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν ^v-23-670

**671** ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι. ^v-23-671

**672** ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ^v-23-672

**673** ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω. ^v-23-673

**674** κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων, ^v-23-674

**675** οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.” ^v-23-675

**676** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ^v-23-676

**677** Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς ^v-23-677

**678** Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, ^v-23-678

**679** ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο ^v-23-679

**680** ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. ^v-23-680

**681** τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο ^v-23-681

**682** θαρσύνων ἔπεσιν, μέγα δʼ αὐτῷ βούλετο νίκην. ^v-23-682

**683** ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα ^v-23-683

**684** δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. ^v-23-684

**685** τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, ^v-23-685

**686** ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω ^v-23-686

**687** σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. ^v-23-687

**688** δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς ^v-23-688

**689** πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός, ^v-23-689

**690** κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν ^v-23-690

**691** ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα. ^v-23-691

**692** ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς ^v-23-692

**693** θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, ^v-23-693

**694** ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς ^v-23-694

**695** χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι, ^v-23-695

**696** οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν ^v-23-696

**697** αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε· ^v-23-697

**698** κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, ^v-23-698

**699** αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον. ^v-23-699

**700** Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα ^v-23-700

**701** δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς, ^v-23-701

**702** τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην, ^v-23-702

**703** τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί· ^v-23-703

**704** ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε, ^v-23-704

**705** πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. ^v-23-705

**706** στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ^v-23-706

**707** “ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.” ^v-23-707

**708** ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ^v-23-708

**709** ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς. ^v-23-709

**710** ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, ^v-23-710

**711** ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν ^v-23-711

**712** ὡς ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων ^v-23-712

**713** δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων. ^v-23-713

**714** τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν ^v-23-714

**715** ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, ^v-23-715

**716** πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους ^v-23-716

**717** αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ ^v-23-717

**718** νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· ^v-23-718

**719** οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, ^v-23-719

**720** οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος. ^v-23-720

**721** ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, ^v-23-721

**722** δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· ^v-23-722

**723** “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ ^v-23-723

**724** ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.” ^v-23-724

**725** ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς· ^v-23-725

**726** κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, ^v-23-726

**727** κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς ^v-23-727

**728** κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε. ^v-23-728

**729** δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ^v-23-729

**730** κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν, ^v-23-730

**731** ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω ^v-23-731

**732** πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ. ^v-23-732

**733** καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον, ^v-23-733

**734** εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε· ^v-23-734

**735** “μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι· ^v-23-735

**736** νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες ^v-23-736

**737** ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.” ^v-23-737

**738** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο, ^v-23-738

**739** καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας. ^v-23-739

**740** Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα ^v-23-740

**741** ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα ^v-23-741

**742** χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν ^v-23-742

**743** πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, ^v-23-743

**744** Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον, ^v-23-744

**745** στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· ^v-23-745

**746** υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε ^v-23-746

**747** Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος. ^v-23-747

**748** καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο, ^v-23-748

**749** ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο· ^v-23-749

**750** δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, ^v-23-750

**751** ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε. ^v-23-751

**752** στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ^v-23-752

**753** “ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.” ^v-23-753

**754** ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας, ^v-23-754

**755** ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς ^v-23-755

**756** Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. ^v-23-756

**757** στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς. ^v-23-757

**758** τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα ^v-23-758

**759** ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς ^v-23-759

**760** ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο ^v-23-760

**761** στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ ^v-23-761

**762** πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει ^v-23-762

**763** στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν ^v-23-763

**764** ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι· ^v-23-764

**765** κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς ^v-23-765

**766** αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ ^v-23-766

**767** νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον. ^v-23-767

**768** ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς ^v-23-768

**769** εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν· ^v-23-769

**770** “κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.” ^v-23-770

**771** ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη, ^v-23-771

**772** γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. ^v-23-772

**773** ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον, ^v-23-773

**774** ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, ^v-23-774

**775** τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων, ^v-23-775

**776** οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς· ^v-23-776

**777** ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· ^v-23-777

**778** κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ^v-23-778

**779** ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. ^v-23-779

**780** στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο ^v-23-780

**781** ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν· ^v-23-781

**782** “ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ ^v-23-782

**783** μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.” ^v-23-783

**784** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. ^v-23-784

**785** Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον ^v-23-785

**786** μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ^v-23-786

**787** “εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν ^v-23-787

**788** ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. ^v-23-788

**789** Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν, ^v-23-789

**790** οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων· ^v-23-790

**791** ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ ^v-23-791

**792** ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.” ^v-23-792

**793** ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα. ^v-23-793

**794** τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν· ^v-23-794

**795** “Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, ^v-23-795

**796** ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.” ^v-23-796

**797** ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων. ^v-23-797

**798** αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος ^v-23-798

**799** θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν ^v-23-799

**800** τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. ^v-23-800

**801** στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ^v-23-801

**802** “ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, ^v-23-802

**803** τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε ^v-23-803

**804** ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. ^v-23-804

**805** ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, ^v-23-805

**806** ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα, ^v-23-806

**807** τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον ^v-23-807

**808** καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων· ^v-23-808

**809** τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων· ^v-23-809

**810** καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.” ^v-23-810

**811** ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ^v-23-811

**812** ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης. ^v-23-812

**813** οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ^v-23-813

**814** ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι ^v-23-814

**815** δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς. ^v-23-815

**816** ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ^v-23-816

**817** τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν. ^v-23-817

**818** ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην ^v-23-818

**819** νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ· ^v-23-819

**820** Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο ^v-23-820

**821** αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ. ^v-23-821

**822** καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ ^v-23-822

**823** παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι. ^v-23-823

**824** αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως ^v-23-824

**825** σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. ^v-23-825

**826** αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον ^v-23-826

**827** ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· ^v-23-827

**828** ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, ^v-23-828

**829** τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. ^v-23-829

**830** στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ^v-23-830

**831** “ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. ^v-23-831

**832** εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ^v-23-832

**833** ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς ^v-23-833

**834** χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου ^v-23-834

**835** ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει.” ^v-23-835

**836** ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης, ^v-23-836

**837** ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ^v-23-837

**838** ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. ^v-23-838

**839** ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός, ^v-23-839

**840** ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί. ^v-23-840

**841** δεύτερος αὖτʼ ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος· ^v-23-841

**842** τὸ τρίτον αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας ^v-23-842

**843** χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. ^v-23-843

**844** ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, ^v-23-844

**845** ὅσσόν τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ^v-23-845

**846** ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, ^v-23-846

**847** τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν. ^v-23-847

**848** ἀνστάντες δʼ ἕταροι Πολυποίταο κρατεροῖο ^v-23-848

**849** νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον. ^v-23-849

**850** αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, ^v-23-850

**851** κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα, ^v-23-851

**852** ἱστὸν δʼ ἔστησεν νηὸς κυανοπρῴροιο ^v-23-852

**853** τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν ^v-23-853

**854** λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρʼ ἀνώγει ^v-23-854

**855** τοξεύειν· “ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν,” ^v-23-855

**856** “πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·” ^v-23-856

**857** “ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,” ^v-23-857

**858** “ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα.” ^v-23-858

**859** ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο ἄνακτος, ^v-23-859

**860** ἂν δʼ ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος. ^v-23-860

**861** κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, ^v-23-861

**862** Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δʼ ἰὸν ^v-23-862

**863** ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι ^v-23-863

**864** ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ^v-23-864

**865** ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων· ^v-23-865

**866** αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις· ^v-23-866

**867** ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. ^v-23-867

**868** ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη ^v-23-868

**869** μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί. ^v-23-869

**870** σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς ^v-23-870

**871** τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν. ^v-23-871

**872** αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι ^v-23-872

**873** ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ^v-23-873

**874** ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν· ^v-23-874

**875** τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, ^v-23-875

**876** ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ ^v-23-876

**877** πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις ^v-23-877

**878** ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο ^v-23-878

**879** αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. ^v-23-879

**880** ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ ^v-23-880

**881** κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε. ^v-23-881

**882** ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε, ^v-23-882

**883** Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας. ^v-23-883

**884** αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, ^v-23-884

**885** κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα ^v-23-885

**886** θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν· ^v-23-886

**887** ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, ^v-23-887

**888** ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος. ^v-23-888

**889** τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς· ^v-23-889

**890** “Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων ^v-23-890

**891** ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος· ^v-23-891

**892** ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας ^v-23-892

**893** ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, ^v-23-893

**894** εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.” ^v-23-894

**895** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ^v-23-895

**896** δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως ^v-23-896

**897** Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον. ^v-23-897

### Livro 24

**1** λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ^v-24-1

**2** ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο ^v-24-2

**3** ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς ^v-24-3

**4** κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος ^v-24-4

**5** ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα ^v-24-5

**6** Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, ^v-24-6

**7** ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα ^v-24-7

**8** ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· ^v-24-8

**9** τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, ^v-24-9

**10** ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε ^v-24-10

**11** ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς ^v-24-11

**12** δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς ^v-24-12

**13** φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε. ^v-24-13

**14** ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, ^v-24-14

**15** Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, ^v-24-15

**16** τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος ^v-24-16

**17** αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν ^v-24-17

**18** ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων ^v-24-18

**19** πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων ^v-24-19

**20** καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε ^v-24-20

**21** χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. ^v-24-21

**22** ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· ^v-24-22

**23** τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, ^v-24-23

**24** κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. ^v-24-24

**25** ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ ^v-24-25

**26** οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ, ^v-24-26

**27** ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ ^v-24-27

**28** καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης, ^v-24-28

**29** ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, ^v-24-29

**30** τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. ^v-24-30

**31** ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, ^v-24-31

**32** καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· ^v-24-32

**33** “σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν ^v-24-33

**34** Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων; ^v-24-34

**35** τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι ^v-24-35

**36** ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ ^v-24-36

**37** καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα ^v-24-37

**38** ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν. ^v-24-38

**39** ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν, ^v-24-39

**40** ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα ^v-24-40

**41** γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν, ^v-24-41

**42** ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ ^v-24-42

**43** εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν· ^v-24-43

**44** ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς ^v-24-44

**45** γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι. ^v-24-45

**46** μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι ^v-24-46

**47** ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν· ^v-24-47

**48** ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε· ^v-24-48

**49** τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. ^v-24-49

**50** αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, ^v-24-50

**51** ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο ^v-24-51

**52** ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον. ^v-24-52

**53** μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς· ^v-24-53

**54** κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.” ^v-24-54

**55** τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· ^v-24-55

**56** “εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε ^v-24-56

**57** εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. ^v-24-57

**58** Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· ^v-24-58

**59** αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ ^v-24-59

**60** θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν ^v-24-60

**61** Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι. ^v-24-61

**62** πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι ^v-24-62

**63** δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.” ^v-24-63

**64** τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ^v-24-64

**65** “Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· ^v-24-65

**66** οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ ^v-24-66

**67** φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν· ^v-24-67

**68** ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων. ^v-24-68

**69** οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης ^v-24-69

**70** λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. ^v-24-70

**71** ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι, ^v-24-71

**72** λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ ^v-24-72

**73** μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ. ^v-24-73

**74** ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, ^v-24-74

**75** ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς ^v-24-75

**76** δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ.” ^v-24-76

**77** ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, ^v-24-77

**78** μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης ^v-24-78

**79** ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη. ^v-24-79

**80** ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, ^v-24-80

**81** ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα ^v-24-81

**82** ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα. ^v-24-82

**83** εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι ^v-24-83

**84** εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς ^v-24-84

**85** κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε ^v-24-85

**86** φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. ^v-24-86

**87** ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· ^v-24-87

**88** “ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.” ^v-24-88

**89** τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· ^v-24-89

**90** “τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ ^v-24-90

**91** μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ. ^v-24-91

**92** εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.” ^v-24-92

**93** ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων ^v-24-93

**94** κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος. ^v-24-94

**95** βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις ^v-24-95

**96** ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης. ^v-24-96

**97** ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, ^v-24-97

**98** εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες ^v-24-98

**99** εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. ^v-24-99

**100** ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη. ^v-24-100

**101** Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε ^v-24-101

**102** καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα. ^v-24-102

**103** τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· ^v-24-103

**104** “ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, ^v-24-104

**105** πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· ^v-24-105

**106** ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα. ^v-24-106

**107** ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν ^v-24-107

**108** Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ· ^v-24-108

**109** κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· ^v-24-109

**110** αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω ^v-24-110

**111** αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων. ^v-24-111

**112** αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· ^v-24-112

**113** σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ^v-24-113

**114** ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν ^v-24-114

**115** Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν, ^v-24-115

**116** αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ. ^v-24-116

**117** αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω ^v-24-117

**118** λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, ^v-24-118

**119** δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.” ^v-24-119

**120** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, ^v-24-120

**121** βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα, ^v-24-121

**122** ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε ^v-24-122

**123** εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι ^v-24-123

**124** ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον· ^v-24-124

**125** τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. ^v-24-125

**126** ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ, ^v-24-126

**127** χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-24-127

**128** “τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων ^v-24-128

**129** σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου ^v-24-129

**130** οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι ^v-24-130

**131** μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη ^v-24-131

**132** ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή. ^v-24-132

**133** ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι· ^v-24-133

**134** σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων ^v-24-134

**135** ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν ^v-24-135

**136** Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας. ^v-24-136

**137** ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.” ^v-24-137

**138** τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-24-138

**139** “τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, ^v-24-139

**140** εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.” ^v-24-140

**141** ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς ^v-24-141

**142** πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον. ^v-24-142

**143** Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν· ^v-24-143

**144** “βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο ^v-24-144

**145** ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω ^v-24-145

**146** λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, ^v-24-146

**147** δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ ^v-24-147

**148** οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. ^v-24-148

**149** κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι ^v-24-149

**150** ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις ^v-24-150

**151** νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. ^v-24-151

**152** μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος· ^v-24-152

**153** τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην, ^v-24-153

**154** ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. ^v-24-154

**155** αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, ^v-24-155

**156** οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· ^v-24-156

**157** οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, ^v-24-157

**158** ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.” ^v-24-158

**159** ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. ^v-24-159

**160** ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε. ^v-24-160

**161** παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς ^v-24-161

**162** δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς ^v-24-162

**163** ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ ^v-24-163

**164** κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος ^v-24-164

**165** τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. ^v-24-165

**166** θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο ^v-24-166

**167** τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ ^v-24-167

**168** χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. ^v-24-168

**169** στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα ^v-24-169

**170** τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· ^v-24-170

**171** “θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· ^v-24-171

**172** οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω ^v-24-172

**173** ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, ^v-24-173

**174** ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. ^v-24-174

**175** λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, ^v-24-175

**176** δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ ^v-24-176

**177** οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. ^v-24-177

**178** κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι ^v-24-178

**179** ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις ^v-24-179

**180** νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. ^v-24-180

**181** μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· ^v-24-181

**182** τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης, ^v-24-182

**183** ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. ^v-24-183

**184** αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, ^v-24-184

**185** οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· ^v-24-185

**186** οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, ^v-24-186

**187** ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.” ^v-24-187

**188** ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, ^v-24-188

**189** αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην ^v-24-189

**190** ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς. ^v-24-190

**191** αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα ^v-24-191

**192** κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· ^v-24-192

**193** ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· ^v-24-193

**194** “δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε ^v-24-194

**195** λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, ^v-24-195

**196** δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. ^v-24-196

**197** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; ^v-24-197

**198** αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε ^v-24-198

**199** κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.” ^v-24-199

**200** ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· ^v-24-200

**201** “ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ ^v-24-201

**202** ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις; ^v-24-202

**203** πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος ^v-24-203

**204** ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς ^v-24-204

**205** υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. ^v-24-205

**206** εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν ^v-24-206

**207** ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει, ^v-24-207

**208** οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν ^v-24-208

**209** ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ ^v-24-209

**210** γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, ^v-24-210

**211** ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων ^v-24-211

**212** ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι ^v-24-212

**213** ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο ^v-24-213

**214** παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, ^v-24-214

**215** ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων ^v-24-215

**216** ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.” ^v-24-216

**217** τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής· ^v-24-217

**218** “μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ ^v-24-218

**219** ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις. ^v-24-219

**220** εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν, ^v-24-220

**221** ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, ^v-24-221

**222** ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· ^v-24-222

**223** νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, ^v-24-223

**224** εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα ^v-24-224

**225** τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων ^v-24-225

**226** βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς ^v-24-226

**227** ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.” ^v-24-227

**228** ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν· ^v-24-228

**229** ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, ^v-24-229

**230** δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, ^v-24-230

**231** τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας. ^v-24-231

**232** χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, ^v-24-232

**233** ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, ^v-24-233

**234** ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες ^v-24-234

**235** ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ ^v-24-235

**236** φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ ^v-24-236

**237** λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας ^v-24-237

**238** αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων· ^v-24-238

**239** “ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν ^v-24-239

**240** οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες; ^v-24-240

**241** ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε ^v-24-241

**242** παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· ^v-24-242

**243** ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε ^v-24-243

**244** κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε ^v-24-244

**245** πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ^v-24-245

**246** ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.” ^v-24-246

**247** ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω ^v-24-247

**248** σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα ^v-24-248

**249** νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον ^v-24-249

**250** Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην ^v-24-250

**251** Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν· ^v-24-251

**252** ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε· ^v-24-252

**253** “σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες ^v-24-253

**254** Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. ^v-24-254

**255** ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους ^v-24-255

**256** Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι, ^v-24-256

**257** Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην ^v-24-257

**258** Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει ^v-24-258

**259** ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. ^v-24-259

**260** τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται ^v-24-260

**261** ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι ^v-24-261

**262** ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. ^v-24-262

**263** οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, ^v-24-263

**264** ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;” ^v-24-264

**265** ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν ^v-24-265

**266** ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην ^v-24-266

**267** καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς, ^v-24-267

**268** κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον ^v-24-268

**269** πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός· ^v-24-269

**270** ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. ^v-24-270

**271** καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ ^v-24-271

**272** πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, ^v-24-272

**273** τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα ^v-24-273

**274** ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν. ^v-24-274

**275** ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης ^v-24-275

**276** νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα, ^v-24-276

**277** ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, ^v-24-277

**278** τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. ^v-24-278

**279** ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς ^v-24-279

**280** αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. ^v-24-280

**281** τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι ^v-24-281

**282** κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες· ^v-24-282

**283** ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ ^v-24-283

**284** οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι ^v-24-284

**285** χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· ^v-24-285

**286** στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· ^v-24-286

**287** “τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι ^v-24-287

**288** ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς ^v-24-288

**289** ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης. ^v-24-289

**290** ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι ^v-24-290

**291** Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, ^v-24-291

**292** αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ ^v-24-292

**293** φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, ^v-24-293

**294** δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας ^v-24-294

**295** τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. ^v-24-295

**296** εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, ^v-24-296

**297** οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην ^v-24-297

**298** νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.” ^v-24-298

**299** τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· ^v-24-299

**300** “ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω. ^v-24-300

**301** ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ.” ^v-24-301

**302** ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς ^v-24-302

**303** χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη ^v-24-303

**304** χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα. ^v-24-304

**305** νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· ^v-24-305

**306** εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον ^v-24-306

**307** οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα· ^v-24-307

**308** “Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε ^v-24-308

**309** δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν, ^v-24-309

**310** πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ ^v-24-310

**311** φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, ^v-24-311

**312** δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας ^v-24-312

**313** τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.” ^v-24-313

**314** ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς ^v-24-314

**315** αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν ^v-24-315

**316** μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν. ^v-24-316

**317** ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται ^v-24-317

**318** ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα, ^v-24-318

**319** τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι ^v-24-319

**320** δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες ^v-24-320

**321** γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. ^v-24-321

**322** σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, ^v-24-322

**323** ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου. ^v-24-323

**324** πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, ^v-24-324

**325** τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν ^v-24-325

**326** ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε ^v-24-326

**327** καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο ^v-24-327

**328** πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα. ^v-24-328

**329** οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο, ^v-24-329

**330** οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο ^v-24-330

**331** παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν ^v-24-331

**332** ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα, ^v-24-332

**333** αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα· ^v-24-333

**334** “Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν ^v-24-334

**335** ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα, ^v-24-335

**336** βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν ^v-24-336

**337** ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ ^v-24-337

**338** τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι.” ^v-24-338

**339** ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης. ^v-24-339

**340** αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα ^v-24-340

**341** ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν ^v-24-341

**342** ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· ^v-24-342

**343** εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ^v-24-343

**344** ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει· ^v-24-344

**345** τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. ^v-24-345

**346** αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, ^v-24-346

**347** βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς ^v-24-347

**348** πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. ^v-24-348

**349** οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, ^v-24-349

**350** στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν ^v-24-350

**351** ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. ^v-24-351

**352** τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ ^v-24-352

**353** Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· ^v-24-353

**354** “φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. ^v-24-354

**355** ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω. ^v-24-355

**356** ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα ^v-24-356

**357** γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ.” ^v-24-357

**358** ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς, ^v-24-358

**359** ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, ^v-24-359

**360** στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν ^v-24-360

**361** χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε· ^v-24-361

**362** “πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις ^v-24-362

**363** νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι; ^v-24-363

**364** οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς, ^v-24-364

**365** οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; ^v-24-365

**366** τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν ^v-24-366

**367** τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη; ^v-24-367

**368** οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, ^v-24-368

**369** ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ^v-24-369

**370** ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον ^v-24-370

**371** σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.” ^v-24-371

**372** τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· ^v-24-372

**373** “οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις. ^v-24-373

**374** ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, ^v-24-374

**375** ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι ^v-24-375

**376** αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, ^v-24-376

**377** πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων.” ^v-24-377

**378** τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· ^v-24-378

**379** “ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες. ^v-24-379

**380** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-24-380

**381** ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ ^v-24-381

**382** ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ, ^v-24-382

**383** ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν ^v-24-383

**384** δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε ^v-24-384

**385** σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν.” ^v-24-385

**386** τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· ^v-24-386

**387** “τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων; ^v-24-387

**388** ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.” ^v-24-388

**389** τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· ^v-24-389

**390** “πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. ^v-24-390

**391** τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ ^v-24-391

**392** ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας ^v-24-392

**393** Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ· ^v-24-393

**394** ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς ^v-24-394

**395** εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. ^v-24-395

**396** τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής· ^v-24-396

**397** Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ. ^v-24-397

**398** ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, ^v-24-398

**399** ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι· ^v-24-399

**400** τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι. ^v-24-400

**401** νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ ^v-24-401

**402** θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί. ^v-24-402

**403** ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται ^v-24-403

**404** ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.” ^v-24-404

**405** τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· ^v-24-405

**406** “εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος ^v-24-406

**407** εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, ^v-24-407

**408** ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη ^v-24-408

**409** ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.” ^v-24-409

**410** τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· ^v-24-410

**411** “ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί, ^v-24-411

**412** ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ ^v-24-412

**413** αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς ^v-24-413

**414** κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ ^v-24-414

**415** ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. ^v-24-415

**416** ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ^v-24-416

**417** ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, ^v-24-417

**418** οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν ^v-24-418

**419** οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται, ^v-24-419

**420** οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν ^v-24-420

**421** ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν. ^v-24-421

**422** ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος ^v-24-422

**423** καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.” ^v-24-423

**424** ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ· ^v-24-424

**425** “ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι ^v-24-425

**426** ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε, ^v-24-426

**427** λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι· ^v-24-427

**428** τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ^v-24-428

**429** ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, ^v-24-429

**430** αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, ^v-24-430

**431** ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.” ^v-24-431

**432** τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· ^v-24-432

**433** “πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, ^v-24-433

**434** ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. ^v-24-434

**435** τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι ^v-24-435

**436** συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. ^v-24-436

**437** σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, ^v-24-437

**438** ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων· ^v-24-438

**439** οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.” ^v-24-439

**440** ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους ^v-24-440

**441** καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, ^v-24-441

**442** ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ. ^v-24-442

**443** ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, ^v-24-443

**444** οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, ^v-24-444

**445** τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης ^v-24-445

**446** πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας, ^v-24-446

**447** ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης. ^v-24-447

**448** ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο ^v-24-448

**449** ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι ^v-24-449

**450** δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν ^v-24-450

**451** λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες· ^v-24-451

**452** ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι ^v-24-452

**453** σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς ^v-24-453

**454** εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, ^v-24-454

**455** τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων ^v-24-455

**456** τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος· ^v-24-456

**457** δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, ^v-24-457

**458** ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, ^v-24-458

**459** ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· ^v-24-459

**460** “ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα ^v-24-460

**461** Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. ^v-24-461

**462** ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος ^v-24-462

**463** ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη ^v-24-463

**464** ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην· ^v-24-464

**465** τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, ^v-24-465

**466** καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο ^v-24-466

**467** λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.” ^v-24-467

**468** ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον ^v-24-468

**469** Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε, ^v-24-469

**470** Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων ^v-24-470

**471** ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου, ^v-24-471

**472** τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν ^v-24-472

**473** εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω ^v-24-473

**474** ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος ^v-24-474

**475** ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς ^v-24-475

**476** ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα. ^v-24-476

**477** τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς ^v-24-477

**478** χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας ^v-24-478

**479** δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. ^v-24-479

**480** ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ ^v-24-480

**481** φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον ^v-24-481

**482** ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας, ^v-24-482

**483** ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα· ^v-24-483

**484** θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. ^v-24-484

**485** τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· ^v-24-485

**486** “μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, ^v-24-486

**487** τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ· ^v-24-487

**488** καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες ^v-24-488

**489** τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. ^v-24-489

**490** ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων ^v-24-490

**491** χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα ^v-24-491

**492** ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα· ^v-24-492

**493** αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους ^v-24-493

**494** Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι. ^v-24-494

**495** πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν· ^v-24-495

**496** ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, ^v-24-496

**497** τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. ^v-24-497

**498** τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν· ^v-24-498

**499** ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, ^v-24-499

**500** τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης ^v-24-500

**501** Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν ^v-24-501

**502** λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα. ^v-24-502

**503** ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον ^v-24-503

**504** μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ, ^v-24-504

**505** ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, ^v-24-505

**506** ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι.” ^v-24-506

**507** ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο· ^v-24-507

**508** ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα. ^v-24-508

**509** τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο ^v-24-509

**510** κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς, ^v-24-510

**511** αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε ^v-24-511

**512** Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει. ^v-24-512

**513** αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς, ^v-24-513

**514** καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων, ^v-24-514

**515** αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη ^v-24-515

**516** οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον, ^v-24-516

**517** καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ^v-24-517

**518** “ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν. ^v-24-518

**519** πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος ^v-24-519

**520** ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς ^v-24-520

**521** υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ. ^v-24-521

**522** ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης ^v-24-522

**523** ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ· ^v-24-523

**524** οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο· ^v-24-524

**525** ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι ^v-24-525

**526** ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί. ^v-24-526

**527** δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει ^v-24-527

**528** δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων· ^v-24-528

**529** ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, ^v-24-529

**530** ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ· ^v-24-530

**531** ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε, ^v-24-531

**532** καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, ^v-24-532

**533** φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν. ^v-24-533

**534** ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα ^v-24-534

**535** ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο ^v-24-535

**536** ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, ^v-24-536

**537** καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν. ^v-24-537

**538** ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι ^v-24-538

**539** παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, ^v-24-539

**540** ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε ^v-24-540

**541** γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης ^v-24-541

**542** ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα. ^v-24-542

**543** καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι· ^v-24-543

**544** ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει ^v-24-544

**545** καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, ^v-24-545

**546** τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι. ^v-24-546

**547** αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες ^v-24-547

**548** αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε. ^v-24-548

**549** ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· ^v-24-549

**550** οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, ^v-24-550

**551** οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.” ^v-24-551

**552** τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· ^v-24-552

**553** “μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ ^v-24-553

**554** κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα ^v-24-554

**555** λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα ^v-24-555

**556** πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις ^v-24-556

**557** σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας ^v-24-557

**558** αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.” ^v-24-558

**559** τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-24-559

**560** “μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς ^v-24-560

**561** Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε ^v-24-561

**562** μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος. ^v-24-562

**563** καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις, ^v-24-563

**564** ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. ^v-24-564

**565** οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν, ^v-24-565

**566** ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα ^v-24-566

**567** ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων. ^v-24-567

**568** τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, ^v-24-568

**569** μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω ^v-24-569

**570** καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς.” ^v-24-570

**571** ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ. ^v-24-571

**572** Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε ^v-24-572

**573** οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο ^v-24-573

**574** ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα ^v-24-574

**575** τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, ^v-24-575

**576** οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, ^v-24-576

**577** ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, ^v-24-577

**578** κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης ^v-24-578

**579** ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα. ^v-24-579

**580** κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα, ^v-24-580

**581** ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι. ^v-24-581

**582** δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι ^v-24-582

**583** νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν, ^v-24-583

**584** μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο ^v-24-584

**585** παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ, ^v-24-585

**586** καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς. ^v-24-586

**587** τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ^v-24-587

**588** ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, ^v-24-588

**589** αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας, ^v-24-589

**590** σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην. ^v-24-590

**591** ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· ^v-24-591

**592** “μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι ^v-24-592

**593** εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα ^v-24-593

**594** πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα. ^v-24-594

**595** σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν.” ^v-24-595

**596** ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς, ^v-24-596

**597** ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη ^v-24-597

**598** τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον· ^v-24-598

**599** “υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες, ^v-24-599

**600** κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν ^v-24-600

**601** ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου. ^v-24-601

**602** καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, ^v-24-602

**603** τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο ^v-24-603

**604** ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες. ^v-24-604

**605** τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο ^v-24-605

**606** χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα, ^v-24-606

**607** οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· ^v-24-607

**608** φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς· ^v-24-608

**609** τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν. ^v-24-609

**610** οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν ^v-24-610

**611** κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων· ^v-24-611

**612** τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες. ^v-24-612

**613** ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα. ^v-24-613

**614** νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν ^v-24-614

**615** ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς ^v-24-615

**616** νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο, ^v-24-616

**617** ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει. ^v-24-617

**618** ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ ^v-24-618

**619** σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα ^v-24-619

**620** Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται.” ^v-24-620

**621** ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς ^v-24-621

**622** σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, ^v-24-622

**623** μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ^v-24-623

**624** ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. ^v-24-624

**625** Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ ^v-24-625

**626** καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. ^v-24-626

**627** οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ^v-24-627

**628** αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, ^v-24-628

**629** ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα ^v-24-629

**630** ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· ^v-24-630

**631** αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς ^v-24-631

**632** εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων. ^v-24-632

**633** αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, ^v-24-633

**634** τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· ^v-24-634

**635** “λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη ^v-24-635

**636** ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες· ^v-24-636

**637** οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν ^v-24-637

**638** ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, ^v-24-638

**639** ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω ^v-24-639

**640** αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. ^v-24-640

**641** νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον ^v-24-641

**642** λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.” ^v-24-642

**643** ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε ^v-24-643

**644** δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ ^v-24-644

**645** πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας, ^v-24-645

**646** χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. ^v-24-646

**647** αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, ^v-24-647

**648** αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι. ^v-24-648

**649** τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ^v-24-649

**650** “ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν ^v-24-650

**651** ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ ^v-24-651

**652** βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί· ^v-24-652

**653** τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, ^v-24-653

**654** αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν, ^v-24-654

**655** καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται. ^v-24-655

**656** ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ^v-24-656

**657** ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, ^v-24-657

**658** ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.” ^v-24-658

**659** τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· ^v-24-659

**660** “εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, ^v-24-660

**661** ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης. ^v-24-661

**662** οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη ^v-24-662

**663** ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. ^v-24-663

**664** ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, ^v-24-664

**665** τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, ^v-24-665

**666** ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν, ^v-24-666

**667** τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.” ^v-24-667

**668** τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· ^v-24-668

**669** “ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις· ^v-24-669

**670** σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.” ^v-24-670

**671** ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος ^v-24-671

**672** ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ. ^v-24-672

**673** οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο ^v-24-673

**674** κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες, ^v-24-674

**675** αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· ^v-24-675

**676** τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. ^v-24-676

**677** ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ ^v-24-677

**678** εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ^v-24-678

**679** ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν ^v-24-679

**680** ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα ^v-24-680

**681** νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς. ^v-24-681

**682** στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· ^v-24-682

**683** “ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις ^v-24-683

**684** ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς. ^v-24-684

**685** καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας· ^v-24-685

**686** σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα ^v-24-686

**687** παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων ^v-24-687

**688** γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.” ^v-24-688

**689** ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη. ^v-24-689

**690** τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε, ^v-24-690

**691** ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω. ^v-24-691

**692** ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο ^v-24-692

**693** Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ^v-24-693

**694** Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, ^v-24-694

**695** Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, ^v-24-695

**696** οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε ^v-24-696

**697** ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος ^v-24-697

**698** ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν, ^v-24-698

**699** ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ ^v-24-699

**700** Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν ^v-24-700

**701** ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην· ^v-24-701

**702** τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι· ^v-24-702

**703** κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ· ^v-24-703

**704** “ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες, ^v-24-704

**705** εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι ^v-24-705

**706** χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ.” ^v-24-706

**707** ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ ^v-24-707

**708** οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος· ^v-24-708

**709** ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. ^v-24-709

**710** πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ ^v-24-710

**711** τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι ^v-24-711

**712** ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος. ^v-24-712

**713** καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ^v-24-713

**714** Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, ^v-24-714

**715** εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· ^v-24-715

**716** “εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα ^v-24-716

**717** ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.” ^v-24-717

**718** ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. ^v-24-718

**719** οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα ^v-24-719

**720** τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς ^v-24-720

**721** θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν ^v-24-721

**722** οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες. ^v-24-722

**723** τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο ^v-24-723

**724** Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· ^v-24-724

**725** “ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην ^v-24-725

**726** λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως ^v-24-726

**727** ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω ^v-24-727

**728** ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης ^v-24-728

**729** πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν ^v-24-729

**730** ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, ^v-24-730

**731** αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, ^v-24-731

**732** καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ ^v-24-732

**733** ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο ^v-24-733

**734** ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν ^v-24-734

**735** ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον ^v-24-735

**736** χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ ^v-24-736

**737** ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν ^v-24-737

**738** Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. ^v-24-738

**739** οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ· ^v-24-739

**740** τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, ^v-24-740

**741** ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας ^v-24-741

**742** Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά. ^v-24-742

**743** οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, ^v-24-743

**744** οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ ^v-24-744

**745** μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.” ^v-24-745

**746** ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες. ^v-24-746

**747** τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· ^v-24-747

**748** “Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, ^v-24-748

**749** ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· ^v-24-749

**750** οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ^v-24-750

**751** ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς ^v-24-751

**752** πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, ^v-24-752

**753** ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· ^v-24-753

**754** σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, ^v-24-754

**755** πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο ^v-24-755

**756** Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς. ^v-24-756

**757** νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι ^v-24-757

**758** κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων ^v-24-758

**759** οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.” ^v-24-759

**760** ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε. ^v-24-760

**761** τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο· ^v-24-761

**762** “Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, ^v-24-762

**763** ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, ^v-24-763

**764** ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι. ^v-24-764

**765** ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν ^v-24-765

**766** ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· ^v-24-766

**767** ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον· ^v-24-767

**768** ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι ^v-24-768

**769** δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, ^v-24-769

**770** ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, ^v-24-770

**771** ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες ^v-24-771

**772** σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. ^v-24-772

**773** τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ· ^v-24-773

**774** οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ ^v-24-774

**775** ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.” ^v-24-775

**776** ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων. ^v-24-776

**777** λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· ^v-24-777

**778** “ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ ^v-24-778

**779** δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς ^v-24-779

**780** πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν ^v-24-780

**781** μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.” ^v-24-781

**782** ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε ^v-24-782

**783** ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο. ^v-24-783

**784** ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· ^v-24-784

**785** ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, ^v-24-785

**786** καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, ^v-24-786

**787** ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ. ^v-24-787

**788** ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ^v-24-788

**789** τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. ^v-24-789

**790** αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο ^v-24-790

**791** πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ ^v-24-791

**792** πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ^v-24-792

**793** ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε ^v-24-793

**794** μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. ^v-24-794

**795** καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες ^v-24-795

**796** πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν. ^v-24-796

**797** αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε ^v-24-797

**798** πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· ^v-24-798

**799** ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, ^v-24-799

**800** μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. ^v-24-800

**801** χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα ^v-24-801

**802** εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα ^v-24-802

**803** δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος. ^v-24-803

**804** ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο. ^v-24-804

> Ὁ Διαφορεύς παρῆν

[^1]: This edition omits lines 458-461.
