Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 30

Capítulo 30

[7.30.1] Ἐπειδὰν οὖν Μαρκίων ἢ τῶν ἐκείνου κυνῶν τις ὑλακτῇ κατὰ τοῦ δημιουργοῦ, τοὺς ἐκ τῆς ἀντιπαραθέσεως ἀγαθοῦ καὶ κακοῦ προφέρων λόγους, δεῖ αὐτοῖς λέγειν, ὅτι τούτους οὔτε Παῦλος ὁ ἀπόστολος οὔτε Μάρκος ὁ κολοβοδάκτυλος ἀνήγγειλαν — τούτων γὰρ οὐδὲν ἐν τῷ <κατὰ> Μάρκον εὐαγγελίῳ γέγραπται —, ἀλλὰ Μέτωνος Ἀκραγαντῖνος, ὃν συλαγωγῶν μέχρι νῦν λανθάνειν ὑπελάμβανε τὴν διαταγὴν πάσης τῆς κατ᾿ αὐτὸν αἱρέσεως ἀπὸ τῆς Σικελίας εἰς τοὺς εὐαγγελικοὺς λόγους μεταφέρων αὐταῖς λέξεσι.

[7.30.2] φέρε γάρ, ὠ Μαρκίων, καθάπερ τὴν ἀντιπαράθεσιν πεποίηκας ἀγαθοῦ καὶ κακοῦ, ἀντιπαραθῶ κἀγὼ σήμερον κατακολουθῶν τοῖς σοῖς, ὡς ὑπο- [441] [442] λαμβάνεις, δόγμασι. δημιουργὸν φῂς εἶναι τοῦ κόσμου πονηρόν· εἶτα οὐκ ἐγκαλύπτῃ τοὺς Ἐμπεδοκλέους λόγους τὴν ἐκκλησίαν κατηχῶν;

[7.30.3] ἀγαθὸν φης εἶναι θεὸν καταλύοντα τὰ τοῦ δημιουργοῦ ποιήματα· εἶτ᾿ οὐ καταφανῶς τὴν Ἐμπεδοκλέους φιλίαν εὐαγγελίζῃ τοῖς ἀκροωμένοις τὸν ἀγαθόν; κωλύεις γαμεῖν, τεκνοῦν, ἀπέχεσθαι βρωμάτων, ὡν ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιδτοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν· τοὺς Ἐμπεδοκλέους λανθάνεις διδάσκων Καθαρμούς.

[7.30.4] ἑπόμενος γὰρ ὡς Μῶς κατὰ πάντα τούτῳ τὰ βρώματα παραιτεῖσθαι τοὺς ἑαυτοῦ μαθητὰς διδάσκεις, ἴνα μὴ φάγωσι σῶμά τι λείψανον Ψυχῆς ὑπὸ τοῦ δημιουργοῦ κεκολασμένης· λύεις τοὺς ὑπὸ τοῦ θεοῦ συνηρμοσμένους γάμους τοῖς Ἐμπεδοκλέους ἀκολουθῶν δόμασιν, ἵνα σοι φυλαχθῇ τὸ τῆς φιλίας ἔργον ἓν ἀδιαίρετον. διαιρεῖ γὰρ ὁ γάμος κατὰ Ἐμπεδοκλέα τὸ ὲν καὶ ποιεῖ πολλά, καθὼς ἀπεδείξαμεν.