Capítulo 29
[7.29.1] Μαρκίων δὲ ὁ Ποντικὸς πολὺ τούτων μανικώτερος, τὰ πολλὰ τῶν πλειόνων παραπεμψάμενος ἐπὶ τὸ ἀναιδέστερον ὁρμήσας δύο ἀρχὰς τοῦ παντὸς ὑπέθετο, ἀγαθόν τινα λέγων καὶ τὸν ἕτερον πονηρόν· καὶ αὐτὸς δὲ νομίζων καινόν τι παρεισαγαγεῖν σχολὴν ἐσκεύασεν ἀπονοίας γέμουσαν καὶ κυνικοῦ βίου, ὤν τις μάχιμος.
[7.29.2] οὗτος νομίζων λήσεσθαι τοὺς πολλούς, ὅτι μὴ Χριστοῦ τυγχάνοι μαθητὴς ἀλλ᾿ Εμπεδοκλέους πολὺ αὐτοῦ προγενεστέρου τυγχάνοντος, ταὐτὰ ὁρίσας ἐδογμάτισε δύο εἶναι τὰ τοῦ παντὸς αἴτια, νεῖκος καὶ φιλίαν.
[7.29.3] τί γάρ φησιν ὁ Ἐμπεδοκλῆς περὶ τῆς τοῦ κόσμου διαγωγῆς εἰ καὶ προείπομεν, ἀλλά γε καὶ νῦν πρὸς τὸ ἀντιπαραθεῖναι τῇ τοῦ κλεψιλόγου αἱρέσει οὐ σιωπήσομαι.
[7.29.4] οὗτός φησιν εἶναι τὰ πάντα στοιχεῖα, ἐξ ὡν ὁ κόσμος συνέστηκε καὶ ἔστιν, ἕξ, δύο μὲν ὑλικά, γῆν καὶ ὕδωρ, δύο δὲ ὄργανα, οἷς τὰ ὑλικὰ κοσμεῖται καὶ μεταβάλλεται, πῦρ καὶ ἀέρα, δύο δὲ τὰ ἐργαζόμενα τοῖς ὀργάνοις τὴν ὕλην καὶ δημιουργοῦντα, νεῖκος καὶ φιλίαν, λέγων ὡδέ πως·
τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
Ζεὺς #x003E; Ἥρη τε φερέσβιος ἠδὲ Ἀϊδωνεύς
Νῆστίς τε ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
[430] [431] [432] Ζεύς ἐστι τὸ πῦρ.
[7.29.5] Ἥρῃ δὲ φερέσβιος ἡ γῆ ἡ φέρουσα τοὺς πρὸς τὸν βίον καρπούς, Ἀϊδωνεὺς δὲ ὁ ἀήρ, ὅτι πάντα δι᾿ αὐτοῦ βλέποντες μόνον αὐτὸν οὐ καθορῶμεν, Νῆστις δὲ τὸ ὔδωρ· μόνον γὰρ τοῦτο ὄχημα τροφῆς αἴτιον γινόμενον πᾶσι τοῖς τρεφομένοις, αὐτὸ καθ’ αὑτὸ τρέφειν οὐ δυνάμενον τὰ τρεφόμενα.
[7.29.6] εἰ γὰρ ἔτρεφε, φησίν, οὐκ ἄν ποτε λιμῷ κατελήφθη τὰ ςῷα, ὕδατος ἐν τῷ κόσμῳ πλεονάζοντος ἀεί. διὰ τοῦτο Νῆστιν καλεῖ τὸ ὕδωρ, ὅτι τροφῆς αἴτιον γινομενον τρέφειν οὐκ εὐτονεῖ τὰ τρεφόμενα.
[7.29.7] ταῦτα μὲν οὖν ἐστιν ὡς τύπῳ περιλαβεῖν τοῦ κόσμου τὰ συνέχοντα τὴν ὅλην ὑπόθεσιν· ὕδωρ καὶ γῆ, ἐξ ὡν τὰ γινόμενα, πῦρ καὶ πνεῦμα, τὰ ὄργανα καὶ τὰ δραστήρια, νεῖκος δὲ καὶ φιλία, τὰ δημιουργοῦντα τεχνικῶς.
[7.29.8] καὶ ἡ μὲν φιλία εἰρήνη τίς ἐστι καὶ ὁμόνοια καὶ στοργὴ ἕνα τέλειον κατηρτισμένον εἶναι προαιρουμένη τὸν κόσμον, τὸ δὲ νεῖκος ἀεὶ διασπᾷ τὸν ἕνα καὶ κατακερματίζει ἢ ἀπεργάζεται ἐξ ἑνὸς πολλά.
[7.29.9] ἔστι μὲν οὖν τὸ μὲν νεῖκος αἴτιον τῆς κτίσεως πάσης, ὅ φησιν »οὐλόμενον« εἶναι, τουτέστιν ὀλέθριον· μέλει γὰρ αὐτῷ, ὅπως διὰ παντὸς αἰῶνος ἡ κτίσις αὕτη συνεστήκῃ· καὶ ἔστι πάντων τῶν γεγονότων τῆς γενέσεως δημιουργὸς καὶ ποιητὴς τὸ νεῖκος τὸ ὀλέθριον, τῆς δὲ ἐκ τοῦ κόσμου τῶν γεγονότων ἐξαγωγῆς καὶ μεταβολῆς καὶ εἰς τὸ ὲν ἀποκαταστάσεως ἡ φιλία·
[7.29.10] περὶ ὧν ὁ Ἐμπεδοκλῆς ὅτι ἐστὶν ἀθάνατ δύο καὶ ἀγένητα καὶ ἀρχὴν τοῦ γενέσθαι μηδέποτε εἰληφότα, ἄλλα λέγει τοιοῦτόν τινα τρόπον·
ἦ γὰρ καὶ πάρος ἦν καὶ ἔσσεται, οὐδέ ποτ’, οἵω,
τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών.
τίνων τούτων; τοῦ νείκους καὶ τῆς φιλίας· οὐ γὰρ ἤρξαντο γενέσθαι, ἀλλὰ προῆσαν καὶ ἔσονται ἀεὶ διὰ τὴν ἀγεννησίαν φθορὰν [433] [434] ὑπομεῖναι μὴ δυνάμενα· τὸ δὲ πῦρ <καὶ τὸ ὕδωρ> καὶ ἡ γῆ ἀὴρ θνῄσκοντα καὶ ἀναβιοῦντα.
[7.29.11] ὅταν μὲν γὰρ ἀποθάνῃ ταῦ]τὰ ὑπὸ τοῦ νείκους γινόμενα, παραλαμβάνουσα αὐτὰ ἡ φιλία προσάγει καὶ προστίθησι καὶ προσοικειοῖ τῷ παντί, ἴνα μένῃ τὸ πᾶν ἕν ὑπὸ τῆς φιλίας ἀεὶ διακοσμούμενον μονοτρόπως καὶ μονοειδῶς.
[7.29.12] ὅταν δὲ ἡ φιλία ἐκ πολλῶν ποιήσῃ τὸ ἒν καὶ τὰ διεσπασμένα προσοικειώσῃ τῷ ἑνί, πάλιν τὸ νεῖκος ἀπὸ τοῦ ἑνὸς ἀποσπᾷ καὶ ποιεῖ πολλά, τουτέστι πῦρ, ὕδωρ, γῆν, ἀέρα, τὰ ἐκ τούτων γεννώμενα ζῷα καὶ φυτὰ καὶ ὅσα μέρη τοῦ κόσμου κατανοοῦμεν.
[7.29.13] καὶ περὶ μὲν τῆς τοῦ κόσμου ἰδέας, ὁποία τίς ἐστιν ὑπὸ τῆς φιλίας κοσμουμένη, λέγει τοιοῦτόν τινα τρόπον·
οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι ἀίσσονται,
οὐ πόδες, οὐ θοὰ γούνατ᾿, οὐ μήδεα γεννήεντα,
ἀλλὰ σφαῖρος ἕην καὶ † ἶσος ἐστὶν αὐτῷ.
[7.29.14] τοιοῦτόν τι καὶ κάλλιστον εἶδος τοῦ κόσμου ἠ φιλία ἐκ πολλῶν ἓν ἀπεργάζεται· τὸ δὲ νεῖκος, τὸ τῆς τῶν κατὰ μέρος διακοσμήσεως αἴτιον, ἐξ ἑνὸς ἐκείνου ἀποσπᾷ καὶ ἀπεργάζεται πολλά. καὶ τοῦτό ἐστιν ὃ λέγει περὶ τῆς ἑαυτοῦ γεννήσεως ὁ ἐμπεδοκλῆς·
τῶν καὶ ἐγὼ <νῦν> εἰμι φυγὰς θεόθεν καὶ
τουτέστι θεὸν καλῶν τὸ ἒν καὶ τὴν ἐκείνου ἑνότητα, ἐν ᾠ ἦν πρὶν ὑπὸ τοῦ νείκους ἀποσπασθῆναι καὶ γενέσθαι ἐν τοῖς πολλοῖς τούτοις τοῖς κατὰ τὴν τοῦ νείκους διακόσμησιν·
[7.29.15] »νείκεϊ« γάρ φησι νομένῳ πίσυνος‘, νεῖκος μαι>νόμενον καὶ τετα<ρα>γμένον τὸν δημιουργὸν τοῦδε τοῦ κόσμου ὁ Ἐμπεδοκλῆς ἀποκαλῶν. αὕτη γάρ ἐστιν ἡ καταδίκη καὶ ἀνάγκη τῶν ψυχῶν, ὧν ἀποσπᾷ τὸ νεῖκος ἀπὸ τοῦ ἑνὸς καὶ δημιουργεῖ καὶ ἐργάζεται, λέγων τοιοῦτόν τινα τρόπον· [435] [436]
[7.29.16] ὅς κε ἐπίορκον ἁμαρτήσας ἐπομώσει,
δαίμονες οἵτε μακραίωνος λελάχασι βίοιο,
δαίμονας τὰς ψυχὰς λέγων μακραίωνας, ὅτι εἰσὶν ἀθάνατοι καὶ μακροὺς ζῶσιν αἰῶνας·
[7.29.17] τρὶς μὲν μυρίας ὧρας ἀπὸ μακάρων ἀλάλησθαι,
μάκαρας καλῶν τοὺς συνηγμένους ὑπὸ τῆς φιλίας ἀπὸ τῶν πολλῶν εἰς τὴν ἑνότητα Ι τοῦ κόσμου τοῦ νοητοῦ. τούτους οὖν φησιν ἀλάλησθαι f. καὶ
φυομένους παντοῖα διὰ χρόνου εἴδεα θνητῶν,
ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους.
Ἀργαλέας κελεύθους φησὶν εἶναι τῶν ψυχῶν τὰς εἰς τὰ σώματα μεταβολὰς καὶ μετακοσμήσεις.
[7.29.18] τοῦτ᾿ ἐστὶν ὃ λέγει·
ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους·
μεταλλάσσουσι γὰρ α.ἱ ψυχαὶ σῶμα ἐκ σώματος, ὑπὸ τοῦ νείκους μεταβαλλόμεναι καὶ κολαζόμεναι καὶ οὐκ ἐώμεναι μένειν εἰς τὸ ἔν· ἀλλὰ κολάζεσθαι ἐν πάσαις κολάσεσιν ὑπὸ τοῦ νείκους τὰς Ψυχὰς μεταβαλλομένας σῶμα ἐκ σώματος.
[7.29.19] αἰθέριόν γε, φησί, μένος Ψυχὰς πόντονδε διώκει,
πόντος δ᾿ ἐς χθονὸς οὐδας ἀπέπτυσε, γαῖα δ᾿ ἐς αὐγὰς
ἠελίου φαέθοντος, ὁ δ’ αἰθέρος ἔμβαλε δίναις·
ἄλλος δ᾿ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες.
αὕτη ἐστὶν ἡ κόλασις ἣν κολάζει ὁ δημιουργός,
[7.29.20] καθάπερ χαλκεύς τις μετακοσμῶν σίδηρον καὶ ἐκ πυρὸς εἰς ὕδωρ μεταβάπτων· πῦρ γάρ ἐστιν ὁ αἰθήρ, ὅθεν εἰς πόντον μεταβάλλει τὰς ψυχὰς ὁ δημιοργός, χθὼν δὲ ἡ γῆ· ὅθεν φησίν· ἐξ ὔδατος εἰς γῆν, ἐκ γῆς δὲ εἰς τὸν ἀέρα. τούτ᾿ ἐστὶν ὃ λέγει· [437] [438]
[7.29.21] γαῖα δ᾿ ἐς αὐγὰς
ἠελίου φαέθοντος, ὁ δ᾿ αἰθέρος ἔμβαλε δίναις·
ἄλλος <δ᾿> ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ
μισουμένας οὐν τὰς Ψυχὰς καὶ βασανιζομένας καὶ κολαζομένας ἐν τῷδε τῷ κόσμῳ κατὰ τὸν Ἐμπεδοκλέα συνάγει ἡ φιλία, ἀγαθή τις οὐσα καὶ κατοικτείρουσα τὸν στεναγμὸν οὐτῶν καὶ τὴν ἄτακτον καὶ πονηρὰν τοῦ νείκους τοῦ μαινομένου κατασκευὴν καὶ ἐξάγειν κατ’ ὀλίγον ἐκ τοῦ κόσμου καὶ προσοικειοῦν τῷ ἑνὶ σπεύδουσα καὶ κοπιῶσα.
[7.29.22] ὅπως τὰ πάντα εἰς τὴν ἑνότητα καταντήσῃ ὑπ’ αὐτῆς ἀγόμενα. διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου νείκους διακόσμησιν τοῦδε τοῦ μεμεπισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γάρ φησι τὰ σώματα τῶν ζῴων τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκητήρια· καὶ ἐγκρατεῖς εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἴνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων, ὡν δημιουργεῖ τὸ νεῖκος, τὸ τῆς φιλίας ἔργον λύον ἀεὶ καὶ διασπῶν.
[7.29.23] τοῦτον εὶναί φησιν ὁ Ἐμπεδοκλῆς νόμον μέγιστον τῆς τοῦ παντὸς διοικήσεως, λέγων ὧδέ πως·
ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις,
ἀνάγκην καλῶν τὴν ἐξ ἑνὸς εἰς πολλὰ κατὰ τὸ νεῖκος καὶ ἐκ πολλῶν εἰς ἔν κατὰ τὴν φιλίαν μεταβολήν· θεοὺς δέ, ὡς ἔφην, τέσσαρας μὲν θνητούς, πῦρ, ὕδωρ, γῆν, ἀέρα, δύο δὲ ἀθανάτους, ἀγενήτους, πολεμίους ἑαυτοῖς διὰ παντός, τὸ νεῖκος καὶ τὴν φιλίαν·
[7.29.24] καὶ τὸ μὲν νεῖκος ἀδικεῖν διὰ παντὸς καὶ πλεονεκτεῖν καὶ ἀποσπᾶν τά τῆς φιλίας καὶ ἑαυτῷ προσνέμειν, τὴν δὲ φιλίαν ἀεὶ καὶ διὰ παντός, ἀγαθήν τινα οὖσαν καὶ τῆς ἑνότητος ἐπιμελουμένην, τὰ ἀπεσπασμένα τοῦ παντὸς καὶ βεβασανισμένα καὶ κεκολασμένα ἐν τῇ κτίσει ὑπὸ τοῦ δημιουργοῦ ἀνακαλεῖσθαι καὶ προσάγειν καὶ ὲν ποιεῖν.
[7.29.25] τοιαύτη τις ἡ κατὰ τὸν Ἐμπεδοκλέα ἡμῖν ἡ τοῦ κόσμου γένεσις καὶ φθορὰ καὶ σύστασις ἐξ ἀγαθοῦ καὶ κακοῦ συνεστῶσα φιλοσοφεῖται. εἶναι δέ [439] [440] φησι καὶ νοητὴν τρίτην τινὰ δύναμιν, ἣν καὶ ἐκ τούτων ἐπινοεῖσθαι δύνασθαι, λέγων ὡδέ πως·
[7.29.26] εἰ γὰρ καὶ ἐν σφαδινῇσιν ὑπὸ πραπίδεσιν ἐρείσας
εὐμενέως καθαρῇσιν ἐποπτεύεις μελέτῃσιν,
ταῦτα δέ σοι μάλα πάντα δι᾿ αἰῶνος παρέσονται,
ἄλλα τε πόλλ’ ἀπὸ τῶνδε κτ . . ηται· αὐτὰ γὰρ αὔξει
ταῦτ᾿ εἰς ἦθος ἕκαστον, ὅπη φύσις ἐστὶν | ἑκάστῳ. f. 98r
εἰ δὲ σύ γ’ ἀλλοίων ἐπορέξεαι οἷα κατ’ ἄνδρας
μυρία δειλὰ πέλονται ἅ τ᾿ ἀμβλύνουσι μέριμναι,
ἦ σ’ ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο
σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἱκέσθαι·
πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν.