Capítulo 19
[7.19.1] Ἀλλὰ περὶ μὲν τῆς οὐσίας ἀρκέσει τὰ λεγόμενα νῦν. οὐ μόνον δὲ ἡ οὐσία καλεῖται τὸ] γένος, εἶδος, ἄτομον, ἀλλὰ καὶ ὕλη [394] [395] καὶ εἶδος καὶ στέρησις. διαφέρει δὲ οὐδὲν ἐν τούτοις μενούσης τῆς τομῆς. τοιαύτης δὲ οὔσης τῆς οὐσίας ἔστιν ἡ τοῦ κόσμου διαταγὴ γεγενημένη κατ᾿ αὐτὸν τοιοῦτόν τινα τρόπον.
[7.19.2] ὁ κόσμος ἐστὶ κατὰ Ἀριστοτέλην διῃρημένος εἰς μέρη πλείονα καὶ διαφέροντα· καὶ) ἔστι τοῦ κόσμου μέρος τοῦθ᾿ ὅπερ ἐστὶν ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης, ἀπρονόητον, ἀκυβέρνητον, ἀρκούμενον μόνῃ τῇ φύσει τῇ ἑαυτοῦ, τὸ δὲ μετὰ τὴν σελήνην ἐν πάσῃ τάξει καὶ προνοίᾳ καὶ κυβερνήσει τεταγμένον μέχρι τῆς ἐπιφανείας τοῦ οὐρανοῦ·
[7.19.3] ἡ δὲ ἐπιφάνεια, πέμπτη τις οὖσα οὐσία, φυσικῶν ἀπηλλαγμένη στοιχείων πάντων, ἀφ’ ὡς ὁ κόσμος τὴν σύστασιν ἔχει· καὶ ἔστιν αὕτη τις ἡ πέμπτη κατὰ τὸν Ἀριστοτέλην οὐσία οἱονεὶ οὐσία τις ὑπερκόσμιος. καὶ γέγονεν αὐτῷ κατὰ τὴν διαίρεσιν τοῦ κόσμου καὶ ὁ τῆς φιλοσοφίας διῃρημένος λόγος.
[7.19.4] Φυσικὴ γάρ τις ἀκρόασις αὐτῷ γέγονεν, ἐν ᾗ πεπόνηται περὶ τῶν φύσει καὶ οὐ προνοίᾳ διοικουμένων ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης πραγμάτων. γέγονε δὲ αὐτῷ καὶ Μετὰ τὰ φυσικὰ περὶ τῶν μετὰ σελήνην ἰδία τις ἄλλη οὕτως ἐπιγραφομένη πραγματεία λόγων· γέγονε δὲ αὐτῷ περὶ πέμπτης οὐσίας ἴδιος λόγος, ὅς ἐστιν αὐτῷ θεολογούμενος. τοιαύτη τις καὶ ἡ διαίρεσις τῶν ὅλων, ὡς τύπῳ περιλαβεῖν, <καὶ τῆς> κατὰ Ἀριστοτέλην φιλοσοφίας.
[7.19.5] Περὶ ψυχῆς αὐτῷ λόγος ἐστὶν ἀσαφής. ἐν τρισὶ γὰρ συγγράμμασιν ὅλοις οὐκ ἔστιν εἰπεῖν σαφῶς ὅ τι φρονεῖ περὶ ψυχῆς Ἀριστοτέλης. ὃν γὰρ ἀποδίδωσι τῆς ψυχῆς ὄρον ἔστιν εἰπεῖν ῥᾳδιον, τὸ δὲ ὑπὸ ὅρου δεδηλωμένον ἐστὶ δυσεύρετον.
[7.19.6] ἔστι γάρ, φησί, φυχὴ φυσικοῦ [396] [397] σώματος ὀργανικοῦ ἐντελέχεια, ἣ τίς ποτέ ἐστι, λόγων πάνυ <πάνυ πολλῶν> δεῖται καὶ μελάλης ζητήσεως. ὁ δὲ θεός, ὁ πάντων τούτων τῶν ὄντων καλῶν αἴτιος, οὑτος τῆς ψυχῆς ἐστι πάνυ πολλῶν] καὶ μακροτέρῳ λόγῳ θεωροῦντι γνωσθῆναι χαλεπώτερος.
[7.19.7] ὁ δὲ ὅρος, ὁν Ἀριστοτέλης ἀποδίδωσι περὶ τοῦ θεοῦ, χαλεπὸς μὲν οὐκ ἔστι γνωσθῆναι. νοηθῆναι δέ ἐστιν ἀμήχανος. νόησις‘ γάρ, φησίν, »ἔστι νοήσεως«, ὅπερ ἔστι | παντάπασιν οὐκ ὄν. ὁ δὲ κόσμος ἄφθαρτος, ἀίδιος κατὰ f. Ἀριστοτέλην ἐστίν· οὐδὲν γὰρ ἔχει πλημμελὲς ἐν αὑτῷ, προνοίᾳ καὶ φύσει κυβερνώμενος.
[7.19.8] καταβέβληται δὲ Ἀριστοτέλης οὐ μόνον περὶ φύσεως καὶ κόσμου καὶ προνοίας καὶ θεοῦ λόγους, ἀλλὰ γὰρ γέγονεν αὐτῷ καὶ πραγματεία λόγων τις ἠθικῶν, ἐπιγράφει δὲ ταῦτα Ἠθικὰ βιβλία, δέ ὡν σπουδαῖον ἐκ φαύλου τὸ τῶν ἀκροωμένων ἦθος ἐργάζεται.
Ἐὰν #x003E; ὁ Βασιλείδης εὑρεθῇ μὴ τῇ δυνάμει μόνῃ ἀλλὰ καὶ ^ τοῖς λόγοις αὐτοῖς καὶ τοῖς ὀνόμασι τὰ τοῦ Ἀριστοτέλους δόγματα εἰς τὸν εὐαγγελικὸν καὶ σωτήριον ἡμῶν λόγον μεθαρμοζόμενος, τί λείψει ἢ τὰ ἀλλότρια ἀποδόντας ἐπιδεικνύναι τοῖς τούτου μαθηταῖς. ὅτι ἐθνικοὺς ὄντας αὐτοὺς Χρωτὸς οὐδὲν ὠφελήσει;