Capítulo 18
[7.18.1] Ἐπειδὴ #x003E; ἐστιν ἡ οὐσία τριχῇ <διῃρημένη>, ὡς ἔφην, γένος, εἰδος, ἄτομον, καὶ ἐθέμεθα τὸ γένος εἶναι ζῷον, τὸν δὲ ἄνθρωπον εἶδος τῶν πολλῶν ςῴων ἤδη κεχωρισμένον, ἔτι] συγκεχυμένον δὲ ὅμως ἔτι καὶ μήπω μεμορφωμένον εἰς εἶδος οὐσίας ὑποστατῆς, ὀνόματι μορφώσας τὸν ἀπὸ τοῦ γένους ληφθέντα ἄνθρωπον ὀνομάζω Σωκράτην ἢ Διογένην ἤ τι τῶν πολλῶν ἀνομάτων ἔν, καὶ ἐπειδὰν ὀνόματι καταλάβω τὸν ἄνθρωπον εἶδος γένους εγενημένον, ἄτομον καλῶ τὴν τοιαύτην οὐσίαν.
[7.18.2] ἐτμήθη γὰρ τὸ μὲν γένος εἰς εἶδος, τὸ δὲ εἶδος εἰς ἄτομον, τὸ δὲ ἄτομον, ἐπειδὰν γένηται ὀνόματι κατειλημμἐνον, οὐχ οἶον τμηθῆναι κατὰ φύσιν εἰς ἄλλο τι, ὡς ἐτέμομεν τῶν προλελεγμένων ἕκαστον. ταύτην Ἀριστοτέλης πρώτως καὶ μάλιστα καὶ κυριώτατα (οὐσίαν καλεῖ) μήτε καθ᾿ ὑποκειμένου τινὸς λεγομένην [392] [393] μήτε ἐν ὑποκειμένω̣ οὖσαν.
[7.18.3] καθ’ ὑποκειμένου λέγει οἱονεὶ τὸ γένος, ὅπερ ἔφην ζῷον κατά πάντων τῶν κατὰ μέρος ὑποκειμένων ζῴων, οἱονεὶ βοός, ἵππου καὶ τῶι· ἐφεξῆς, κοινῷ ὀνόματι λεγόμενον. ἀληθὲς γάρ ἐστιν εἰπεῖν, ὅτι ζῷον ἄνθρωπός ἐστι καὶ ζῷον ἵππος καὶ ςῷόν ἐστι βοῦς καὶ τῶν ἄλλων ἕκαστον· τοῦτ᾿ ἔστι τὸ καθ᾿ ὑποκειμένου, τὸ ἓν ὂν κατὰ πολλῶν καὶ διαφόρων τοῖς εἴδεσι δυνάμενον ὁμοίως λέγεσθαι.
[7.18.4] οὐδὲν γὰρ διαφέρει ἵππος ἀνθρώπου ᾐ ζῷον οὐδὲ βοῦς· ὅρος γὰρ ὁ τοῦ ζῴου πᾶσιν ἁρμόζει τοῖς ζῴοις ὁμοίως λεγόμενος. τί γάρ ἐστι ζῷον ἂν ὁριζώμεθα, πάντα τὰ ζῷα κοινὸς καταλήψεται ὅρος. ζῶον γάρ ἐστιν οὐσία ἔμψυχος, αἰσθητική· τοῦτο βοῦς, ἄνθρωπος, ἵππος, τῶν ἄλλων ἕκαστον.
[7.18.5] ἐν ὐποκειμένῳ δέ, φησίν, ἐστίν, ὃ ἴν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾠ ἐστι«, ὃ #x003E; τῶν συμβεβηκότων ἕκαστον τῇ οὐσίᾳ, ὃ καλεῖται ποιότης, καθ’ ὃ ποιοί τινες λεγόμεθα, οἷον λευκοί, γλαυκοί, μέλανες, δίκαιοι, ἄδικοι, σώφρονες καὶ τὰ τούτων παραπλήσια. τούτων δὲ ἓν αὐτὸ καθ’ αὑτὸ ἀδύνατόν ἐστι γενέσθαι, ἀλλὰ δεῖ ἒν τινι εἶναι.
[7.18.6] εἰ δὲ οὔτε τὸ ζῷον, ὃ κατὰ πάντων λέγω τῶν καθ᾿ ἕκαστα ζῴων, οὔτε #x003E; συμβεβηκότα, ἃ ἐν πᾶσιν οἷς συμβέβηκεν εὑρίσκεται, δυνατὸν αὐτὰ καθ’ αὑτὰ γενέσθαι, ἐκ τούτων δὲ συμπληροῦται τὰ ἄτομα, <ἐκ> τῶν οὐκ ὄντων καθέστηκεν ἡ τριχῇ διῃρημένη οὐσία οὐκ ἐξ ἄλλων συνεστῶσα. πρώτως ἄρα καὶ κυριώτατα καὶ μάλιστα λεγομένη οὐσία <εἰ> ἐκ τούτων ὑπάρχει, ἐξ οὐκ ὄντων κατὰ τὸν Ἀριστοτέλην.