Capítulo 9
[5.9.1] Ἔτι δὲ οἱ Φρύγες λέγουσι τὸν πατέρα τῶν ὅλων εἶναι ἀμύγδαλον, οὐχὶ δένδρον, φησίν, ἀλλὰ εἶναι ἀμύγδαλον ἐκεῖνον τὸν προόντα, ὂς ἔχων ἐν ἑαυτῷ τὸν τέλειον καρπὸν οἱονεὶ διασφύζοντα [187] [188] καὶ κινούμενον ἐν βάθει, διήμυξε τοὺς κόλπους αὐτοῦ, καὶ ἐγέννησε τὸν ἀόρατον καὶ ἀκατονόμαστον <καὶ> ἄρρητον παῖδα ἑαυτοῦ, οὗ λαλοῦμεν.
[5.9.2] ἀμύξαι γάρ ἐστιν οἱονεὶ ῥῆξαι καὶ διατεμεῖν, καθάπερ, φησίν, ἐπὶ τῶν φλεγμαινόντων σωμάτων καὶ ἐχόντων ἐν ἑαυτοῖς τινα συστροφὴν ἂς ἀμυχὰς οἱ ἰατροὶ λέγουσιν ἀνατεμόντες· οὕτως, φησί, Φρύγες τὸν <προόντα> ἀμύγδαλον καλοῦσιν, ἀφ’ οὗ καὶ ἐγεννήθη ὁ ἀόρατος, δι᾿ οὗ τὰ πάντα »ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«.
[5.9.3] συρικτὰν δέ φασιν εἶναι Φρύγες τὸ ἐκεῖθεν γεγεννημένον, ὅτι πνεῦμα ἐναρμόνιόν ἐστι τὸ γεγεννημένον. »πνεῦμα γάρ«, φησίν, »ἐστὶν ὁ θεός· διό«, φησίν, »οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνοῦσιν οὔτε ἐν Ἱερουσαλὴμ οἱ ἀληθινοὶ προσκυνηταί, ἀλλὰ ἐν πνεύματι.
[5.9.4] πνευματικὴ γάρ«, φησίν, »ἐστὶ τῶν τελείων ἡ προσκύνησις, οὐ σαρκική«. τὸ δὲ πνεῦμα, φησίν, ἐκεῖ, ὅπου καὶ ὁ πατὴρ ὀνομάζεται καὶ ὁ υἱός, ἐκ τούτου τοῦ πατρὸς ἐκεῖ γεννώμενος. οὑτος, φησίν, ἐστὶν ὁ πολυώνυμος μυριόμματος ἀκατάληπτος, οὗ πᾶσα φύσις, ἄλλη δὲ ἄλλως ὀρέγεται.
[5.9.5] τοῦτο, φησίν, ἐστὶ τὸ ῥῆμα τοῦ θεοῦ, ὅ, φησίν, ἐστὶ ῥῆμα Ἀποφάσεως τῆς μεγάλης δυνάμεως· διὸ ἔσται ἐσφραγισμένον καὶ κεκρυμμένον καὶ κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὗ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται, ἀπό τε] αἰώνων δυνάμεων ἐπινοιῶν, θεῶν ἀγγέλων πνευμάτων ἀπεσταλμένων, ὄντων μὴ ὄντων, γεννητῶν ἀγεννήτων, ἀκαταλήπτων καταληπτῶν, ἐνιαυτῶν μηνῶν ἡμερῶν ὡρῶν στιγμῆς ἀμερίστου, ἐξ ἡς ἐξάρχεται τὸ ἐλάχιστον αὐξῆσαι κατὰ μέρος· ἡ γάρ) μηδὲν οὖσα, φησί, καὶ ἐκ μηδενὸς συνεστῶσα στιγμὴ ἀμέριστος οὖσα γενήσεται ἐαυτῆς ἐπινοίᾳ μέγεθός τι ἀκατάληπτον.
[5.9.6] αὕτη, φησίν, ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ὁ κόκκος τοῦ σινάπεως, [189] [190] ἡ ἀμέριστος ἐνυπάρχουσα τῷ σώματι στιγμή, ἣν οἷδε, φησίν, οὐδεὶς ἢ οἱ πνευματικοὶ μόνοι. τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· »οὐκ εἰσὶ λόγοι οὐδὲ λαλιαί, ὡν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν«.
[5.9.7] Ταῦθ’ οὕτως σχεδιάζουσι, τὰ ὑπὸ πάντων ἀνθρώπων λεγόμενά τε καὶ γινόμενα πρὸς ἴδιον νοῦν <ἑρμηνεύοντες>, πνευματικὰ πάντα γίνεσθαι. ὅθεν καὶ τοὺς θεάτροις ἐπιδεικνυμένους λέγουσι μηδ’ αὐτοὺς ἀπρονοήτως τι λέγειν ἢ ποιεῖν. τοιγαροῦν, φησίν, ἐπὰν συνέλθῃ ὁ δῆμος ἐν τοῖς θεάτροις, εἰσιών τις ἠμφιεσμένος στολὴν ἔξαλλον, κιθάραν φέρων καὶ ψάλλων, οὕτως λέγει ᾄδων τὰ μεγάλα μυστήρια οὐκ εἰδὼς ἃ λέγει·
[5.9.8] εἴτε Κρόνου εἴτε Διὸς Διὸς μάκαρι
εἴτε Ῥέας μεγάλας, χαῖρε <ὦ> τὸ
ἄκουσμα Ρέας Ἄττι· σὲ καλοῦσι
μὲν Ἀσσύριοι τριπόθητον Ἄδωνιν,
ὅλη δ᾿ Αἴγυπτος Ὄσιριν, ἐπουράνιον
μηνὸς κέρας Ἑλληνὶς
σοφία, | Σαμοθρᾷκες Ἄδαμνα σεβάσμιον, f 38v
Αἱμόνιοι Κορύβαντα, καὶ
οἱ Φρύγες ἄλλοτε μὲν Πάπαν, ποτὲ
δὲ <αὖ> νέκυν ἢ θεὸν ἢ τὸν ἄκαρπον
αἰπόλον, ἢ χλοερὸν στάχυν στάχυν ἀμηθέντα,
ἢ τὸν πολύκαρπος ἔτικτεν ἀμύγδαλος
ἀνέρα συρικτάν.
[5.9.9] Τοῦτόν φησιν εἶναι πολύμορφον Ἄττιν, ὃν ὑμνοῦντες λέγουσιν οὔτως· [191] [192]
Ἄττιν ὑμνήσω τὸν Ῥείης,
οὐ κωδώνων σὺν βόμβοις
οὐδ᾿ αὐλῶ
Ἰδαίων
Κουρήτων
μυκητᾳ,
ἀλλ’ εἰς Φοιβείαν μίξω
μοῦσαν φορμίγγων· εὐοῖ,
εὐάν, ὡς Πάν, ὡς Βακχεύς,
ὡς ποιμὴν λευκῶν ἄστρων.
[5.9.10] Διὰ τούτους καὶ τοὺς τοιούτους λόγους παρεδρεύουσιν οὐτοι τοῖς λεγομένοις Μητρὸς μεγάλης μυστηρίοις, μάλιστα καθορᾶν νομίζοντες διὰ τῶν δρωμένων ἐκεῖ τὸ ὅλον μυστήριον. οὐδὲν γὰρ ἔχουσι πλέον οὗτοι τῶν ἐκεῖ δρωμένων, πλὴν ὅτι οὔκ εἰσιν ἀποκεκομμένοι, μόνον τὸ ἔργον τῶν ἀποκεκομμένων ἐκτελοῦσιν.
[5.9.11] πάνυ γὰρ πικρῶς καὶ πεφυλαγμένως παραγγέλλουσιν ἀπέχεσθαι ὡς ἀποκεκομμένοι τῆς πρὸς γυναῖκα ὁμιλίας. τὸ δὲ λοιπὸν ἔργον, ὡς εἰρήκαμεν διὰ πολλῶν, ὥσπερ οἱ ἀπόκοποι δρῶσι· τιμῶσι δὲ οὐκ ἄλλο τι ἢ τὸν νάας οὑτοι, Ναασσηνοὶ καλούμενοι.
[5.9.12] νάας δὲ ἐστὶν ὁ ὄφις, ἀφ’ οὗ φησι πάντας εἶναι τοὺς ὑπὸ τὸν οὐρανὸν προσαγορευομένους μένους ναοὺς ἀπὸ τοῦ νάασ· κἀκείνῳ μόνῳ τῷ νάας ἀνακεῖσθαι πᾶν ἱερὸν καὶ πᾶσαν τελετὴν καὶ πάν μυστήριον, καὶ καθόλου μὴ δύνασθαι τελετὴν εὑρεθῆναι ὑπὸ τὸν οὐρανόν, ἐν ᾗ ναὸς οὐκ ἔστι καὶ ὁ νάας ἐν αὐτῷ, ἀφ᾿ οὑ ἔλαχε ναὸς καλεῖσθαι.
[5.9.13] εἶναι δὲ τὸν ὄφιν λέγουσιν οὗτοι τὴν ὑγρὰν οὐσίαν, καθάπερ καὶ Θαλῆς ὁ Μιλήσιος, καὶ μηδὲν δύνασθαι τῶν ὄντων ὅλως, ἀθανάτων ἢ θνητῶν, τῶν] ἐμψύχων ἢ ἀψύχων συνεστηκέναι χωρὶς αὐτοῦ.
[5.9.14] ὑποκεῖσθαι δὲ αὐτῷ τὰ πάντα, καὶ εἶναι αὐτὸν ἀγαθόν, καὶ ἔχειν πάντων ἐν αὑτῷ ὥσπερ ἐκ κέρατι ταύρου μονοκέρωτος τὸ κάλλος τῶν ἄλλων καὶ τὴν ὡραιότητα ἐπιδιδόναι πᾶσι τοῖς οὐσι κατὰ φύσιν [193] [194] τὴν ἑαυτῶν καὶ οἰκειότητα, οἱονεὶ διὰ πάντων ὁδεύοντα, »ὥσπερ ἐκπορευόμενον ἐξ Ἐδὲμ καὶ σχιζόμενον εἰς ἀρχὰς τέσσαρας«.
[5.9.15] Ἐδὲμ δὲ εἶναι λέγουσι τὸν ἐγκέφαλον, οἱονεὶ δεδεμένον καὶ κατεσφιγμένον ἐν τοῖς περικειμένοις χιτῶσιν ὥσπερ οὐρανοῖς· παράδεισον <δ’> νομίζουσι τὸν μέχρι μόνης τῆς κεφαλῆς ἄνθρωπον. ἐξερχόμενον οὖν τοῦτον τὸν ποταμὸν ἐξ Ἐδέμ, τουτέστιν ἀπὸ τοῦ ἐγκεφάλου, »ἀφορίζεσθαι εἰς ἀρχὰς τέσσαρας, καλεῖσθαι δὲ τὸ ὄνομα τοῦ πρώτου ποταμοῦ Φεισών, οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐϊλάτ, ἐκεῖ οὐν ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ λίθος ὁ πράσινος«.
[5.9.16] οὗτος, φησίν, <ἐστὶν> ὀφθαλμός, τῇ τιμῇ καὶ τοῖς χρώμασι μαρτυρῶν τῷ λεγομένῳ. »τὸ δὲ ὄνομα τοῦ δευτέρου ποταμοῦ Γεών· οὐτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας«. οὗτος, φησίν, ἐστὶν ἀκοή, λαβυρινθώδης τις ὤν. »καὶ ὄνομα τῷ τρίτῳ Τίγρις· οὗτός ἐστιν ὁ πορευόμενος κατέναντι Ἀσσυρίων«.
[5.9.17] οὗτος φησίν, ἐστὶν ὄσφρησις, ὀξυτάτῃ χρώμενος τῇ φορᾷ τοῦ ῥεύματος· [195] πορεύεται δὲ κατέναντι Ἀσσυρίων, ὅτι ἐκπνέοντι τῷ πνεύματι κατὰ τὴν ἀναπνοὴν τὸ ἔξωθεν ἀπὸ τοῦ ἀέρος συρόμενον ὀξύτερον καὶ βιαιότερον ἐπεισέρχεται πνεῦμα. ἀναπνοῆς γάρ, φησίν, αὕτη φύσις.
[5.9.18] ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης«. τοῦτον λέγουσι στόμα, δι᾿ οὑ ἡ τῆς προσευχῆς ἔξοδος καὶ ἡ τῆς τροφῆς εἴσοδος, <ὃς> καὶ τρέφει καὶ χαρακτηρίζει τὸν πνευματικὸν τέλειον ἄνθρωπον. τοῦτο, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ ὑπεράνω τοῦ στερεώματος, περὶ οὑ, φησίν, εἴρηκεν ὁ σωτήρ· »εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν, σὺ ἂν ᾔτησας παρ’ αὐτοῦ, καὶ ἔδωκεν ἄν σοι πιεῖν ζῶν ὕδωρ ἁλλόμενον«.
[5.9.19] ἐπὶ τοῦτο, φησί, τὸ ὕδωρ πᾶσα φύσις εἰσέρχεται τὰς ἑαυτῆς οὐσίας ἐκλέγουσα, καὶ προσέρχεται ἑκάστῃ φύσει ἀπὸ τοῦ ὕδατος τούτου τὸ οἰκεῖον, φησί, μᾶλλον ἢ σίδηρος τῇ Ἡρακλείᾳ λίθῳ καὶ ὁ χρυσὸς τῇ [196] [197] τοῦ θαλασσίου ἱέρακος κερκίδι καὶ τὸ ἄχυρον τῷ ἠλέκτρῳ.
[5.9.20] εἰ δέ τις, φησίν, ἐστὶ τυφλὸς ἐκ γενετῆς καὶ μὴ τεθεαμένος »φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον‘, δι᾿ ἡμῶν ἀναβλεψάτω καὶ ἰδέτω οἱονεὶ διά τινος παραδείσου παμφύτου καὶ πολυσπερμάτου ὗδωρ διερχόμενον διὰ πάντων τῶν φυτῶν καὶ τῶν σπερμάτων καὶ ὄψεται, ὄτι ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ὕδατος ἐκλέγεται καὶ ἐπισπᾶται ἡ ἐλαία τὸ ἔλαιον καὶ ἡ ἄμπελος τὸν οὖνον καὶ τῶν ἄλλων καὶ γένος ἕκαστον φυτῶν.
[5.9.21] ἔστι δέ, φησίν, ὁ ἄνθρωπος ἐκεῖνος ἄτιμος ἐν τῷ κόσμῳ καὶ πολύτιμος * ὑπὸ τῶν οὐκ εἰδότων τοῖς οὐκ εἰδόσιν αὐτόν, λελογισμένος ὡς γὰρ] σταγὼν ἀπὸ κάδου· ἡμεῖς δ’ ἐσμέν, φησιν, οἱ πνευματικοί, οἱ ἐκλεγόμενοι ἀπὸ τοῦ ζῶντος ὕδατος τοῦ ῥέοντος Εὐφράτου διὰ τῆς Βαβυλῶνος μέσης τὸ οἰκεῖον, διὰ τῆς πύλης ὁδεύοντες ἀληθινῆς, ἥτις ἐστὶν Ἰησοῦς ὁ μακάριος.
[5.9.22] καὶ ἐσμὲν ἐξ ἁπάντων ἀνθρώπων ἡμεῖς Χριστιανοὶ μόνοι, ἐν τῇ τρίτῃ πύλῃ ἀπαρτίζοντες τὸ μυστήριον καὶ χριόμενοι ἐκεῖ ἀλάλῳ χρίσματι ἐκ κέρατος, ὡς Δαβίδ, οὐκ ὀστρακίνου φακοῦ, φησίν, ὡς ὁ Σαούλ ὁ συμπολιτευόμενος τῷ πονηρῷ δαίμονι τῆς σαρκικῆς ἐπιθυμίας.