Capítulo 10
[5.10.1] Ταῦτα μὲν οὖν ἐκ πολλῶν ὡς ὀλίγα παρεθέμεθα· ἔστι γὰρ ἀναρίθμητα <τὰ> τῆς μωρίας ἐπιχειρήματα ὄντα φλύαρα καὶ ἀλλ’ ἐπειδὴ δυνάμει τὴν ἄγνωστον αὐτῶν γνῶσιν ἐξεθέμεθα, καὶ τοῦτο ἔδοξε παραθεῖναι· ψαλμὸς αὐτοῖς ἐσχεδίασται οὑτος, δι᾿ οὗ πάντα αὑτοῖς τὰ τῆς πλάνης μυστήρια δοκοῦσιν ὑμνῳδεῖν οὕτως·
[5.10.2] νόμος ἦν γενικός τοῦ παντὸς ὁ πρωτότοκος νόος·
ὁ δὲ δεύτερος ἦν τοῦ πρωτοτόκου τὸ χυθὲν χάος.[198][199]
τριτάτη ψυχὴ δ᾿ † ἔλαβεν ἐργαζομένην νόμον,
διὰ τοῦτο ἔλαφον μορφὴν περικειμένη
κοπιᾷ θανάτῳ μελέτημα κρατουμένη·
ποτὲ <μὲν> βασίλειον ἔχουσα βλέπει τὸ
ποτὲ δ’ εἰς ἐλεείν᾿ ἐκριπτομένη κλάει,
† ποτὲ δὲ κλαίεται χαίρει,
† ποτὲ δὲ κλαίει κρίνεται,
† ποτὲ δὲ κρίνεται θνῄσκει,
ποτὲ δὲ γίνεται
κἀνέξοδος ἡ μελέα κακῶν
λαβύρινθον ἐσῆλθε πλανωμένη.
εἶπεν δ’ Ἰησοῦς· ἐσόρα πάτερ·
ζήτημα κακῶν <τόδ’> ἐπὶ
ἀπὸ σῆς πνοϊῆς ἐπιπλάζεται.
ζητεῖ δὲ φυγεῖν τὸ πικρὸν χάος,
καὶ οὐκ οἶδεν <ὅ>πως
τούτου με χάριν πέμψον, πάτερ·
σφραγῖδας ἔχων καταβήσομαι,
αἰῶνας ὅλους διοδεύσω,
μυστήρια πάντα δ᾿ ἀνοίξω,[200][201]
μορφὰς δὲ θεῶν ἐπιδείξω·
κω·] τὰ κεκρυμμένα τῆς ἁγίας ὁδοῦ,
γνῶσιν καλέσας, παραδώσω.