Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 14

Capítulo 14

[5.14.1] Δοκεῖ οὖν παρατάξαι μίαν τινὰ τῶν παρ᾿ αὐτοῖς δοξαζομένων βίβλων, ἐν ᾐ λέγει· »ἐγὼ φωνὴ ἐξυπνισμοῦ ἐν τῷ αἰῶνι τῆς νυκτός· λοιπὸν ἄρχομαι γυμνοῦν τὴν ἀπὸ τοῦ χάους δύναμιν. ἡ δύναμις τοῦ ἀβυσσικοῦ θολοῦ, ἡ τὸν πηλὸν ἀναβαστάζουσα τοῦ ἀφθάρτου ἀχανοῦς διύγρου, ἡ τοῦ σπάσματος ὅλη δύναμις ὑδατόχρους ἀεικίνητος, φέρουσα τὰ μένοντα, κατέχουσα τὰ τρέμοντα, ἀπολύουσα τὰ ἐρχόμενα, κουφίζουσα τὰ μένοντα, καθαιροῦσα τὰ αὔξοντα, πιστὴ οἰκονόμος τοῦ ἴχνους τῶν ἀέρων, ἡ τὰ ἀνερευγόμενα ἀπὸ τῶν δώδεκα ὀφθαλμῶν ἐντολῆς ἀπολαύουσα, σφραγῖδα δηλοῦσα πρὸς τὴν μετ’ αὐτῶν οἰκονομοῦσαν τῶν ἐπιφερομένων ἀοράτων ὑδάτων δύναμιν, ἐκλήθη Θάλασσα.

[5.14.2] ταύτην τὴν δύναμιν ἡ ἀγνωσία ἐκάλεσε Κρόνον, δεσμοῖς φρουρούμενον, ἐπεὶ ἔσφιγγε τὸ σύμπλεγμα τοῦ πυκνοῦ καὶ ὁμιχλώδους ἀδήλου σκοτεινοῦ ταρτάρου. ταύτης ἐγένοντο κατ’ εἰκόνα Κηφεύς, Προμηθεύς, Ἰαπετός.

[5.14.3] δύναμις πεπιστευμένη τὴν Θάλασσαν ἀρρενόθηλυς, ἣ τὸν ἀνατρέχοντα συριγμὸν ἀπὸ τῶν [210] [211] δώδεκα στομάτων τοῖς δώδεκα αὐλίσκοις ἁρμόζουσα διαχύνει λεπτὴ οὖσα καὶ καθαιροῦσα τὴν κατέχουσαν λάβρον ἀναφοράν, καὶ σφραγίζει ἀτραπῶν ὁδοὺς αὐτῆς, πρὸς τὸ μὴ πολεμῆσαι ἢ ἐναλλάξαι τὸ † μὴ δι᾿ αὐτῆς θυγάτηρ τυφωνικὴ πιστὴ φύλαξ ὑδάτων παντοίων. ὄνομα αὐτῇ Χορζάρ· ταύτην ἡ ἀγνωσία ἐκάλεσε Ποσειδῶνα, οὗ κατ’ εἰκόνα ἐγένετο Γλαῦκος, Μελικέρτης, Ἰνώ, Νεβρόη.

[5.14.4] περιεσφαιρωκὼς τὴν δωδεκαγώνιον πυραμίδα, πύλην εἰς πυραμίδα σκοτίζων ποικίλαις χρόαις καὶ ἀπαρτίζων πᾶσαν τὴν νυκτόχρουν — τοῦτον ἡ ἀγνωσία ἐκάλεσε Κόρην —, οὗ λειτουργοὶ πέντε· πρῶτος Οὔ, δεύτρος Ἀοαί, τρίτος Οὐώ, τέταρτος Οὐωάβ, πέμπτος † ἄλλοι πιστοὶ οἰκονόμοι αὐτοῦ τῆς τοπαρχίας ἡμέρας καὶ νυκτὸς οἱ ἀναπαυόμενοι ἐν τῇ ἐξουσίᾳ αὐτῶν.

[5.14.5] τούτους ἡ ἀγνωσία ἐκάλεσε τοὺς πλανήτας ἀστέρας, ἐφ’ ὧν ἡ φθαρτὴ γένεσις αἰωρεῖται. ἀέρος ἀνατολῆς οἰκονόμος Καρφακασημεοχείρ, Ἐκκαββάκαρα· τούτους ἐκάλεσεν ἡ ἀγνωσία Κουρῆτας. ἄρχων ἀνέμων τρίτος Ἀριήλ, οὗ κατ’ εἰκόνα ἐγένετο Αἴολος, Βριάρης.

[5.14.6] καὶ ἄρχων δωδεκαώρου νυκτερινῆς Σοκλάν, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ὄσιριν· τούτου κατ’ εἰκόνα ἐγένετο Ἄδμητος, Μήδεια, Ἕλλην, Αἴθουσα· ἄρχων ἡμερινῆς δωδεκαώρου Εὐνώ· οὗτος οἰκονόμος τῆς πρωτοκαμάρου ἀνατολῆς καὶ αἰθερίου, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ἰσιν.

[5.14.7] τούτου σημεῖον τὸ κυνὸς ἄστρον, οὗ κατ’ εἰκόνα ἐγένοντο Πτολεμαῖος ὁ Ἀρσινόης, Διδύμη, Κλεοπάτρα, Ὀλυμπιάς. δύναμις θεοῦ δεξιά, ἣν ἐκάλεσεν ἡ ἀγνωσίας Ῥέαν, οὗ κατ’ εἰκόνα ἐγένοντο Ἄττις, Μύγδων, Οἰνώνη. δύναμις ἀριστερὰ τροφῆς ἐξουσιάζει, ἣν ἐκάλεσεν ἡ ἀγνωσία Δήμητραν, ὄνομα αὐτῇ Βένα· τούτου κοτ’ εἰκόνα ἐγένοντο Κελεός, Τριπτόλεμος, Μισυρ, Ἀπραξία.

[5.14.8] δύναμις δεξιὰ ἐξουσιάζει καρπῶν· τοῦτον ἡ ἀγνωσία ἐκάλεσε Μῆνα, οὗ κατ’ εἰκόνα ἐγένοντο Βουμέγας, [212] [213] Οστάνης, Ἑρμῆς τρισμέγιστος, Κουρίτης, Πετόσιρις, Ζωδάριον, Βηρωσός, Ἀστράμψουχος, Ζωρόαστρις. δύναμις πυρὸς εὐώνυμος· τοῦτον ἡ ἀγνωσία ἐκάλεσεν Ἥφαιστον, οὗ κατ’ εἰκόνα ἐγένοντο Ἐριχθόνιος, Ἀχιλλεύς, Καπανεύς, Φλέγων, Μελέαγρος, † τὰ δύηκεν, Κέλαδος, Ῥαφαήλ, Σουριήλ, Ὀμφάλη.

[5.14.9] δυνάμεις τρεῖς μέσαι τοῦ ἀέρος κερμάμεναι, αἰτίαι γενέσεως. ταύτας ἡ ἀγνωσία ἐκάλεσε Μοίρας, ὧν κατ εἰκόνα ἐγένοντο οἶκος Πριάμου, οἶκος Λαΐου, Ἰνώ, Αὐτονόη, Ἀγαυή, Ἀθάμας, Πρόκνη, Δαναΐδες, Πελιάδες.

[5.14.10] δύναμις ἀρσενόθηλυς ἀεὶ νηπιάζουσα, ἀγήρατος, αἰτία κάλλους, ἠδονῆς, ἀκμῆς, ὀρέξεως, ἐπιθυμίας, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ἔρωτα, οὗ κατ’ εἰκόνα ἐγένοντο Πάρις, Νάρκισσος, Γανυμήδης, Ἐνδυμίων, Τιθωνός, Ἰκάριος, Λήδαι Ἀμυμώνη, Θέτις, Ἑσπερίδες, Ἰασίων, Λέανδρος, Ἡρώ. οὗτοί εἰσιν οἱ προάστειοι ἕως αἰθέρος·» οὕτω γὰρ καὶ ἐπιγράφει τὸ βιβλίον.