Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 13

Capítulo 13

[5.13.1] Μάθωμεν οὐν πρῶτον, πῶς ταύτην τὴν διδαχὴν παρὰ τῶν ἀστρολόγων εἰληφότες ἐπηρεάζουσι Χριστόν, ἐργαζόμενοι φθορὰν τοῖς ἑπομένοις αὐτοῖς ἐν τῇ τοιαύτῃ πλάνῃ. οἱ γὰρ ἀστρολόγοι ἕνα τὸν κόσμον εἰρηκότες διαιροῦσιν αὐτὸν εἰς τά ἀπλανῆ τῶν ζῳδίων μέρη δώδεκα, καὶ καλοῦσι τὸν κόσμον τῶν ζῳδίων τῶν ἀπλανῶν ἴνα κόσμον ἀπλανῆ· ἕτερον δὲ εἶναι τὸν τῶν πλανωμένων καὶ δυνά- [204] [205] μει καὶ θέσει καὶ ἀριθμῶ κόσμον λέγουσιν, ὅς ἐστι μέχρι σελήνης.

[5.13.2] λαμβάνειν δὲ κόσμον ἀπὸ κόσμου δύναμίν τινα καὶ μετουσίαν, καὶ μετέχειν ἀπὸ τῶν ὑπερκειμένων τὰ ὑποκείμενα. ἵνα δὲ ἔσται τὸ λεγόμενον ἐμφανές, αὐταῖς ἐκείναις ταῖς τῶν ἀστρολόγων ἐκ μέρους χρήσομαι φωναῖς ὑπομνήσων τοὺς ἐντυγχάνοντας τὰ προειρημένα ἐν τῷ τόπῳ, οὗ ἐξεθέμεθα τὴν τῶν ἀστρολόγων πᾶσαν τέχνην.

[5.13.3] ἃ μὲν οὖν ὡς] ἐκείνοις δοκεῖ, ἔστι τάδε· ἀπὸ τῆς τῶν ἄστρων ἀπορροίας τὰς γενέσεις τῶν ὑποκειμένων ἀποτελεῖσθαι. περιεργότερον γὰρ ἀναβλέφαντες εἰς τὸν οὐρανὸν οἱ Χαλδαῖοι ἔφασαν δραστικῶν μὲν αἰ τιῶν ἐπέχειν λόγον εἰς <τὸ> ἕκαστον τῶν καθ’ ἡμᾶς συμβαινόντων <ἐκβαίνειν τοὺς ἐπτὰ ἀστέρας> συνεργεῖν δὲ τὰ τῶν μέρη.

[5.13.4] <τὸν μὲν οὖν ζῳδιακὸν κύκλον διαιροῦσιν εἰς μέρη> ἕκαστον δὲ ζῴδιον εἰς μοίρας τριάκοντα, ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά· οὕτω γὰρ καλοῦσι τὰ ἐλάχιστα καὶ τὰ ἀμερῆ.

[5.13.5] τῶν δὲ ζῳδίων τὰ μὲν ἀρρενικὰ καλοῦσι, τὰ τὰ θηλυκά· καὶ τὰ μὲν δίσωμα, τὰ δὲ οὔ· καὶ τὰ μὲν τροπικά, τὰ δὲ στερεά. ἀρρενικὰ μὲν οὖν ἐστιν ἢ θηλυκά, ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογονίαν <ἢ Κριὸς γὰρ ἀρρενικόν ἐστι ζῴδιον, Ταῦρος δὲ θηλυκόν,

[5.13.6] καὶ τὰ λοιπὰ κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἃ μὲν ἀρρενικά, ἃ δὲ θηλυκά. ἀφ ὧν, οἴομια, <καὶ οἱ> Πυθαγορικοὶ κινηθέντες τὴν μὲν μονάδα προσαγορεύουσι, τὴν δὲ δυάδα θῆλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν· καὶ ἀναλόγως τοὺς λοιποὺς τῶν τε ἀρτίων τε] καὶ περισσῶν ἀριθμῶν.

[5.13.7] ἔνιοι δὲ καὶ ἕκαστον ζῴδιον εἰς δωδεκατημόρια διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται, οἷον ἐπὶ Κριοῦ <τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ Κριόν τε> καλοῦσι τε> <καὶ> ἄρρεν, τὸ δὲ Ταῦρόν ἄρρεν] τε καὶ θῆλυ. τὸ δὲ τρίτον Διδύμους <τε> καὶ καὶ ἐπὶ τῶν ἄλλων μοιρῶν δὲ ὁ αὐτὸς λόγος.

[5.13.8] δίσωμα δὲ εἶναι λέγουσι ζῴδια <Διδύμους τε καὶ> τὸν διαμετροῦντα [206] [207] Παρθένον τε καὶ Μύας, οὐ δίσωμα δὲ τὰ λοιπά. καὶ ὡσαύτως τροπικα μέν, ἐν οις γενομενος ο ηλιος μεταλλασσει καὶ ποιεῖ του περιέχοντος τροπάς, οἷόν ἐστι ζῴδιον ὅ τε Κριὸς καὶ ὁ τούτου διάμετρος, καθάπερ Ζυγός, Αἰγόκερώς τε καὶ Καρκίνος.

[5.13.9] ἐν Κριῷ μὲν γὰρ ἐαρινὴ γίνεται τροπή, ἐν Αἰγοκέρῳ δὲ χειμερινή, ἐν Καρκίνῳ δὲ θερινή, ἐν Ζυγῷ δὲ φθινοπωρινή. ταῦτα δὲ καὶ τὸν περὶ τούτων λόγον λεπτομερῶς ἐξεθέμεθα ἐν τῇ πρὸ ταύτης βίβλῳ, ὅθεν ἔστιμαθεῖν τὸν φιλομαθῆ, ὡς οἱ τῆς Περατικῆς αἱρέσεως ἀρχηγοί, Εὐφράτης ὁ Περατικὸς καὶ Κέλβης ὁ Καρύστιος, μεταγαγόντες ὀνόματι μόνον διήλλαξαν, δυάμει δὲ τὰ ὅμοια ἔθεντο, καὶ αὐτοὶ τῇ τέχνῃ κατακόρως προσέχοντες.

[5.13.10] καὶ γὰρ ὅρια τῶν ἀστέρων οἱ ἀστρολόγοι λέγουσιν, ἐν οἷς μᾶλλον δύνασθαι φάσκουσι τοὺς ἄρχοντας ἀστέρας. οἷον ἔν τισι <μὲν κακοποιοῦσιν, ἔν τισι> δὲ ἀγαθοποιοῦσιν, τινας κακοποιοὺς λέγουσι, τινὰς δὲ ἀγαθοποιούς. ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις, <ὡς> οἱ κατὰ τρίγωνον τετράγωνον φαινόμενοι.

[5.13.11] κατὰ τρίγωνον μὲν〉 οὖν σχηματίζονται ἐπιθεωροῦντες ἀλλήλους ἀστέρες, ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ δυεῖν. <ὂν δὲ <ὃν κεφαλῇ μὲν τὰ ὑποκείμενα μέρη πάσχειν] συμπάσχειν συμπάσχειν δὲ καὶ τοῖς ὑποκειμένοις τὴν κεφαλήν, οὕτως καὶ τοῖς ὑπερσεληναίοις τὰ ἐπίγεια. ἀλλὰ γάρ τίς ἐστι τούτων διαφορὰ καὶ ἀσυμπάθεια, ὡς μὴ μίαν καὶ τὴν αὐτὴν ἐχ·όντων ἕνωσιν.

[5.13.12] ταύτην τὴν [208] [209] σύστασιν καὶ τὴν διαφορὰν τῶν ἄστρων Χαλδαϊκὴν ὑπάρχουσαν πρὸς ἑαυτοὺς ἐπισπασάμενοι οὓς προείπομεν, ἐπιψευσάμενοι τῷ τῆς ἀληθείας ὀνόματι, ὡς Χριστοῦ λόγον κατήγγειλαν αἰώνων στάσιν καὶ ἀποστασίας ἀγαθῶν δυνάμεων εἰς κακὰ καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν προσαγορεύουσι, καλοῦντες τοπάρχας καὶ προαστείους· καὶ ἄλλα πλεῖστα ὀνόματα ἀναπλάσσοντες ἑαυτοῖς οὐχ ὑποκείμενα, ἀλλὰ τὴν τῶν ἀστρολόγων περὶ τοὺς ἀστέρας πᾶσαν φαντασίαν ἀτέχνως τεχνολογοῦντες, μεγάλης πλάνης ὑπόθεσιν ἐπεισάγοντες, ἐξελεγχθήσονται σὺν τῇ ἡμετέρᾳ ἐμμελείᾳ. ἀντιπαραθήσω γὰρ τῇ προλελεγμένῃ τῶν ἀστρολόγων Χαλδαϊκῇ

[5.13.13] τέχνῃ ἔνια τῶν Περατικῶν συνταγμάτων, ἀφ’ ὧν ὑπάρξει συγκρίναντας κατανοῆσαι, πῶς οἱ Περατικοὶ λόγοι τῶν ἀστρολόγων ὁμολογουμένως εἰσίν, οὐ Χριστοῦ.