Capítulo 6
[4.6.1] Ἀλλ᾿ ἐπεὶ καὶ περὶ τῆς τῶν ζῳδίων ἐνεργείας λόγον ποιοῦνται, οἷς φασι προσομοιοῦσθαι τὰ ἀποτικτόμενα, οὐδὲ τοῦτον παραλείψομεν, οἷον τὸν ἐν Λέοντι γεννηθέντα ἀνδρεῖον ἔσεσθαι· ὁ δὲ έν Παρθένῳ τετανόθριξ, λευκόχρως. ἄπαις, αἰδήμων.
[4.6.2] ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια γέλωτός ἐστι μᾶλλον ἄξια καὶ οὐ σπουδῆς. ἔστι γὰρ κατ᾿ αὐτοὺς μηδένα Ἀἰθίοπα ἐν Παρθένῳ γεννᾶσθαι· εἰ δ᾿ οὔ, δώσει τὸν τοιοῦτον λευκόν, τετανότριχα καὶ τὰ ἕτερα.
[4.6.3] οἶμαι δὲ μᾶλλον τοὺς ἀρχαίους <τὰ> ὀνόματα τῶν κειμένων ζῴων ἐπίκλη<σιν> τοῖς ἄστροις προστεθεικέναι οἰκειώσεως χάριν. οὐχ ὁμοιοτρόπου φύσεως· τί γὰρ ἔχουσιν ὅμοιον ἄρκτῳ <οἱ> ἑπτὰ ἀστέρες διεστῶτες ἀπ᾿ ἀλλήλων; ἢ δράκοντος κεφαλῇ <οἱ>, ὥς φησιν ὁ Ἄρατος, πέντε;
ἀλλὰ δύο κροτάφοις, δύο δ᾿ ὄμμασιν, εἷς δ᾿ ὑπένερθεν
ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου.