Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 5

Capítulo 5

[4.5.1] Οὕτως ἀσύστατος δειχθήσεται ἡ κατὰ Χαλδαίους τέχνη. εἰ δὲ ἐξ ἐπερωτήσεων φάσκοι τις σκοπεῖσθαι τοῦ πυνθανομένου τὴν γένεσιν ἢ περὶ † ἐπερωτάτω, μηδὲ κατά τοῦτον τὸν τρόπον δύνασθαι ἐφικνεῖσθαι ἐπὶ τὸ ἀκριβές. εἰ γὰρ τοσαύτη τις ἐπιμέλεια ἱστόρηται κατ’ αὐτοὺς περὶ τὴν τέχνην καὶ μηδ᾿ αὐτοὶ ἐφικνοῦνται ἐπὶ τὸ ἀκριβές, καθὼς ἐπεδείξαμεν, πῶς ὁ ἰδιώτης κατείληφε τῆς ἀποτέξεως τὸν χρόνον ἀκριβῶς, ἵνα παρὰ τούτου μαθὼν ὁ Χαλδαῖος στήσῃ τὸν ὡροσκόπον ἀληθῶς;

[4.5.2] ἀλλ᾿ οὐδὲ κατὰ τὴν τοῦ ὁρίζοντος ὄφιν πάντη ὁ αὐτὸς φανήσεται ἀνίσχων ἀστήρ, ἀλλ’ ὅπου μὲν ὡροσκόπος νομισθήσεται τὸ ἀπόκλιμα, ὅπου δὲ ὠροσκόπος ἡ ἐπαναφορὰ παρὰ τὴν τῶν τόπων ἐπιφάνειαν ὄντων ἢ ταπεινοτέρων ἢ ὐψηλοτέρων, ὥστε καὶ κατὰ τοῦτο τὸ μέρος οὐκ ἀκριβὴν φανήσεται ἡ προαγόρευσις, πολλῶν κατὰ πάντα τὸν κόσμον τῇ αὐτῇ ὥρᾳ γεννωμένων, ἄλλου ἄλλως τὰ ἄστρα θεωροῦντος.

[4.5.3] ματαία δὲ καὶ ἡ διὰ τῶν ὑ(δρι)ῶν νομιζομένη κατάληψις. οὐ γὰρ ὁμοίως ἀμφορεὺς τὸ (κάτω τρη)θεὶς ῥυήσεται πλήρης ὢν ὡς ἀπόκενος, αὐτοῦ τοῦ πόλου κατὰ ἐκείνων [70] [71] [72] λόγον ἑνὶ ὁρμήματι ἰσοταχῶς φερομένου.

[4.5.4] εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνειν ἀλλ᾿ ὡς ἔτυχεν ἐν πλάτει, σχεδὸν ὑπ᾿ αὐτῶν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων. οἱ γὰρ ἐν τῷ αὐτῷ χρόνφ γεννηθέντες οὐ τὸν αὐτὸν ἴζησαν βίον, ἀλλ᾿ οἱ μὲν λόγου χάριν ἐβασίλευσαν, οἱ δὲ ἐν πέδαις κατεγήρασαν.

[4.5.5] οὐδεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος πολλῶν κατὰ τὴν οἰκουμένην ὁμοίως ἀποτεχθέντων αὐτῷ, οὐθεὶς Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλόαῖος ἀκριβῶς οὐ δυνήσεται λέγειν, εἰ <ὁ> κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει.

[4.5.6] πολλοὶ γοῦν κατὰ τὸν αὐτὸν χρόνον γεννηθέντες ἐδυστύχησαν, ὥστε ματαία καὶ ἡ κατὰ τὰ διαθέματα ὁμοιότης. διαφόρως οὖν καὶ πολυτρόπως τὴν ματαιόπονον σκέψιν τῶν Χαλδαίων διελέγξαντες οὐδὲ τοῦτο παραλείψομεν, ὡς εἰς ἄπορον χωρήσουσιν αἱ προρρήσεις αὐτοῖς.

[4.5.7] εἰ γὰρ τὸν ἐν τῇ ἀκίδι τοῦ Τοξότου γεννηθέντα, ὡς οἱ μαθηματικοὶ λέγουσιν, ἀνάγκη σφαγήσεσθαι, πῶς αἱ τοσαῦται τῶν βαρβάρων μυριάδες ἀγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ἢ Σαλαμῖνι ὑφ᾿ ἕν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πασῶν <ὁ> αὐτὸς ἦν ὡροσκόπος.

[4.5.8] καὶ πάλιν <εἰ> τὸν ἐν τῇ κάλπῃ τοῦ ῾Υδροχόου γεννηθέντα ναυαγήσειν, πῶς οἱ ἀπὸ Τροίας ἀναγόμενοι τῶν Ἑλλήνων περὶ τὰ κοῖλα τῆς Εὐβοίας συγκατεποντίσθησαν; ἀπίθανον γὰρ πάντας μακρῷ χρόνω διαφέροντας ἀλλήλων έπὶ τῇ κάλπῃ τοῦ ῾Υδροχόου γεγεννῆσθαι.

[4.5.9] οὐ γὰρ ἔστι λέγειν ὅτι δι᾿ ἕνα πολλάκις, ᾧ εἵμαρται κατὰ πέλαγος φθαρῆνοι, πάντες οἱ ἐν τῇ νηΐ συναπολοῦνται. διὰ τί γὰρ ἡ τούτου [73] [74] εἰμαρμένη τὰς πάντων νικᾷ, ἀλλ᾿ οὐχὶ διὰ τὸν ἕνα, ᾧ εἵμαρται ἐπὶ γῆς τελευτᾶν, πάντες περισῴζονται;