Capítulo 18
[4.18.1] Ἐν Καρκίνῳ τύπος· μεγέθει οὐ μεγάλῳ, τριχὶ ὥσπερ † κυνία, χρώματι ὑποπύρρῳ, στόματι ὀλίγῳ κεφαλῇ στρογγύλῃ, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς ὑπογλαύκοις, ἱκανῶς καλοῖς, μέλεσιν ὑποποικίλοις.
[4.18.2] οἱ αὐτοὶ φύσεως· κακοί, δόλιοι, βουλαῖς ἀπηρτισμένοι, ἄπληστοι, φειδωλοί, ἀχάριστοι, ἀνελεύθεροι, ἀνωφελεῖς, ἀμνήμονες, οὔτε ἀποδιδόασιν ἀλλότριον οὔτε ἀπαιτοῦσιν ἴδιον, εἰς φιλίαν ὠφέλιμοι.