Pular para o conteúdo

Κατὰ πασῶν αἱρέσεων ἔλεγχος

Hipólito de Roma · Capítulo 17

Capítulo 17

[4.17.1] Ἐν Διδύμοις τύπος· προσώπῳ κοκκίνῳ, μεγέθει οὐ λίαν μεγάλῳ, μέρεσιν ἴσοις. ὀφθαλμοῖς μέλασιν ὡς ἠλειμμένοις, μήλοις κάτω τεταμένοις, στόματι παχεῖ, ὀφρύσι συντεθειμέναις· συγκρατοῦσι, πάντα ἔχουσιν, ἔσχατα πλούσιοι, σκνιφοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς πρὸς τὰ ἀφροδισιακά, ἐπιεικεῖς, μουσικοί πρὸς τὰ ἀφροδισιακά], ψεῦσται· οἱ αὐτοὶ δὲ φύσεως·

[4.17.2] δεδιδαγμένοι, νοοῦντες, περίεργοι, ἰδίᾳ [96] ἀποφάσει, ἐπιθυμητικοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου. δαψιλεῖς] ἥσυχοι, φρόνιμοι, δόλιοι, πολλὰ βουλεύονται, ψηφισταί, κατήγοροι, <ἀ> οὐκ εὐτυχεῖς, ἀπὸ γυναικῶν φιλοῦνται, ἔμποροι, εἰς φιλίαν οὐκ ἐπὶ πολὺ ὠφέλιμοι.